- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:3.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克探讨了柏拉图在《理想国》线段喻中将整体切分为不相等线段的用意,以及可知与可感两段何者更大,并列举了初步支持可感领域更大的诸多论据。
Ἐν τῇ Πολιτείᾳ, τοῦ παντὸς ὥσπερ μιᾶς γραμμῆς τετμημένης ἄνισα τμήματα,1 πάλιν τέμνων ἑκάτερον τμῆμα εἰς δύο ἀνὰ τὸν αὐτὸν λόγον, τὸ τε τοῦ ὁρωμένου γένος καὶ τὸ τοῦ νοουμένου περὶ τὰ πάντα ποιήσας τοῦ μὲν νοητοῦ πρῶτον ἀποφαίνει τὸ περὶ τὰ πρῶτα εἴδη, δεύτερον τὸ μαθηματικὸν τοῦ δʼ αἰσθητοῦ πρῶτον μὲν τὰ στερέμνια σώματα, δεύτερον δὲ τὰς εἰκόνας καὶ τὰ εἴδωλα τούτων καὶ κριτήριον ἑκάστῳ τῶν τεττάρων ἀποδίδωσιν ἴδιον, νοῦν μὲν τῷ πρώτῳ διάνοιαν δὲ τῷ μαθηματικῷ, τοῖς δʼ αἰσθητοῖς πίστιν, εἰκασίαν δὲ τοῖς περὶ τὰ εἴδωλα καὶ τὰς εἰκόνας. τί οὖν διανοηθεὶς εἰς ἄνισα τμήματα τὸ πᾶν ἔτεμε; καὶ πότερον τῶν τμημάτων, τὸ νοητὸν ἢ τὸ αἰσθητόν, μεῖζόν ἐστιν; αὐτὸς γὰρ οὐ δεδήλωκε. δόξει δʼ αὐτόθεν μὲν εἶναι μεῖζον τὸ αἰσθητόν· ἡ γὰρ ἀμέριστος οὐσία καὶ κατὰ ταὐτὸν ὡσαύτως ἔχουσα τῶν νοητῶν ἐστιν εἰς βραχὺ συνηγμένη καὶ καθαρόν, ἡ δὲ σκεδαστὴ περὶ τὰ σώματα καὶ περιπλανὴς τὸ αἰσθητὸν παρέσχεν. ἔτι τὸ μὲν ἀσώματον πέρατος οἰκεῖον, τὸ δὲ σῶμα τῇ ὕλῃ μὲν ἄπειρον καὶ ἀόριστον, αἰσθητὸν δὲ γιγνόμενον, ὅταν ὁρισθῇ μετοχῇ τοῦ νοητοῦ. ἔτι, καθάπερ αὐτῶν τῶν αἰσθητῶν ἕκαστον εἰκόνας ἔχει πλείους καὶ σκιὰς καὶ εἴδωλα καὶ ὅλως ἀφʼ ἑνὸς παραδείγματος πάμπολλα μιμήματα γίγνεσθαι καὶ φύσει καὶ τέχνῃ δυνατόν ἐστιν, οὕτως ἀνάγκη τὰ ἐνταῦθα τῶν ἐκεῖ πλήθει διαφέρειν κατὰ τὸν Πλάτωνα παραδείγματα καὶ ἰδέας τὰ νοητὰ τῶν αἰσθητῶν ὥσπερ εἰκόνων ἢ ἐμφάσεων ὑποτιθέμενον. ἔτι τῶν εἰδῶν νόησιν ἐξ ἀφαιρέσεως καὶ περικοπῆς σώματος ἐπάγει, τῇ τῶν μαθημάτων τάξει καταβιβάζων ἀπὸ τῆς ἀριθμητικῆς ἐπὶ γεωμετρίαν, εἶτα μετὰ ταύτην ἐπʼ ἀστρολογίαν, ἐπὶ πάσαις δὲ τὴν ἁρμονικὴν τιθείς· γίγνεται μὲν γὰρ τὰ μὲν γεωμετρούμενα, τοῦ ποσοῦ μέγεθος προσλαβόντος τὰ δὲ στερεά, τοῦ μεγέθους βάθος· τὰ δʼ ἀστρολογούμενα, τοῦ στερεοῦ κίνησιν· τὰ δʼ ἁρμονικά, τῷ κινουμένῳ σώματι φωνῆς προσγενομένης. ὅθεν ἀφαιροῦντες φωνὴν μὲν τῶν κινουμένων κίνησιν δὲ τῶν στερεῶν βάθος δὲ τῶν ἐπιπέδων, μέγεθος δὲ τῶν ποσῶν,2 ἐν αὐταῖς γενησόμεθα ταῖς νοηταῖς ἰδέαις, οὐδεμίαν διαφορὰν ἐχούσαις πρὸς ἀλλήλας κατὰ τὸ ἓν καὶ μόνον νοούμενον. οὐ γὰρ ποιεῖ μονὰς ἀριθμόν, ἂν μὴ τῆς ἀπείρου δυάδος ἅψηται· ποιήσασα δʼ οὕτως ἀριθμόν, εἰς στιγμὰς εἶτα γραμμὰς ἐκ δὲ τούτων εἰς ἐπιφανείας καὶ βάθη καὶ σώματα πρόεισι καὶ σωμάτων