- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:1.1-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
探讨神为何禁止苏格拉底自己生育而命其为他人接生,提出其自省的批判本性、涤除智者虚骄的净化作用、作为公正裁判必须不怀私见,以及真正的神圣智慧在于回忆而非产出等多重视角。
Τί δήποτε τὸν Σωκράτην ὁ θεὸς μαιοῦσθαι μὲν ἐκέλευσεν ἑτέρους, αὐτὸν δὲ γεννᾶν ἀπεκώλυσεν; ὡς ἐν Θεαιτήτῳ λέγεται. Οὐ γὰρ εἰρωνευόμενὸς γε καὶ παίζων προσεχρήσατο ἂν τῷ τοῦ θεοῦ ὀνόματι. καὶ ἄλλως ἐν τῷ Θεαιτήτῳ πολλὰ μεγάλαυχα καὶ σοβαρὰ Σωκράτει περιτέθεικεν, ὧν καὶ ταῦτʼ ἐστί· πολλοὶ γὰρ δή, ὦ θαυμάσιε, οὕτω πρός με διετέθησαν, ὥστʼ ἀτεχνῶς δάκνειν ἕτοιμοι εἶναι, ἐπειδάν τινα λῆρον αὐτῶν ἀφαιρῶμαι· καὶ οὐκ οἴονταί εὐνοίᾳ τοῦτο ποιεῖν πόρρω ὄντες τοῦ εἰδέναι ὅτι οὐδεὶς θεὸς δύσνους ἀνθρώποις· οὐδʼ ἐγὼ δυσνοίᾳ τοιοῦτον οὐδὲν δρῶ, ἀλλά μοι ψεῦδὸς τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις. πότερον οὖν τὴν ἑαυτοῦ φύσιν ὡς κριτικωτέραν ἢ γονιμωτέραν οὖσαν θεὸν προσεῖπε, καθάπερ Μένανδρος ὁ νοῦς γὰρ ἡμῶν ὁ θεός καὶ Ἡράκλειτος ἦθος ἀνθρώπῳ δαίμων· ἢ θεῖόν τι καὶ δαιμόνιον ὡς ἀληθῶς αἴτιον ὑφηγήσατο1 Σωκράτει τοῦτο τῆς φιλοσοφίας τὸ γένος, ᾧ τοὺς ἄλλους ἐξετάζων ἀεὶ τύφου καὶ πλάνου καὶ ἀλαζονείας καὶ τοῦ βαρεῖς εἶναι πρῶτον μὲν αὑτοῖς εἶτα καὶ τοῖς συνοῦσιν ἀπήλλαττε; καὶ γὰρ ὥσπερ ἐκ τύχης τότε φορὰν γενέσθαι συνέβη σοφιστῶν ἐν τῇ Ἑλλάδι· καὶ τούτοις οἱ νέοι πολὺ τελοῦντες ἀργύριον οἰήματος ἐπληροῦντο καὶ δοξοσοφίας, καὶ λόγων ἐζήλουν σχολὴν καὶ διατριβὰς ἀπράκτους ἐν ἔρισι καὶ φιλοτιμίαις καλὸν δὲ καὶ χρήσιμον οὐδʼ ὁτιοῦν. τὸν οὖν ἐλεγκτικὸν λόγον ὥσπερ καθαρτικὸν ἔχων φάρμακον ὁ Σωκράτης ἀξιόπιστος ἦν ἑτέρους ἐλέγχων τῷ μηδὲν ἀποφαίνεσθαι, καὶ μᾶλλον ἥπτετο δοκῶν ζητεῖν κοινῇ τὴν ἀλήθειαν οὐκ αὐτὸς ἰδίᾳ δόξῃ βοηθεῖν.
