← 普鲁塔克

陆生与水生动物孰更为聪明

§8-9

奥普塔图斯的仲裁与狩猎和捕鱼的对比

青年猎手与中立裁判奥普塔图斯到场;依照抽签结果,阿里斯托提穆斯率先陈词,通过对比陆地狩猎的高贵与捕鱼的卑劣展开论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

ΣΩΚΛ.. ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ τὸ θυρίον τῆς κατηγορίας·1 ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον. ΑΥΤ. Ὀρθῶς παραινεῖς· ἀλλʼ Εὐβίωτον μὲν εὖ οἶδα καὶ τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας δαήμονας ἄγρας ὡς Ὅμηρος ἔφη, καὶ διὰ τοῦτʼ Ἀριστοτίμου γενησομένους·2 ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, τοῖσι θαλάσσια ἔργα μέμηλε, Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει. "Τυδείδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη,3" τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολλοῖς ἄγρας ἀκροθινίοις ἀγλαΐσας τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ Δίκτυνναν, ἐνταῦθα δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, ὡς μηδετέροις προσθήσων ἑαυτόν· ἢ φαύλως εἰκάζομεν, ὦ φίλε Ὀπτᾶτε, κοινόν σε καὶ μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν; ΟΠΤΑΤΟΣ. πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτόβουλε· πάλαι γὰρ ὁ Σόλωνος ἐκλέλοιπε νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων. ΑΥΤ.. δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ διʼ ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.ς ΣΩΚΛ. εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως; ΦΑΙΔΙΜΟΣ. γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρασχοῦσα φιλονεικίαν εἶτα κατʼ Εὐριπίδην "ὁ τῆς τύχης παῖς κλῆρος ἐπὶ τούτῳ ταγείς" τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων. ΣΩΚΛ. καιρὸς οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη λέγειν ἡμῖν δʼ ἀκούειν.

索克拉洛斯:打住,奥托布鲁斯,快把控诉的门扇合上!因为那边正走近许多人,且个个喜好狩猎,要改变他们的看法既不容易,又何必去触怒他们。 奥托布鲁斯:你的劝告很对。但我深知,欧比奥托斯、我的堂兄阿里斯同、来自德尔斐的狄奥尼修斯之子埃阿喀得斯与这位阿里斯托提穆斯,以及欧堤达穆斯之子尼坎德,都正如荷马所言,“熟谙捕猎”陆地禽兽之技,因此必将站在阿里斯托提穆斯一边;正如在另一方面,斐狄穆斯正带着那些岛民和沿海居民——来自墨加拉的赫拉克利翁与优卑亚人菲洛斯特拉托斯——走来,这些都是“心系海上劳作之人”。 “你却辨不出狄丢斯之子站在哪一边”,这位与我们同龄的奥普塔图斯,曾以无数捕自海洋与群山的猎物初献之礼,同时光耀了野林猎神与网罟女神,此刻显然正向我们走来,且不打算偏向任何一方。亲爱的奥普塔图斯,我们猜你会成为这群青年之间公正而中立的仲裁者,难道猜错了吗? 奥普塔图斯:你猜得完全正确,奥托布鲁斯;因为梭伦那条惩罚在城邦纷争中不依附任何一方者的法令,早已废弃不用了。 奥托布鲁斯:那么,快坐到我们这边来吧,这样一旦需要见证人,我们就不必给亚里士多德的书籍添麻烦,而是凭借你的切身经验,在听取陈词后作出公正的裁决。 索克拉洛斯:好啦,年轻人,你们关于陈述的次序达成一致了吗? 斐狄穆斯:达成了,索克拉洛斯,在经过一番激烈的争执之后,正如欧里庇得斯所言,“为此指派的命运之子——抽签”,让陆地动物的辩护优先于海洋动物出场。 索克拉洛斯:那么,阿里斯托提穆斯,现在轮到你发言,而由我们来倾听了。

