← 普鲁塔克

陆生与水生动物孰更为聪明

§6-7

动物理性与正义的调和及利用之道

索克拉洛斯提出了斯多亚派等人的反驳,即若承认动物有理性,则人类生活或正义秩序将无法维系;奥托布鲁斯对此回应,提出了惩除害兽、利用驯兽的毕达哥拉斯式调和之道,主张远离残暴与奢靡的得当利用并不违背正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

ΣΩΚΛ.. ὀρθῶς μοι δοκεῖς ὑπονοεῖν· οἱ γὰρ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μάλιστα πρὸς τοὐναντίον ἐντείνονται τῷ λόγῳ, τῆς δικαιοσύνης ἑτέραν γένεσιν οὐκ ἐχούσης, ἀλλὰ παντάπασιν ἀσυστάτου καὶ ἀνυπάρκτου γιγνομένης, εἰ πᾶσι τοῖς ζῴοις λόγου μέτεστι γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον·1 καὶ τρόπον τινὰ θηρίων βίον βιωσόμεθα, τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθμῷ μυριάδας, οἳ τροφὴν σάρκας ἄλλο δʼ οὐδὲν ἴσασιν ἀλλʼ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐν ὄρεσι τέχνη, τίς κόσμος διαίτης, ἂν, ὡς προσήκει, λογικοῖς καὶ ὁμοφύλοις πᾶσι τοῖς ζῴοις οὖσιν ἀβλαβῶς καὶ μετʼ εὐλαβείας προσφέρεσθαι μάθωμεν, ἔργον ἐστὶν εἰπεῖν.2 οὐδὲν οὖν φάρμακον οὐδʼ ἴαμα ἢ τὸν βίον ἀναιρούσης ἢ τὴν δικαιοσύνην ἀπορίας ἔχομεν, ἂν μὴ τὸν ἀρχαῖον ὅρον καὶ νόμον φυλάττωμεν, ᾧ καθʼ Ἡσίοδον ὁ τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον "ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετʼ αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην" πρὸς ἀλλήλους. οἷς δʼ οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς·, οὐδʼ ἡμῖν πρὸς ἐκεῖνα γίγνεται τὸ ἀδικεῖν· ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτʼ εὐρεῖαν ἄλλην οὔτε λιτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπολελοίπασι.

索克拉洛斯:在我看来,你的推测是正确的;因为斯多亚派和漫步学派的人们极力把论述推向相反的方向,理由是如果所有动物都分有理性,正义便不可能有别的起源,而是变得完全无法立足且不复存在。因为如果我们不怜惜它们,就必然会行不义之事;而如果不使用它们,我们的生活就将变得不可能且陷入绝境;放弃从野兽身上获得的用处,我们某种程度上就会过着野兽般的生活。且不说那些无法计数的数万、只知道以肉类为食的游牧民和穴居人,哪怕是对我们这些看似温和且富有人道精神地生活的人来说,如果由于所有动物都是有理性的同类,我们理应学会毫无伤害且审慎地对待它们,那么大地上还能剩下什么营生,海洋里还能剩下什么营生,山林间还能剩下什么技艺,饮食起居还能剩下什么秩序,这甚至都难以言表!因此,如果我们不遵守那古老的界限与法律——按照赫西俄德的说法,那位划分自然并将两类物种各自确立者规定: “鱼类、野兽与飞鸟, 应当彼此相食,因为它们之间没有正义; 但他把正义赐予了人类” 以彼此相待——那么面对这种要么毁灭生活要么毁灭正义的困境,我们就没有任何药方或解救之策。对于那些无法对我们行正义之事的物种,我们在对待它们时也就不存在行不义之事;因为那些放弃这套说法的人,既没有为正义留下任何其他宽阔的道路,也没有留下任何简易的捷径让其进入。

