- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯托提穆斯论证表明,被视为理性标志的各项能力与美德在水生生物中几乎荡然无存,却在陆生动物与飞禽昆虫中显明可见,并列举了大象、狮子、燕子、蜘蛛、乌鸦、蜜蜂、野鹅、鹤及鹭鸶等动物的机智与远虑作为例证。
ΑΡΙΣΤΟΤΙΜΟΣ.καθόλου δέ, ἐπεὶ δἰ ὧν οἱ φιλόσοφοι δεικνύουσι τὸ μετέχειν λόγου τὰ ζῷα, προθέσεις εἰσὶ καὶ παρασκευαὶ1 καὶ μνῆμαι καὶ πάθη καὶ τέκνων ἐπιμέλειαι καὶ χάριτες εὖ παθόντων καὶ μνησικακίαι πρὸς τὸ λυπῆσαν, ἔτι δʼ εὑρέσεις τῶν ἀναγκαίων, ἐμφάσεις ἀρετῆς, οἷον ἀνδρείας κοινωνίας ἐγκρατείας μεγαλοφροσύνης σκοπῶμεν τὰ ἔναλα, εἰ τούτων ἐκεῖνα μὲν οὐδὲν ἤ πού τι παντελῶς ἀμαυρὸν αἴθυγμα καὶ δυσθέατον ἐνιδεῖν μάλα μόλις τεκμαιρομένῳ δίδωσιν· ἐν δὲ τοῖς πεζοῖς καὶ γηγενέσι λαμπρὰ καὶ ἐναργῆ καὶ βέβαια παραδείγματα τῶν εἰρημένων ἑκάστου λαμβάνειν ἔστι καὶ θεᾶσθαι. πρῶτον οὖν ὅρα προθέσεις καὶ παρασκευὰς ταύρων ἐπὶ μάχῃ κονιομένων καὶ κάπρων θηγόντων ὀδόντας· ἐλέφαντες δέ, τῆς ὕλης, ἣν ὀρύττοντες ἢ κείροντες ἐσθίουσιν, ἀμβλὺν τὸν ὀδόντα ποιούσης ἀποτριβόμενον,2 τῷ ἑτέρῳ πρὸς ταῦτα χρῶνται, τὸν δʼ ἕτερον ἔπακμον ἀεὶ καὶ ὀξὺν ἐπὶ τὰς ἀμύνας φυλάττουσιν. ὁ δὲ λέων ἀεὶ βαδίζει συνεστραμμένοις τοῖς ποσίν, ἐντὸς ἀποκρύπτων τοὺς ὄνυχας, ἵνα μὴ τριβόμενοι τὴν ἀκμὴν ἀπαμβλύνωσι μηδὲ καταλείπωσιν εὐπορίαν τοῖς στιβεύουσιν· οὐ γὰρ ῥᾳδίως ὄνυχος εὑρίσκεται λεοντείου σημεῖον, ἀλλὰ μικροῖς καὶ τυφλοῖς ἴχνεσιν ἐντυγχάνοντες ἀποπλανῶνται καὶ διαμαρτάνουσιν. ὁ δʼ ἰχνεύμων ἀκηκόατε δήπουθεν ὡς οὐδὲν ἀπολείπει θωρακιζομένου πρὸς μάχην ὁπλίτου· τοσοῦτον γὰρ ἰλύος περιβάλλεται καὶ περιπήγνυσι τῷ σώματι χιτῶνα μέλλων ἐπιτίθεσθαι τῷ κροκοδείλῳ. τὰς δὲ χελιδόνων πρὸ τῆς τεκνοποιίας παρασκευὰς ὁρῶμεν, ὡς εὖ τὰ στερεὰ κάρφη προϋποβάλλονται δίκην θεμελίων, εἶτα περιπλάττουσι τὰ κουφότερα κἂν πηλοῦ τινος ἐχεκόλλου