神究竟为何吩咐苏格拉底为他人接生,却阻止他自己生育?正如在《泰阿泰德篇》中所说的那样。 因为他决不至于出于讽刺和玩笑而妄借神之名。况且在其他方面,〔柏拉图〕在《泰阿泰德篇》中将许多夸耀而庄严的话加在苏格拉底身上,其中就有这些: “确实,可敬的朋友,许多人对我产生了如此的态度,以至于当我剥夺他们某种胡言乱语时,他们简直准备咬我;他们并不认为我是出于善意才这样做的,离认识到‘没有任何神对人类怀有恶意’还差得很远;我自己也绝非出于恶意而做这类事,而是承认虚妄并隐匿真相,于我而言绝不合乎天道。” 那么,他是像米南德所说: “因为我们的理智就是神”,以及赫拉克利特所说: “人的性格就是其守护神”那样,将自己那更具批判性而非更具生育力的天性称为“神”吗? 还是真有某种神圣而属灵的原因,指引苏格拉底采取了这种哲学形式,借此他不断审视他人,使他们摆脱虚骄、迷惑、狂妄,以及首先对他们自己、继而对同伴们成为重负的状态?因为当时在希腊恰如巧合般涌现出一批智者;青年人向他们交付巨额金钱,便充斥着自满和虚假智慧,热衷于在争吵和虚荣中浪费时间的言论与无意义的聚谈,却不追求任何美好和有用的事物。因此,苏格拉底握有反驳的论证如同一剂涤除污垢的良药,因自己不发表任何见解而在反驳他人时受到信任;又因他显出共同探索真理而非维护私见的样子,便更能打动人心。
ἔπειτα τοῦ κρίνειν ὄντος ὠφελίμου, τὸ γεννᾶν ἐμπόδιόν ἐστι. τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον φιλεῖται δὲ τῶν ἰδίων οὐδὲν οὕτως ὡς δόξα καὶ λόγος ὑπὸ τοῦ τεκόντος. ἡ γὰρ λεγομένη τέκνων δικαιοτάτη διανομὴ πρὸς λόγους ἐστὶν ἀδικωτάτη δεῖ γὰρ ἐκεῖ μὲν λαβεῖν τὸ ἴδιον, ἐνταῦθα δέ, κἂν ἀλλότριον ᾖ, τὸ βέλτιστον. ὅθεν ὁ γεννῶν ἴδια γίγνεται φαυλότερος ἑτέρων κριτής. καὶ καθάπερ Ἠλείους τῶν σοφῶν τις ἔφη βελτίους ἂν εἶναι τῶν Ὀλυμπίων ἀγωνοθέτας, εἰ μηδὲ εἷς Ἠλείων ἦν ἀγωνιστής, οὕτως ὁ μέλλων ἐν λόγοις ὀρθῶς ἐπιστατήσειν καὶ βραβεύσειν οὐ δίκαιός ἐστιν αὐτὸς φιλοστεφανεῖν οὐδʼ ἀνταγωνίζεσθαι2 τοῖς κρινομένοις. καὶ γὰρ οἱ τῶν Ἑλλήνων στρατηγοὶ τὴν περὶ τῶν ἀριστείων ψῆφον φέροντες αὑτοὺς ἀρίστους ἔκριναν ἅπαντες· καὶ τῶν φιλοσόφων οὐδεὶς ἔστιν, ὃς οὐ τοῦτο πέπονθε δίχα τῶν ὥσπερ Σωκράτης ὁμολογούντων μηδὲν ἴδιον λέγειν· οὗτοι δὲ καθαροὺς μόνοι καὶ ἀδεκάστους τῆς ἀληθείας παρέχουσιν ἑαυτοὺς δικαστάς. ὥσπερ γὰρ ὁ ἐν τοῖς ὠσὶν ἀήρ, ἂν μὴ σταθερὸς μηδὲ φωνῆς ἰδίας ἔρημος ἀλλʼ ἤχου καὶ ῥοίζου μεστός, οὐκ ἀκριβῶς ἀντιλαμβάνεται τῶν φθεγγομένων· οὕτω τὸ τοὺς λόγους ἐν φιλοσοφίᾳ κρῖνον, ἂν ἔνδοθεν ἀντιπαταγῇ καὶ ἀντηχῇ, δυσξύνετον ἔσται τῶν λεγομένων ἔξωθεν. ἡ γὰρ οἰκεία δόξα καὶ σύνοικος οὐ προσδέξεται τὸ διαφωνοῦν πρὸς αὑτήν, ὡς μαρτυρεῖ τῶν αἱρέσεων τὸ πλῆθος, ὧν, ἂν ἄριστα πράττῃ φιλοσοφία, μίαν ἔχει κατορθοῦσαν, οἰομένας δὲ τὰς ἄλλας ἁπάσας καὶ μαχομένας πρὸς τὴν ἀλήθειαν.3