§9

ΑΡΙΣΤΟΤΙΜΟΣ. ἡ μὲν ἀγορὰ τοῖς δικαζομένοις τὰ δὲ τὸν γόνον ἀναλίσκει4 περὶ τὰς ἀποκυήσεις ἐπιτρέχοντα τοῖς θήλεσι· κεστρέως δὲ γένος, οὓς παρδίας καλοῦσιν, ἀπὸ τῆς μύξης τρέφονται τῆς ἑαυτῶν· ὁ δὲ πολύπους αὑτὸν ἐσθίων κάθηται χειμῶνος "ἐν τʼ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισιν" οὕτως ἀργὸς ἢ ἀναίσθητος ἢ γαστρίμαργος ἢ πᾶσι τούτοις ἔνοχός ἐστι. διὸ καὶ Πλάτων αὖ πάλιν ἀπεῖπε νομοθετῶν μᾶλλον δʼ ἀπεύξατο τοὺς νέους θαλαττίου θήρας ἔρωτα λαβεῖν· οὐδὲν γὰρ ἀλκῆς γυμνάσιον οὐδὲ μελέτημα σοφίας οὐδʼ ὅσα πρὸς ἰσχὺν ἢ τάχος ἢ κινήσεις διαπονοῦσι τοῖς πρὸς λάβρακας ἢ γόγγρους ἢ σκάρους ἀγῶσιν· ὥσπερ ἐνταῦθα τὰ μὲν θυμοειδῆ τὸ φιλοκίνδυνον καὶ τὸ ἀνδρεῖον ἀσκεῖ τῶν μαχομένων, τὰ δὲ πανοῦργα τὸ φροντιστικὸν καὶ συνετὸν τῶν ἐπιτιθεμένων, τὰ δὲ ποδώκη τὸ ῥωμαλέον καὶ φιλόπονον τῶν διωκόντων. καὶ ταῦτα τὸ κυνηγεῖν καλὸν πεποίηκε· τὸ δʼ ἁλιεύειν ἀπʼ οὐδενὸς ἔνδοξον οὐδέ γε θεῶν τις ἠξίωσεν ὦ ἑταῖρε γογγροκτόνος, ὥσπερ ὁ Ἀπόλλων λυκοκτόνος, οὐδὲ τριγλοβόλος, ὥσπερ ἐλαφηβόλος ἡ Ἄρτεμις, λέγεσθαι. καὶ τί θαυμαστόν, ὅπου καὶ ἀνθρώπῳ σῦν μὲν καὶ ἔλαφον καὶ νὴ Δία δορκάδα καὶ λαγωὸν ἑλεῖν κάλλιον ἢ πρίασθαι, θύννον δὲ καὶ κάραβον καὶ ἀμίαν σεμνότερόν ἐστιν αὐτὸν ὀψωνεῖν ἢ ἁλιεύειν; τὸ γὰρ ἀγεννὲς καὶ ἀμήχανον ὅλως καὶ ἀπάνουργον αὐτῶν αἰσχρὸν καὶ ἄζηλον καὶ ἀνελεύθερον τὴν ἄγραν πεποίηκε.

阿里斯托提穆斯:法庭(广场)尽可留给打官司的人;然而水族动物却在雌鱼产卵时群起追逐,吞食自己的鱼卵;鲻鱼中有一种被称为斑鲻的,以自己的黏液为食;章鱼在冬日里呆坐着吞食自身,“在无火的居所与凄惨的穴处”,竟是如此懒散、麻木、贪吃,或兼具这所有的劣性。正因如此,柏拉图在立法中再次明令禁止,或者毋宁说是祈愿青年人不要对海上捕鱼产生狂热之情。因为与鲈鱼、康吉鳗或鹦嘴鱼较量,既算不得勇力的锻炼,也算不上智慧的研习,更无助于在力量、速度或机敏方面磨砺自身;相反,在陆地狩猎中,凶猛的兽类磨砺搏斗者的冒险精神与勇敢,狡黠的兽类磨炼袭击者的周密思虑与机智,捷足的兽类则锻炼追击者的强健体魄与坚韧毅力。正是这些使得陆地狩猎成为一项崇高的活动;然而捕鱼却在任何方面都毫无光彩可言,朋友啊,诸神之中绝无一人屑于被称为“杀鳗神”,正如阿波罗被称为“杀狼神”;也无人被称为“射鲻神”,正如阿耳忒弥斯被称为“射鹿神”。这又何足为奇呢?就连对凡人而言,捕获野猪、鹿,以及凭宙斯起誓,捕获瞪羚与野兔,也远比花钱购买更为高尚,但亲自在鱼市上选购金枪鱼、龙虾和狐鲣,却比去垂钓显得更为体面端庄。因为这些水族天性卑贱、毫无抵御之力且全无机智,使得对它们的捕猎沦为一种可耻、不为人艳羡且配不上自由人的勾当。

语法注4 条
  1. 8παραβαλοῦ τὸ θυρίον τῆς κατηγορίας

    短语 παραβάλλειν τὸ θυρίον 是指“用门栓关上小门或窗扇”的习用表达。此处与说明性属格 τῆς κατηγορίας 连用,构成隐喻,意为“合上你控诉的门扇/闭上控诉之口”。

  2. 965cκαὶ διὰ τοῦτʼ Ἀριστοτίμου γενησομένους

    γενησομένους 作为宾格分词,构成承接上文 οἶδα 的宾语补足结构。专有名词属格 Ἀριστοτίμου 与 γίγνεσθαι 连用,属于表示从属或党派倾向的表语性属格,意为“归入阿里斯托提穆斯一方”。

  3. 965cΤυδείδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη

    引自荷马《伊利亚特》第5卷第85行。此句展现了先取构文(prolepsis):本为间接疑问节 ποτέροισι μετείη 之逻辑主语的 Τυδείδην,被提前作为主句动词 γνοίης 的直接宾语。此处以此诗句比拟奥普塔图斯不倾向任何一方的中立姿态。

  4. 965eἡ μὲν ἀγορὰ τοῖς δικαζομένοις τὰ δὲ τὸν γόνον ἀναλίσκει

    在 ἡ μὲν ἀγορὰ τοῖς δικαζομένοις 中省略了系动词或支配动词(如 ἔστω 或 μέλει),构成了惯用引子(“法庭/广场尽可留给诉讼之人”)。其后的 τὰ δὲ 以对比方式引出海洋动物;尽管学界普遍怀疑此处传抄有脱文,但语法上 τὰ 直接充当了描摹水族恶习的现在时直陈式动词 ἀναλίσκει 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:8-9