- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg133.humanitext-grc2:10.3-10.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者结合具体实例论证了冠词、连词、代词、分词和介词皆非言辞的根本组成部分,而仅仅是调味品、连接工具或名词与动词的衍生附随物,并得出结论:唯有名词和动词才是构成言辞的真正要素。
τί οὖν; φήσαι τις ἄν, οὐδὲν ταῦτα συμβάλλεται πρὸς λόγον; ἔγωγε φήσαιμʼ ἂν ὥσπερ ἅλας συμβάλλεσθαι πρὸς ὄψον ὕδωρ δὲ πρὸς μᾶζαν. Εὔηνος δὲ καὶ τὸ πῦρ ἔφασκεν ἡδυσμάτων εἶναι κράτιστον· ἀλλʼ οὔθʼ ὕδωρ μάζης ἢ ἄρτου μέρος εἶναι λέγομεν οὔτε πῦρ οὔθʼ ἅλας ἑψήματος ἢ βρώματος, ὧν ἀεὶ τυγχάνομεν δεόμενοι· οὐχ ὥσπερ ὁ λόγος πολλάκις ἐκείνων ἀπροσδεής ἐστιν· ὡς δοκεῖ μοι ὁ Ῥωμαίων, ᾧ νῦν ὁμοῦ τι πάντες ἄνθρωποι χρῶνται· προθέσεις τε γὰρ ἀφῄρηκε πλὴν ὀλίγων ἁπάσας, τῶν τε καλουμένων ἄρθρων οὐδὲν προσδέχεται τὸ παράπαν, ἀλλʼ ὥσπερ ἀκρασπέδοις χρῆται τοῖς ὀνόμασι. καὶ οὐ θαυμαστόν ἐστιν, ὅπου καὶ Ὅμηρος ἐπέων κόσμῳ περιγενόμενος ὀλίγοις τῶν ὀνομάτων ἄρθρα ὥσπερ λαβὰς ἐκπώμασι δεομένοις ἢ λόφους κράνεσιν ἐπιτίθησι· διὸ καὶ παράσημα τῶν ἐπῶν, ἐν οἷς ταῦτα ποιεῖ, γέγονεν, ὡς τὸ "Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ" καὶ τὸ "ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο" καὶ βραχέα πρὸς τούτοις ἕτερα. τοῖς δʼ ἄλλοις μυρίοις οὖσιν ἄρθρου μὴ προσόντος, οὐδὲν εἰς σαφήνειαν οὐδὲ κάλλος ἡ φράσις βλάπτεται.
有人或许会问:“那么怎样?难道这些虚词对于言辞毫无助益吗?”我倒要说,它们的助益犹如食盐之于菜肴,水之于麦饼。尤埃诺斯甚至说过火是最好的调味品;然而,尽管我们总是少不了水、火与盐,我们却不会说水是麦饼或面包的一部分,也不会说火或盐是熟肉或食物的一部分;而不像言辞那样往往并不需要那些词语。在我看来,如今几乎所有人都在使用的罗马人的语言正是如此:因为它除了少数几个之外舍弃了几乎所有的介词,而且根本不采用任何所谓的冠词,而是如同穿着不带边饰的衣袍一样使用名词。这并不值得奇怪,因为连在诗句的修饰上登峰造极的荷马,也只在极少数名词上附加冠词,犹如给需要把手的酒杯装上把手,或在头盔上饰以盔缨;因此,凡是他这样做的地方,诗句都显得格外醒目,例如: “然而最能打动好战的埃阿斯之心的, 乃是那位忒拉蒙之子埃阿斯”,以及: “他们筑起它,好让他能逃匿而避开海怪”,除此以外仅有少数其他诗句。而在其他无数没有附加冠词的地方,言辞的清晰与优美丝毫未受损害。