ποιότητας ἐν πάθεσι γιγνομένων. ἔτι τῶν μὲν νοητῶν ἓν κριτήριον ὁ νοῦς· καὶ γὰρ ἡ διάνοια νοῦς ἐστιν ἐν τοῖς μαθηματικοῖς ὥσπερ ἐν κατόπτροις ἐμφαινομένων τῶν νοητῶν. ἐπὶ δὲ τὴν τῶν σωμάτων γνῶσιν ὑπὸ πλήθους πέντε δυνάμεις καὶ διαφορὰς αἰσθητηρίων ἡ φύσις ἔδωκεν ἡμῖν· καὶ οὐ πάντα φωρᾶται ταύταις ἀλλʼ ἐκφεύγει πολλὰ διὰ μικρότητα τὴν αἴσθησιν. ἔτι, ὥσπερ ἡμῶν ἑκάστου συνεστῶτος ἔκ τε τῆς ψυχῆς καὶ τοῦ σώματος μικρόν ἐστι τὸ ἡγεμονικὸν καὶ νοερὸν ἐν πολλῷ τῷ τῆς σαρκὸς ὄγκῳ κεκρυμμένον, οὕτως εἰκὸς ἔχειν ἐν τῷ παντὶ τὸ νοητὸν πρὸς τὸ αἰσθητόν. καὶ γὰρ ἄρχει τὰ νοητὰ τῶν σωματικῶν, ἀρχῆς δὲ πάσης πλέον τὸ ἐξ αὐτῆς καὶ μεῖζον.3
在《理想国》中,柏拉图将整体当作仿佛是一条被切分为不相等线段的线,又按同一比例将各个线段再切分为二,并就万物设定了可见之物的类与可知之物的类之后,他指明可知事物的第一部分是关于原始理念的,第二部分是数学的;而可感事物的第一部分是坚实物体,第二部分则是它们的影像与幻象;他又为这四者中的每一者指派了固有的判断标准:理智归于第一者,推论归于数学对象,确信归于可感物,揣度则归于关于幻象与影像之物。那么,他究竟是出于何种考虑将整体切分为不相等的线段呢?而两段之中,可知之段与可感之段何者更大?因为他自己并未明示。 直观来看,可感之段似乎更大;因为可知事物中不可分且依同一方式保持恒常的本体,被汇聚于微小而纯粹之域,而在诸物体周围四散流转的本体则构成了可感事物。再者,非物体性的东西宜于具有界限,而物体在质料上是无限且无定的,只有当分有可知事物而获得规定时,才成为可感的。此外,正如每个可感事物自身都拥有多个影像、阴影和幻象,总的说来无论在自然还是在技艺中,从一个范本生成极多的摹本都是可能的,因此按照柏拉图将可知事物假设为可感事物(犹如影像或显影)之范本和理念的说法,此处的物在数量上必然多于彼处的物。再者,他通过对物体的抽离和截剥来引导出对理念的思辨,在学科次序上自算术降至几何学,继此之后降至天文学,并在所有这些之后安置谐音学。因为几何学的对象是由于量获得了大小而生成的,立体是由于大小获得了深度而生成的,天文学对象是由于立体获得了运动而生成的,谐音学对象则是由于在运动着的物体上附加了声音而生成的。因此,若我们自运动之物中剥离声音,自立体中剥离运动,自平面中剥离深度,自量中剥离大小,我们便将进入可知理念本身之中,就那被思辨的一且唯一的对象而言,它们彼此之间毫无差异。因为单子若不接触无定的双子,便不能生成数;但以此方式生成数之后,它便进而生成点,继而生成线,又由此生成面、深度和物体,以及进入受动状态的物体的诸性质。再者,对于可知事物只有一个判断标准,即理智(因为推论亦是理智,可知事物犹如在镜子中那样被映现在数学对象中);但为了认识物体,自然因其繁多而赋予了我们五种感觉能力与感官差异;而且并非所有事物都能被这些感官探明,反有许多因微小而逃脱了感觉。此外,正如我们每个人由灵魂与身体构成,那主导的与理智的部分微小,隐匿于肉身巨大的块体之中,在全宇宙中可知事物相对于可感事物亦当如此。因为可知事物统领着物体性事物,而比起一切统领性的始基,从其产生出来的东西在数量上更多,亦更为庞大。
- 3.1τοῦ παντὸς ὥσπερ μιᾶς γραμμῆς τετμημένης ἄνισα τμήματα
τοῦ παντὸς 在句中起独立属格主语的作用,紧随其后的 ὥσπερ μιᾶς γραμμῆς τετμημένης 是比喻性的属格短语,分词 τετμημένης 在性数格上与阴性单数名词 γραμμῆς 一致。整体构成一种变体的独立属格结构,意为“将整体当作仿佛是一条被切分为不相等线段的线”。
- 3.1ἀφαιροῦντες φωνὴν μὲν τῶν κινουμένων κίνησιν δὲ τῶν στερεῶν βάθος δὲ τῶν ἐπιπέδων, μέγεθος δὲ τῶν ποσῶν
此句为动词 ἀφαιρέω 连用夺格(分离属格)的排比结构。宾格成分(φωνήν, κίνησιν, βάθος, μέγεθος)表示被剥离的性质,属格成分(τῶν κινουμένων, τῶν στερεῶν, τῶν ἐπιπέδων, τῶν ποσῶν)表示被剥离性质的底层基质,体现了数学学科逐级抽象的逆行序列。
- 3.1ἀρχῆς δὲ πάσης πλέον τὸ ἐξ αὐτῆς καὶ μεῖζον
这是一个倒装句,比较级 πλέον 和 μεῖζον 支配比较属格 ἀρχῆς πάσης。主语是实体化的中性短语 τὸ ἐξ αὐτῆς(“从其产生出的东西”),整句结构为:“比起一切始基,从其产生出的东西在数量上更多(πλέον),且在体积上更大(μεῖζον)”。