§7

ΑΥΤ.. ταῦτα μέν, ὦ φίλε τἀπὸ καρδίας3 τῶν ἀνδρῶν ἐξείρηκας οὐ μὴν δοτέον, ὥσπερ δυστοκούσαις γυναιξί, περιάψασθαι τοῖς φιλοσόφοις ὠκυτόκιον, ἵνα ῥᾳδίως καὶ ἀταλαιπώρως τὸ δίκαιον ἡμῖν ἀποτέκωσιν. οὐδὲ γὰρ αὐτοὶ τῷ Ἐπικούρῳ διδόασιν ὑπὲρ τῶν μεγίστων σμικρὸν οὕτω πρᾶγμα καὶ φαῦλον, οἶμαι, ἄτομον παρεγκλῖναι μίαν ἐπὶ τοὐλάχιστον, ὅπως ἄστρα καὶ ζῷα καὶ τύχη παρεισέλθῃ καὶ τὸ ἐφʼ ἡμῖν μὴ ἀπόληται δεικνύναι δὲ τὸ ἄδηλον ἢ λαμβάνειν τι τῶν προδήλων καὶ προσήκει τὸ περὶ τῶν ζῴων ὑποτίθεσθαι πρὸς τὴν δικαιοσύνην, εἰ μήθʼ ὁμολογεῖται μήτʼ ἄλλως ἀποδεικνύουσιν. ἔχει γὰρ ἑτέραν ὁδὸν ἐκεῖ τὸ δίκαιον οὐ σφαλερὰν καὶ παράκρημνον οὕτω καὶ διὰ τῶν ἐναργῶν ἀνατρεπομένων ἄγουσαν, ἀλλʼ ἣν, Πλάτωνος ὑφηγουμένου, δείκνυσιν οὑμὸς υἱός, ὦ Σώκλαρε, σὸς δʼ ἑταῖρος, τοῖς μὴ φιλομαχεῖν ἕπεσθαι δὲ καὶ μανθάνειν βουλομένοις. ἐπεὶ τό γε μὴ παντάπασι καθαρεύειν ἀδικίας τὸν ἄνθρωπον οὕτω τὰ ζῷα μεταχειριζόμενον Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ὡς ἀληθὲς προσδέχονται, πολλάκις ὀδυρόμενοι καὶ λοιδοροῦντες τὴν φύσιν, ὡς ἀνάγκην καὶ πόλεμον οὖσαν, ἀμιγὲς δὲ μηδὲν μηδʼ εἰλικρινὲς ἔχουσαν ἀλλὰ διὰ πολλῶν κἀδίκων παθῶν περαινομένην· ὅπου καὶ τὴν γένεσιν αὐτὴν ἐξ ἀδικίας συντυγχάνειν λέγουσι, τῷ θνητῷ συνερχομένου τοῦ ἀθανάτου, καὶ τρέφεσθαι τὸ γεννώμενον παρὰ φύσιν μέλεσι τοῦ γεννήσαντος ἀποσπωμένοις. οὐ μὴν ἀλλὰ ταῦτα μὲν ἄκρατα καὶ πικρὰ φαίνεται κατακόρως· ἑτέρα δʼ ἐστὶν ἐμμελὴς παρηγορία, μήτε τῶν ζῴων τὸν λόγον ἀφαιρουμένη καὶ σῴζουσα χρωμένων αὐτοῖς ὡς προσήκει τὸ δίκαιον· ἣν τῶν σοφῶν καὶ παλαιῶν εἰσαγόντων συστᾶσα λαιμαργία μεθʼ ἡδυπαθείας ἐξέβαλε καὶ ἠφάνισεν, αὖθις δὲ Πυθαγόρας ἀνελάμβανε, διδάσκων ὡφελεῖσθαι μὴ ἀδικοῦντας οὐ γὰρ ἀδικοῦσιν οἱ τὰ μὲν ἄμικτα καὶ βλαβερὰ κομιδῇ κολάζοντες καὶ ἀποκτιννύοντες, τὰ δʼ ἥμερα καὶ φιλάνθρωπα ποιούμενοι τιθασὰ καὶ συνεργὰ χρείας, πρὸς ἣν ἕκαστον εὖ πέφυκεν, "ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονάς," ὧν ὁ Αἰσχύλου Προμηθεὺς δοῦναι φησὶν ἡμῖν "ἀντίδουλα καὶ πόνων ἐκδέκτορα·" κυσὶ δὲ χρώμενοι προφυλάττουσιν, αἶγάς τε καὶ ὄϊς ἀμελγόμενα καὶ κειρόμενα νέμοντες. οὐ γὰρ ἀναιρεῖται τὸ ζῆν οὐδὲ βίος ἀπόλλυται τοῖς ἀνθρώποις, ἂν μὴ λοπάδας ἰχθύων μηδʼ ἥπατα χηνῶν ἔχωσι μηδὲ βοῦς μηδʼ ἐρίφους κατακόπτωσιν ἐπʼ εὐωχίᾳ, μηδʼ ἀλύοντες ἐν θεάτροις μηδὲ παίζοντες ἐν θήραις τὰ μὲν ἀναγκάζωσι τολμᾶν ἄκοντα καὶ μάχεσθαι, τὰ δὲ μηδʼ ἀμύνεσθαι πεφυκότα διαφθείρωσι. τὸν γὰρ παίζοντα καὶ παιζόμενον οἶμαι συμπαίζουσι δεῖν χρῆσθαι καὶ ἱλαροῖς, οὐχ ὥσπερ ὁ Βίων ἔλεγε τὰ παιδάρια παίζοντα τῶν βατράχων τοῖς λίθοις ἐφίεσθαι, τοὺς δὲ βατράχους μηκέτι παίζοντας ἀλλʼ ἀληθῶς ἀποθνήσκειν, οὕτω κυνηγεῖν καὶ ἁλιεύειν, ὀδυνωμένοις τερπομένους καὶ ἀποθνήσκουσι,4 τοῖς δʼ ἀπὸ σκύμνων καὶ νεοσσῶν ἐλεεινῶς ἀγομένοις. οὐ γὰρ οἱ χρώμενοι ζῴοις ἀδικοῦσιν, ἀλλʼ οἱ χρώμενοι βλαβερῶς καὶ ὀλιγώρως καὶ μετʼ ὠμότητος.

