← 普鲁塔克

柏拉图式问题

§2.1-2.2

称神为万物之父与造物者的缘由

本文探讨柏拉图为何称神为万物的“父与造物者”,考察了受造物层级的差别、隐喻用法以及生成与制作的根本区别(是否分有神性),最后从身体与灵魂构成的差异阐明此双重称谓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Τί δήποτε τὸν ἀνωτάτω θεὸν πατέρα τῶν πάντων καὶ ποιητὴν προσεῖπεν; πότερον ὅτι τῶν μὲν θεῶν τῶν γεννητῶν καὶ τῶν ἀνθρώπων πατήρ ἐστιν, ὡς Ὅμηρος ἐπονομάζει, ποιητὴς δὲ τῶν ἀλόγων καὶ ἀψύχων; οὐδὲ γὰρ χορίου φησὶ Χρύσιππος πατέρα καλεῖσθαι τὸν παρασχόντα τὸ σπέρμα, καίπερ ἐκ τοῦ σπέρματος γεγονότος.1 ἢ τῇ μεταφορᾷ χρώμενος, ὥσπερ εἴωθε, τὸν αἴτιον πατέρα τοῦ κόσμου κέκληκεν; ὡς τῶν ἐρωτικῶν λόγων πατέρα Φαῖδρον ἐν Συμποσίῳ προσεῖπεν, εἰσηγητὴν αὐτῶν γενόμενον· ἐν δὲ τῷ ὁμωνύμῳ διαλόγῳ καλλίπαιδα πολλοὺς γὰρ καὶ καλοὺς λόγους ἐν φιλοσοφίᾳ γενέσθαι, τὴν ἀρχὴν ἐκείνου παρασχόντος. ἢ διαφέρει πατήρ τε ποιητοῦ καὶ γεννήσεως ποίησις; ὡς γὰρ τὸ γεγεννημένον καὶ πεποίηται, οὐ μὴν ἀνάπαλιν, οὕτως ὁ γεννήσας καὶ πεποίηκεν· ἐμψύχου γὰρ ποίησις ἡ γέννησίς ἐστι· καὶ ποιητοῦ μέν, οἷος οἰκοδόμος ἢ ὑφάντης ἢ λύρας δημιουργὸς ἢ ἀνδριάντος, ἀπήλλακται γενόμενον τοὔργον· ἡ δʼ ἀπὸ τοῦ γεννήσαντος ἀρχὴ καὶ δύναμις ἐγκέκραται τῷ τεκνωθέντι καὶ συνέχει τὴν φύσιν, ἀπόσπασμα καὶ μόριον οὖσαν τοῦ τεκνώσαντος.2 ἐπεὶ τοίνυν οὐ πεπλασμένοις ὁ κόσμος οὐδὲ συνηρμοσμένοις ποιήμασιν ἔοικεν, ἀλλʼ ἔνεστιν αὐτῷ μοῖρα πολλὴ ζωότητος καὶ θειότητος, ἣν ὁ θεὸς ἐγκατέσπειρεν ἀφʼ ἑαυτοῦ τῇ ὕλῃ καὶ κατέμιξεν, εἰκότως ἅμα πατήρ τε τοῦ κόσμου, ζῴου γεγονότος, καὶ ποιητὴς ἐπονομάζεται.

〔柏拉图〕究竟为何将至高的神称为万物的“父与造物者”? 是因为神正如荷马所称呼的那样,是受造之神与人类之父,却是无理性与无生命之物的造物者吗?因为克律西波斯说,提供精种者不被称为胎盘之父,尽管胎盘是由那精种所生成的。还是他如其所习惯的那样运用隐喻,将宇宙的原因称为父呢?正如在《会饮篇》中,斐德罗因成为爱欲言论的发起者而被他称为这些言论之“父”,在同名对话篇中又称他为“育有美善之子的”,因为他提供了开端,便在哲学中生成了许多美好言论。抑或“父”与“造物者”有别,“生成”与“制作”不同?因为正如被生者亦是被造者(但反之则不然),生育者同样亦是制作者;生成乃是对有生命之物的制作。对于建筑工、织工、竖琴或塑像工匠这样的制作者而言,完工的成品与其相脱离;但来自生育者的本源与力量,却与被生育者融合在一起并维持其本性,而这一本性正是生育者的碎块与部分。因此,既然宇宙并不像模塑或拼合而成的作品,其内反而存有大量由神自其自身播入质料并混合其中的生命性与神性分额,那么宇宙既已成为活物,神理所当然地同时被称为宇宙之父与造物者。

§2.2

τούτων δὲ μάλιστα τῆς Πλάτωνος ἁπτομένων δόξης, ἐπίστησον εἰ κἀκεῖνο λεχθήσεται πιθανῶς· ὅτι, δυεῖν ὄντοιν ἐξ ὧν ὁ κόσμος συνέστηκε, σώματος καὶ ψυχῆς, τὸ μὲν οὐκ ἐγέννησε θεὸς ἀλλά, τῆς ὕλης παρασχομένης,3 ἐμόρφωσε καὶ συνήρμοσε, πέρασιν οἰκείοις καὶ σχήμασι δήσας καὶ ὁρίσας τὸ ἄπειρον ἡ δὲ ψυχή, νοῦ μετασχοῦσα καὶ λογισμοῦ καὶ ἁρμονίας, οὐκ ἔργον ἐστὶ τοῦ θεοῦ μόνον ἀλλὰ καὶ μέρος, οὐδʼ ὑπʼ αὐτοῦ ἀλλὰ καὶ ἀπʼ αὐτοῦ καὶ ἐξ αὐτοῦ4 γέγονεν.

在这些解释最为切合柏拉图学说之际,请深思下列说法是否亦具说服力:即在构成宇宙的身与魂这两者中,前者并非神所生育,而是在质料自备之下,神以适宜的界限和形状约束并规定无定者,将其塑造并谐合;至于灵魂,因分有了理智、推理与和谐,它不仅是神的作品,更是神的一部分,它不仅由神所作成,更是从神而出、由神所生的。

语法注4 条
  1. 2.1καίπερ ἐκ τοῦ σπέρματος γεγονότος

    带有 καίπερ 的让步性属格独立结构。分词 γεγονότος 的逻辑主语是前文的中性单数名词 χορίον(胎盘):“尽管胎盘是由那精种生成的”。

  2. 2.1ἀπόσπασμα καὶ μόριον οὖσαν τοῦ τεκνώσαντος

    分词 οὖσαν 为阴性单数对格,与前面的宾语 τὴν φύσιν 一致,并带有中性名词 ἀπόσπασμα 和 μόριον 作为表语,意为“(其本性)作为生育者的碎块与部分”。

  3. 2.2τῆς ὕλης παρασχομένης

    中动分词形成的属格独立结构。παρέχω 的中动态意为“自备、自行提供”,在此表明质料并非由神生育,而是作为现存的质料素材自行备妥这一前提背景。

  4. 2.2οὐδʼ ὑπʼ αὐτοῦ ἀλλὰ καὶ ἀπʼ αὐτοῦ καὶ ἐξ αὐτοῦ

    介词意义的鲜明对比。ὑπό 支配属格表示外部的施事者/制造者,而 ἀπό 与 ἐκ 则表示源自内部本性、实质性的流溢与传续(出自自身)。这一前置词的递进强调了灵魂并非神的外在作品,而是直接出自神之本体的衍生部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:2.1-2.2