其次,当判断是有益之时,生育便成了阻碍。因为爱者在所爱之物上是盲目的,而在自己的一切产物中,没有任何东西像观点和言论那样受到其生身之父的溺爱。所谓最公正的孩子分配法,用于言论上却是最不公正的;因为在孩子方面必须接受属于自己的,但在言论方面,哪怕是别人的,也必须接受最好的。因此,生育自己见解的人便成了对他人言论更差的裁判。正如一位智者所言,如果没有任何厄利斯人参赛,厄利斯人就会成为奥林匹亚竞技更好的裁判;同样,准备在言论中正确主持和仲裁的人,没有理由自己渴望戴上花冠,或与被裁判者争雄。事实上,希腊将领们在为勇武奖投票时,所有人都裁定自己是最优秀的;在哲学家中,除了那些像苏格拉底那样公开声明自己不发表任何私见的人之外,没有一个人不陷于这种境地;唯有这些人,才把自己作为纯洁且不受贿买的真理法官呈现出来。正如耳中的空气若非静止且没有自身的声音,反而充斥着噪音和鸣响,便不能准确接收所发出的声音一样;在哲学中裁决言论的器官,如果从内部发出嘈杂的抗响,对于从外部说出的言论就会难以领悟。因为切身的、同住的意见不会接纳与自己不符的事物,正如各学派的繁多所证明的那样:在这些学派中,即使哲学处于极佳状态,也只有一派能取得正确成果,而所有其余各派都在自以为是并与真理搏斗。
ἔτι τοίνυν, εἰ μὲν οὐδέν ἐστι καταληπτὸν ἀνθρώπῳ καὶ γνωστόν, εἰκότως ὁ θεὸς ἀπεκώλυσεν αὐτὸν ὑπηνέμια καὶ ψευδῆ καὶ ἀβέβαια γεννᾶν. ἐλέγχειν δὲ τοὺς ἄλλους ἠνάγκαζε τοιαῦτα δοξάζοντας. οὐ γὰρ μικρὸν ἦν ὄφελος ἀλλὰ μέγιστον ὁ τοῦ μεγίστου τῶν κακῶν, ἀπάτης καὶ κενοφροσύνης, ἀπαλλάττων λόγος "οὐδʼ Ἀσκληπιάδαις τοῦτὸ γʼ ἔδωκε θεός." οὐ γὰρ σώματος ἡ Σωκράτους ἰατρεία, ψυχῆς δʼ ἦν ὑπούλου καὶ διεφθαρμένης καθαρμός. εἰ δʼ ἔστιν ἐπιστήμη τἀληθοῦς ἓν δὲ τἀληθές, οὐκ ἔλαττον ἔχει τοῦ εὑρόντος ὁ μαθὼν παρὰ τοῦ εὑρόντος· λαμβάνει δὲ μᾶλλον ὁ μὴ πεπεισμένος ἔχειν, καὶ λαμβάνει τὸ βέλτιστον ἐξ ἁπάντων, ὥσπερ ὁ μὴ τεκὼν παιδοποιεῖται τὸν ἄριστον.
再者,如果人类确实无可把握、无可认知之物,那么神阻止他生育不孕的虚卵、谎言和不可靠的见解,便是合情合理的。神强迫他去驳斥怀有这类成见的其他人。因为摆脱最大之恶——欺骗和虚妄的论证,决不是微小的益处,而是极大的益处: “连阿斯克勒庇俄斯的子孙,神也未曾赐予此能。” 因为苏格拉底的医术并非针对肉体,而是对溃烂且败坏的灵魂的净化。但如果存在对真理的知识,且真理是独一的,那么从发现者那里学到的人,所拥有的并不逊于发现者;反倒是未确信自己已经拥有的人能领受更多,并从一切事物中领受最优秀的,正如未曾生育的人收养最优秀的孩子一样。
ὅρα δὲ μὴ τἄλλα μὲν οὐδεμιᾶς ἦν ἄξια σπουδῆς4 ποιήματα καὶ μαθήματα καὶ λόγοι ῥητόρων καὶ δόγματα σοφιστῶν, ἃ Σωκράτην γεννᾶν τὸ δαιμόνιον ἀπεκώλυσεν· ἣν δὲ μόνην ἡγεῖτο Σωκράτης σοφίαν περὶ τὸ θεῖον καὶ νοητόν, ἐρωτικὴν ὑπʼ αὐτοῦ προσαγορευομένην, ταύτης οὐ γένεσις ἔστιν ἀνθρώποις οὐδʼ εὕρεσις ἀλλʼ ἀνάμνησις. ὅθεν οὐδὲν ἐδίδασκε Σωκράτης, ἀλλʼ ἐνδιδοὺς ἀρχὰς ἀποριῶν ὥσπερ ὠδίνων τοῖς νέοις ἐπήγειρε καὶ ἀνεκίνει καὶ συνεξῆγε τὰς ἐμφύτους νοήσεις· καὶ τοῦτο μαιωτικὴν τέχνην ὠνόμαζεν, οὐκ ἐντιθεῖσαν ἔξωθεν, ὥσπερ ἕτεροι προσεποιοῦντο, νοῦν τοῖς ἐντυγχάνουσιν, ἀλλʼ ἔχοντας οἰκεῖον ἐν ἑαυτοῖς ἀτελῆ δὲ καὶ συγκεχυμένον καὶ δεόμενον τοῦ τρέφοντος καὶ βεβαιοῦντος ἐπιδεικνύουσαν.