καὶ μὴν οὔτε ζῷον οὔτʼ ὄργανον οὔθʼ ὅπλον οὔτʼ ἄλλο τῶν ὄντων οὐδὲν οἰκείου μέρους ἀφαιρέσει καὶ στερήσει πέφυκε γίγνεσθαι κάλλιον οὐδʼ ἐνεργέστερον οὐδʼ ἥδιον· λόγος δέ, συνδέσμων ἐξαιρεθέντων, πολλάκις ἐμπαθεστέραν καὶ κινητικωτέραν ἔχει δύναμιν ὡς ὁ τοιοῦτος "ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·" καὶ τὰ τοῦ Δημοσθένους ταυτὶ πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὧν ὁ παθὼν ἔνιʼ οὐδʼ ἂν ἀπαγγεῖλαι δύναιθʼ ἑτέρῳ· τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ· ὅταν ὑβρίζων, ὅταν ἐχθρὸς ὑπάρχων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης· ταῦτα κινεῖ, ταῦτʼ ἐξίστησιν αὑτῶν ἀνθρώπους ἀήθεις τοῦ προπηλακίζεσθαι καὶ πάλιν ἀλλʼ οὐ Μειδίας· ἀλλʼ ἀπὸ ταύτης τῆς ἡμέρας λέγει, λοιδορεῖται, βοᾷ· χειροτονεῖται τίς; Μειδίας· Ἀναγυράσιος προβέβληται· Πλουτάρχου προξενεῖ, τἀπόρρητʼ οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. διὸ καὶ σφόδρα τὸ ἀσύνδετον σχῆμα παρὰ τοῖς τέχνας γράφουσιν εὐδοκιμεῖ τοὺς δʼ ἄγαν νομίμους ἐκείνους καὶ μηδένα σύνδεσμον ἐκ τῆς συνηθείας ἀφιέντας ὡς ἀργὴν καὶ ἀπαθῆ καὶ κοπώδη τῷ ἀμεταβλήτῳ τὴν φράσιν ποιοῦντας αἰτιῶνται. τὸ δὲ τοὺς διαλεκτικοὺς μάλιστα συνδέσμων δεῖσθαι πρὸς τὰς τῶν ἀξιωμάτων συναφὰς καὶ συμπλοκὰς καὶ διαζεύξεις, ὥσπερ ἡνιόχους ζυγῶν, καὶ τὸν ἐν Κύκλωπος Ὀδυσσέα λύγων πρὸς τῶν προβάτων οὐ μέρος λόγου τὸν σύνδεσμον ἀλλʼ ὄργανόν τι συνδετικὸν ἀποφαίνει,1 καθάπερ ὠνόμασται, καὶ συνεκτικὸν οὐ πάντων ἀλλὰ τῶν οὐχ ἁπλῶς λεγομένων· εἰ μὴ καὶ τοῦ φορτίου τὸν ἱμάντα καὶ τοῦ βιβλίου τὴν κόλλαν ἀξιοῦσι μέρος εἶναι, καὶ τὰς διανομὰς τοῦ πολιτεύματος, ὡς ἔλεγε Δημάδης, κόλλαν ὀνομάζων τὰ θεωρικὰ τῆς δημοκρατίας ποῖος δὲ σύνδεσμος οὕτως ἓν ἐκ πολλῶν ἀξίωμα ποιεῖ συμπλέκων καὶ συνάπτων, ὡς ἡ μάρμαρος τὸν συλλιπαινόμενον διὰ τοῦ πυρὸς σίδηρον; ἀλλʼ οὐκ ἔστιν οὐδὲ λέγεται τοῦ σιδήρου μέρος· καίτοι ταῦτά γε τοῖς κεραννυμένοις ἐνδυόμενα καὶ συντηκόμενα ποιεῖ τι καὶ πάσχει κοινὸν ἐκ πλειόνων. τοὺς δὲ συνδέσμους εἰσὶν οἱ μὴ νομίζοντες ἕν τι ποιεῖν, ἀλλʼ ἐξαρίθμησιν εἶναι τὴν διάλεκτον, ὥσπερ ἀρχόντων ἐφεξῆς ἢ ἡμερῶν καταλεγομένων.