δεομένην αἴσθωνται τὴν νεοττιάν, λίμνης ἢ θαλάττης ἐν χρῷ παραπετόμεναι ψαύουσι τοῖς πτίλοις ἐπιπολῆς, ὅσον νοτεραί, μὴ βαρεῖαι γενέσθαι τῇ ὑγρότητι,3 συλλαβοῦσαι δὲ κονιορτὸν οὕτως ἐξαλείφουσι καὶ συνδέουσι τὰ χαλῶντα καὶ διολισθάνοντα τῷ δὲ σχήματι τοὔργον οὐ γωνιῶδες οὐδὲ πολύπλευρον, ἀλλʼ ὁμαλὸν ὡς ἔνεστι μάλιστα καὶ σφαιροειδὲς ἀποτελοῦσι καὶ γὰρ μόνιμον καὶ χωρητικὸν τὸ τοιοῦτο καὶ τοῖς ἐπιβουλεύουσι θηρίοις ἔξωθεν ἀντιλήψεις οὐ πάνυ δίδωσι. τὰ δʼ ἀράχνης ἔργα, κοινὸν ἱστῶν γυναιξὶ καὶ θήρας σαγηνευταῖς ἀρχέτυπον, οὐ καθʼ ἓν ἄν τις θαυμάσειε καὶ γὰρ ἡ τοῦ νήματος ἀκρίβεια καὶ τῆς ὑφῆς τὸ μὴ διεχὲς μηδὲ στημονῶδες ἀλλὰ λείου συνέχειαν ὑμένος καὶ κόλλησιν ὑπό τινος ἀδήλως παραμεμιγμένης γλισχρότητος ἀπειργασμένον, ἥ τε βαφὴ τῆς χρόας ἐνάερον καὶ ἀχλυώδη ποιοῦσα τὴν ἐπιφάνειαν ὑπὲρ τοῦ λαθεῖν, αὐτή τε μάλιστα πάντων ἡ τῆς μηχανῆς αὐτῆς ἡνιοχεία καὶ κυβέρνησις, ὅταν ἐνσχεθῇ τι τῶν ἁλωσίμων, ὥσπερ δεινοῦ σαγηνευτοῦ, ταχὺ συναιρεῖν εἰς ταὐτὸ καὶ συνάγειν τὸ θήρατρον αἰσθανομένης καὶ φρονούσης, τῇ καθʼ ἡμέραν ὄψει καὶ θέᾳ τοῦ γιγνομένου πιστὸν ἔσχε τὸν λόγον. ἄλλως δʼ ἂν ἐδόκει μῦθος, ὥσπερ ἡμῖν ἐδόκει τὸ τῶν ἐν Λιβύῃ κοράκων, οἳ ποτοῦ δεόμενοι λίθους ἐμβάλλουσιν ἀναπληροῦντες καὶ ἀνάγοντες τὸ ὕδωρ, μέχρι ἂν ἐν ἐφικτῷ γένηται εἶτα μέντοι κύνα θεασάμενος ἐν πλοίῳ, τῶν ναυτῶν μὴ παρόντων, εἰς ἔλαιον ἀμφορέως ἀποδεοῦς ἐμβάλλοντα τῶν χαλίκων, ἐθαύμασα πῶς νοεῖ καὶ συνίησι τὴν γιγνομένην ἔκθλιψιν ὑπὸ τῶν βαρυτέρων τοῖς κουφοτέροις ὑφισταμένων. ὅμοια δὲ καὶ τὰ τῶν Κρητικῶν μελισσῶν καὶ τὰ τῶν ἐν Κιλικίᾳ χηνῶν· ἐκεῖναι μὲν γὰρ ἀνεμῶδές τι μέλλουσαι κάμπτειν ἀκρωτήριον ἑρματίζουσιν ἑαυτάς, ὑπὲρ τοῦ μὴ παραφέρεσθαι, μικροῖς λιθιδίοις· οἱ δὲ χῆνες τοὺς