请看,是否其他事物——诗作、学科、修辞学家的演说以及智者的教条——都不值一提,因而神灵阻止苏格拉底生育这些;而苏格拉底认为是关乎神圣与可知之物的唯一智慧(被他称为爱的技艺),对于人类来说既非产生也非发现,而是回忆。因此苏格拉底什么也不传授,而是将困惑的开端如阵痛般赋予青年,唤醒、激动并共同引出他们与生俱来的思想;他将这称为接生术,它并不像其他人所伪称的那样从外部向交往者灌输理智,而是向人们表明,他们自己心中固有理智,只是尚未完全、处于混乱,需要滋养者和巩固者。
- 999eπότερον οὖν τὴν ἑαυτοῦ φύσιν ὡς κριτικωτέραν ἢ γονιμωτέραν οὖσαν θεὸν προσεῖπε... ἢ θεῖόν τι καὶ δαιμόνιον ὡς ἀληθῶς αἴτιον ὑφηγήσατο
由 πότερον ... ἤ 引出的选择疑问句结构。前半句中,τὴν ἑαυτοῦ φύσιν 是 προσεῖπε 的直接宾语,θεόν 作宾语补足语(谓语宾格),ὡς κριτικωτέραν ἢ γονιμωτέραν οὖσαν 是表示理由的分词短语。后半句中,θεῖόν τι καὶ δαιμόνιον ... αἴτιον 作 ὑφηγήσατο 的主语,Σωκράτει 为与格补足语,τοῦτο ... τὸ γένος 为直接宾语。
- 999eοὐ δίκαιός ἐστιν αὐτὸς φιλοστεφανεῖν οὐδʼ ἀνταγωνίζεσθαι
人称结构(δίκαιός ἐστιν + 不定式)。在意义上等同于非人称的 δίκαιόν ἐστι(……是正当/应当的),但形容词 δίκαιος 与句子的主语(ὁ μέλλων ...)在性数格上保持一致。意为“他自己渴望桂冠或与人竞争是不正当的(不合宜的)”。
- 999eὧν, ἂν ἄριστα πράττῃ φιλοσοφία, μίαν ἔχει κατορθοῦσαν, οἰομένας δὲ τὰς ἄλλας ἁπάσας καὶ μαχομένας πρὸς τὴν ἀλήθειαν
在部分属格关系代词 ὧν(先行词为 τῶν αἱρέσεων τὸ πλῆθος)统摄下,主语 φιλοσοφία 带有动词 ἔχει,并列支配两个被分词修饰的宾语:μίαν [αἵρεσιν](被 κατορθοῦσαν 修饰)与 τὰς ἄλλας ἁπάσας [αἱρέσεις](被 οἰομένας ... καὶ μαχομένας 修饰),形成鲜明对立。
- 999eὅρα δὲ μὴ τἄλλα μὲν οὐδεμιᾶς ἦν ἄξια σπουδῆς
ὅρα μή + 直陈式过去未完成时(ἦν)。这是一种提示审慎考量或提出某种假设性怀疑的习用句式:“请看/且考虑是否其他事物其实本不值一提……”。