再者,无论动物、器械、兵刃,还是现存的其他任何事物,绝不可能因其自身固有部分的剥夺和缺失而变得更加美观、更有威力或更为悦人;然而言辞在除去连词时,往往具有更加动人、更具震撼力的力量,正如这行诗所写: “她手中抓着一个刚负伤的活人,另一个完好无损, 战乱中她扯着另一具尸体的双脚在地上拖曳”;又如德摩斯梯尼的这番话: “殴打者可以做出许多举动,受害者甚至连其中某些细节都无法转述给旁人:以身势,以眼神,以声音;在肆意侮辱时,在流露敌意时,以拳击,以掌掴;正是这些举动触动了那些不习惯遭受凌辱的人,令他们不能自持”;又如: “但米狄亚斯却不然;正从那一天起,他高谈阔论,谩骂诅咒,大呼小叫:选出了谁?米狄亚斯!〔这位〕阿那吉鲁斯区民被推举出来;他作普鲁塔克的保护人,通晓机密,全城都容不下他。” 因此,无连词修辞在技艺撰写者那里享有极高的声誉;而那些墨守成规、在日常习惯中决不舍弃任何连词的人,则受到谴责,被指责为因死板不变而使文风拖沓、缺乏激情且令人厌倦。而辩证家们最需要连词来促成命题的结合、合取与析取,正如驭手需要车轭,库克洛普斯洞中的奥德修斯需要柳条来系羊一样,这一事实恰恰表明连词不是言辞的组成部分,而是一种连接的工具——正如其名称所示——而且它所维系的并非一切言辞,而只是非单一陈述的言辞。否则,人们也可以认为皮带是行囊的一部分,胶水是书籍的一部分,公共分配金是政制的一部分了,正如狄马德斯称戏金为民主政体的胶水一样。又有哪一种连词在编织并衔接时,能像大理石在火中熔接铁那样,从多个成分中熔铸出一个命题呢?然而大理石并不是、也从未被称为铁的一部分;尽管这些材料渗入并熔解于调和之物中,从多个成分中共同产生并承受着某种统一体。至于连词,甚至有人认为它们根本没有造就单一的事物,而不过是言语的列举,正如按次序列出执政官或罗列日子一样。
καὶ μὴν τῶν γε λοιπῶν ἡ μὲν ἀντωνυμία περιφανῶς γένος ὀνόματός ἐστιν, οὐχ πτώσεων μετέχει μόνον, ἀλλὰ καὶ τῷ κυριωτάτην ἅμα τῇ φάσει ποιεῖν δεῖξιν ἐνίας ἐπὶ τῶν ὡρισμένων ἐκφερομένας·2 καὶ οὐκ οἶδʼ ὅτι μᾶλλον ὁ Σωκράτην φθεγξάμενος ἢ ὁ τοῦτον εἰπὼν ὀνομαστὶ πρόσωπον δεδήλωκεν.
再者,在其余的词类中,代词显然是名词的一种,不仅因为它分有格变化,而且因为某些代词在针对确定对象说出时,伴随着陈述本身就能产生最权威的指示;我不知道说出“苏格拉底”的人,是否比说“这个人”的人更明确地以名字指明了一个人物。
ἡ δὲ καλουμένη μετοχή, μῖγμα ῥήματος οὖσα καὶ ὀνόματος, καθʼ ἑαυτὴν μὲν οὐκ ἔστιν, ὥσπερ οὐδὲ τὰ κοινὰ θηλυκῶν καὶ ἀρρενικῶν ὀνόματα, συντάττεται δʼ ἐκείνοις, ἐφαπτομένη τοῖς μὲν χρόνοις τῶν ῥημάτων ταῖς δὲ πτώσεσι τῶν ὀνομάτων. οἱ δὲ διαλεκτικοὶ τὰ τοιαῦτα καλοῦσιν ἀνακλάστους,3 οἷον ὁ φρονῶν ἀπὸ τοῦ φρονίμου καὶ ὁ σωφρονῶν ἀπὸ τοῦ σώφρονος ἐστιν, ὡς ὀνομάτων καὶ προσηγοριῶν δύναμιν ἔχοντα.