ἀετοὺς δεδοικότες, ὅταν ὑπερβάλλωσι τὸν Ταῦρον, εἰς τὸ στόμα λίθον εὐμεγέθη λαμβάνουσιν, οἷον ἐπιστομίζοντες αὑτῶν καὶ χαλινοῦντες τὸ φιλόφωνον καὶ λάλον, ὅπως λάθωσι σιωπῇ παρελθόντες. τῶν δὲ γεράνων καὶ τὸ περὶ τὴν πτῆσιν εὐδοκιμεῖ πέτονται γάρ, ὅταν πνεῦμα πολὺ καὶ τραχὺς ἀήρ, οὐχ, ὥσπερ εὐδίας οὔσης, μετωπηδὸν ἢ κόλπῳ μηνοειδοῦς περιφερείας, ἀλλʼ εὐθὺς εἰς τρίγωνον συνάγουσαι σχίζουσι τῇ κορυφῇ τὸ πνεῦμα περιρρέον, ὥστε μὴ διασπασθῆναι τὴν τάξιν. ὅταν δὲ κατάρωσιν ἐπὶ γῆν, αἱ προφυλακὴν ἔχουσαι νυκτὸς ἐπὶ θατέρου σκέλους ὀχοῦνται τὸ σῶμα, τῷ δʼ ἑτέρῳ ποδὶ λίθον περιλαβοῦσαι κρατοῦσι· συνέχει γὰρ ὁ τῆς ἁφῆς τόνος ἐν τῷ μὴ καθεύδειν πολὺν χρόνον· ὅταν δʼ ἀνῶσιν, ἐκπεσὼν ὁ λίθος ταχὺ διήγειρε τὴν προεμένην ὥστε μὴ πάνυ θαυμάζειν τοῦ Ἡρακλέους, εἰ4 τόξα μασχάλῃ ὑποθεὶς καὶ "κραταιῷ περιβαλὼν βραχίονι, εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον·" μηδʼ αὖ πάλιν τοῦ πρώτου ὑπονοήσαντος ὀστρέου μεμυκότος ἀνάπτυξιν ἐντυχόντα τοῖς ἐρωδιῶν σοφίσμασιν ὅταν γὰρ τὴν κόγχην καταπίῃ μεμυκυῖαν, ἐνοχλούμενος ἐγκαρτερεῖ, μέχρι ἂν αἴσθηται μαλασσομένην καὶ χαλῶσαν ὑπὸ τῆς θερμότητος· τότε δʼ ἐκβαλὼν κεχηνυῖαν καὶ ἀνεσπασμένην ἐξεῖλε τὸ ἐδώδιμον.
阿里斯托提穆斯:总括而言,既然哲学家们用以证明动物分有理性的根据,乃是意图、准备、记忆、情感、对幼崽的照料、受惠者的感激、对施害者所怀的怨怼,以及寻找生存必需品的能力与美德的显露——诸如勇敢、合作、节制与宽宏大度——那么让我们来考察一下水生生物,看看在它们身上,是否上述特质全然无存,抑或不过向极其艰难揣度之人提供某种完全模糊难见的微光;相反,在陆行和地上栖息的动物中,人们却能观察并目睹上述每一种品质光辉、昭著且确凿的范例。 首先,请看公牛为战斗扬起尘土、野猪磨砺獠牙时的意图与准备。至于大象,由于挖掘或折取充饥的草木会通过磨损使牙齿变钝,它们便专以其中一牙从事此等劳作,而将另一牙始终保持尖锐锐利以备御敌。狮子行路时总是收缩其足,将爪隐于内部,以免因磨损而钝化其尖端,亦不至为追踪者留下便利的踪迹;因为狮爪的痕迹绝难找寻,追踪者往往因遇到细微而不清晰的足印而迷失方向,错失目标。至于獴,你们想必听说过它丝毫不在披坚执锐准备战斗的重装步兵之下;因为在即将袭击鳄鱼时,它会在身上裹敷并凝结如此厚实的一层泥浆外套。 我们再看燕子在繁育之前的准备工作:它们何其巧妙地先在下方铺垫坚硬的麦秸作为基石,随后在周围敷上较轻的材料;若察觉巢穴需要某些粘性的泥土,便贴着湖面或海面掠飞,以羽毛轻触水表,仅取微湿而不致因水分过重,再粘取尘土,以此涂抹并粘合松动滑落之处;在形状上,它们筑成的造物绝无棱角或多面,而是尽可能制作成平整的球形;因为此等形状不仅坚固耐用且容积宽裕,且使外来企图侵犯的野兽难以抓握借力。 至于蜘蛛的造物——这既是女子织机之母,亦是渔人围网捕猎之原型——人们绝不能仅赞美其一端:其丝线的精细,织网的结构既无断续亦非疏散的经线,而是通过暗中混入的某种粘液织就如光滑薄膜般的连续与附着,其色泽的浸染使表面如烟如霭以避察觉,而尤为重要的是那机关本身的驾驭与掌控,一旦有猎物落入其中,〔蜘蛛〕便如高明的拉网渔夫一般,感知并懂得迅速将猎网收缩拢合——日复一日对此过程的目睹与观看,已证实了此种说法的确凿。否则,这必定会被视为虚构的传说,正如我们过去认为利比亚的乌鸦因口渴而投入石子以注满并将水面升至可及之处乃是传说一样。然而后来,我亲眼看见一只船上的狗,在水手们不在场时,将小石子投入一罐未满的油罐中,我惊叹它竟能领会并理解较重之物沉入较轻之物下方时所产生的排挤原理。 克里特蜜蜂与基利家野鹅的行为亦复如此。蜜蜂在即将绕过迎风的海岬时,会携取细小的石块压舱以防被风吹偏;而野鹅因畏惧老鹰,在飞越陶鲁斯山脉时,会在口中衔一块硕大的石子,仿佛抑制并勒住自己好叫多言的本性,以便悄然通过而不被发觉。鹤类的飞行同样享有盛名:每逢大风与恶劣天气,它们并不像在晴朗天气中那样排成一字横队或新月弧形,而是迅速收拢为三角形,以其尖端破开周围流过的狂风,从而使队列不致散乱。当它们降落地面时,负责夜间守卫者便单腿独立支撑身体,另一只脚则抓握着一块石头;因为抓握的张力能长久支撑其不致入睡;一旦松劲,掉落的石头便立刻惊醒疏忽的守卫。因此,人们全然不必惊异于赫拉克勒斯何以将弓置于腋下, “以强劲的手臂环抱, 右手紧握木棒而眠”;对于那位最初想到撬开紧闭牡蛎的人,一旦见识过鹭鸶的机巧,人们亦同样无须惊叹:因为当鹭鸶吞下紧闭的贝类后,尽管难受却依然隐忍,直至察觉贝壳在体热的作用下软化松解;随后便吐出张开且拉展的贝壳,取食其中的美味。
- 10ἐπεὶ διʼ ὧν οἱ φιλόσοφοι δεικνύουσι τὸ μετέχειν λόγου τὰ ζῷα, προθέσεις εἰσὶ καὶ παρασκευαὶ
句首的原因连词 ἐπεὶ 引导一个长达 μεγαλοφροσύνης 的从属分句,主句则由表达劝勉的虚拟式 σκοπῶμεν τὰ ἔναλα 开始。在 ἐπεὶ 分句内部,关系从句 διʼ ὧν ... τὰ ζῷα 前置于关系代词 ὧν 的先行词(即后文的名词列 προθέσεις, παρασκευαί 等)。
- 966cτῆς ὕλης, ἣν ὀρύττοντες ἢ κείροντες ἐσθίουσιν, ἀμβλὺν τὸν ὀδόντα ποιούσης ἀποτριβόμενον
τῆς ὕλης ... ποιούσης 为属格独立结构。分词 ποιούσης 支配双重宾格(以 τὸν ὀδόντα 为宾语,ἀμβλὺν 为宾语补足语),与其一致的现在分词 ἀποτριβόμενον 则表示方式或手段(“由于磨损”)。
- 966eὅσον νοτεραί, μὴ βαρεῖαι γενέσθαι τῇ ὑγρότητι
ὅσον 用作表示程度的副词性成分,与谓语形容词 νοτεραί(与主语燕子性数一致)以及表示结果的不定词短语 μὴ βαρεῖαι γενέσθαι 连用,表达限制性的程度(“恰好使其湿润,而不致因水分过重”)。
- 967cὥστε μὴ πάνυ θαυμάζειν τοῦ Ἡρακλέους, εἰ
由 ὥστε + 不定词构成的结果从句。动词 θαυμάζω 支配所涉及人物的属格(τοῦ Ἡρακλέους),而令人惊异的内容或缘由则由连词 εἰ(“如果/哪怕”)引导的分句引出。