而所谓的分词,作为动词和名词的混合体,本身并不能独立存在——正如阴阳两性共用的名词一样——而是与它们协同排列,在时态上依托动词,在格变化上依托名词。辩证家将这类词称为派生词,例如“思考着的”源自“有思考力的”,“节制的”源自“节制者”,因为它们具有名词和通名之效力。
τάς γε μὴν προθέσεις ἔστιν ἐπικράνοις καὶ βάσεσι καὶ ὑποθέμασιν, ὡς οὐ λόγους ἀλλὰ περὶ τοὺς λόγους μᾶλλον οὔσας, ὁμοιοῦν. ὅρα δὲ μὴ κόμμασι καὶ θραύσμασιν ὀνομάτων ἐοίκασιν, ὥσπερ γραμμάτων σπαράγμασι καὶ κεραίαις οἱ σπεύδοντες γράφουσι· τὸ γάρ ἐμβῆναι καὶ ἐκβῆναι συγκοπὴ προφανής ἐστι τοῦ ἐντὸς βῆναι καὶ τοῦ ἐκτὸς βῆναι, καὶ τὸ προγενέσθαι τοῦ πρότερον γενέσθαι, καὶ τὸ καθίζειν τοῦ κάτω ἵζειν· ὥσπερ ἀμέλει τὸ λίθους βάλλειν καὶ τοίχους ὀρύσσειν λιθοβολεῖν καὶ τοιχωρυχεῖν ἐπιταχύνοντες καὶ σφίγγοντες τὴν φράσιν λέγουσι.
至于介词,人们大可将其比作柱头、基座和台基,因为它们本身不是言辞,而只是围绕着言辞存在。或者,请考量它们是否犹如名词的碎屑与断片,正如急于书写者使用字母的残简与折笔一样;因为“踏入”和“迈出”显然是“向内步入”和“向外步入”的缩略,“先出生”是“更早出生”的缩略,“坐下”是“向下坐”的缩略;正如人们在加快并紧凑措辞时,不消说会将“掷石”与“掘墙”说成“投石”与“凿墙”一样。
διὸ χρείαν μέν τινα τῷ λόγῳ παρέχεται τούτων ἕκαστον, μέρος δὲ λόγου καὶ στοιχεῖον οὐδέν ἐστι, πλὴν ὥσπερ εἴρηται τὸ ῥῆμα καὶ τοὔνομα, ποιοῦντα τὴν πρώτην τὸ τʼ ἀληθὲς καὶ τὸ ψεῦδος δεχομένην σύνθεσιν, ἣν οἱ μὲν πρότασιν οἱ δʼ ἀξίωμα, Πλάτων δὲ λόγον προσηγόρευκεν.
因此,这些词类虽然各自为言辞提供了一定的功用,却绝非言辞的部分或基本要素,唯有正如前文所说的动词和名词才是,正是它们构成了接纳真与伪的最初结合,这种结合有人称为命题,有人称为断定,而柏拉图则称之为言辞。
- 10.4τὸ δὲ τοὺς διαλεκτικοὺς μάλιστα συνδέσμων δεῖσθαι ... οὐ μέρος λόγου τὸν σύνδεσμον ἀλλʼ ὄργανόν τι συνδετικὸν ἀποφαίνει
句首由中性单数定冠词τό引导的带不定式从句(τοὺς διαλεκτικοὺς ... δεῖσθαι)充当整个长句的语法主语,统领主句动词ἀποφαίνει(表明、证明)。ἀποφαίνει带有名词宾语τὸν σύνδεσμον以及宾语补足语οὐ μέρος ... ἀλλʼ ὄργανόν τι,结构跨越了中间一系列比喻修饰语,属于典型的长句骨架。
- 10.5τῷ κυριωτάτην ἅμα τῇ φάσει ποιεῖν δεῖξιν ἐνίας ἐπὶ τῶν ὡρισμένων ἐκφερομένας
在此原因与格结构(τῷ + 不定式ποιεῖν)中,分词短语ἐνίας ... ἐκφερομένας充当不定式的逻辑主语(宾格)。阴性宾格ἐνίας指代前文的ἀντωνυμίας,特指那些指涉确定对象时发出的指示代词。
- 10.6ἀνακλάστους
这是斯多亚学派逻辑学和语法学中的专门术语,指由原生名词或形容词反照或衍生而来的词形(派生词)。在此用于解释由形容词(φρόνιμος, σώφρων)衍生出的现在分词(φρονῶν, σωφρονῶν)如何虽然兼具动词性,却具有名词和通名的效力。