奥托布鲁斯:我的朋友,你确实道出了那些学者的心声。然而,我们绝不能像对待难产的妇女那样,给哲学家们佩戴上催生符,好让他们轻松毫不费力地为我们产下正义。因为他们自己也不会为了最重大的事情,就准许伊壁鸠鲁让单个原子发生哪怕极微小的偏斜——依我看这是如此微小且微不足道的事——以便让星辰、动物和偶然进入其中,并使取决于我们自身的事物不至泯灭。相反,要么证明不明显之事,要么从明显之事中获取前提,而且在关涉正义的问题上,如果关于动物的判断既未达成共识又未被他们以其他方式证明,将其作为假设立论才是恰当的。因为正义在那里有另一条道路,那条道路并不如此危险和陡峭,也不通过推翻显而易见的事实来导向结论;索克拉洛斯啊,在柏拉图的指引下,我的儿子——也是你的同伴——正向那些不愿好勇斗狠、而愿追随学习的人展示着这条道路。况且,人类以这种方式对待动物并非完全不沾染不义,恩培多克勒和赫拉克利特也将此视为真实,他们常常悲叹并谴责自然本身就是必然与战争,没有任何未经混杂或纯粹之物,而是通过许多不义的受苦得以完成;他们甚至说,生成本身就源于不义,即不死者与必死者的结合,而出生的生命违反自然地依靠生育者被撕裂的肢体得以滋养。话虽如此,这些看法未免显得过于偏激而严酷;但还有另一种协调的慰藉,既不剥夺动物的理性,又为那些得当地使用动物的人保全了正义。当初古代的智者引入这种慰藉时,与贪图享乐结为一体的暴食将其驱逐并湮灭了,但后来毕达哥拉斯重新拾起它,教导人们在不行不义的前提下获取益处。因为那些彻底惩戒并杀死无法共处且有害的野兽,同时将温顺且近人的动物驯化,使之成为与其天然天赋相适应的用处的协作者的人,并没有行不义之事: “马与驴的驾轭以及公牛的族类”, 正如埃斯库罗斯笔下的普罗米修斯所说,赐予我们 “作为奴役的替代与劳苦的承担者”; 人们使用狗来警戒守卫,放牧山羊和绵羊来挤奶剪毛。因为人类即便不享用成盘的鱼肉和鹅肝,不在宴饮时宰割牛和小山羊,不在剧场中狂欢或在狩猎中玩乐,强迫一些动物违背本愿去逞勇搏斗,并摧毁那些天生不会自卫的动物,生命也不会被废除,生活也不会毁灭。因为我认为,玩乐者与被玩乐者应当与同样欢快的伙伴一同嬉戏;而不是像比翁所说的那样,小孩子们玩乐着向青蛙扔石头,青蛙却不再是在玩乐而是在真正地死去——绝不该如此去狩猎和捕鱼,在有的〔动物〕痛苦和死去、另一些凄惨地被从幼崽和雏鸟身边带走时取乐。因为行不义的并不是使用动物的人,而是有害地、轻慢地且残暴地使用动物的人。

语法注4 条
  1. 964aἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον

    该句在逻辑上与前半句与格结构 ἡμῖν ἀφειδοῦσιν αὐτῶν 形成对照,但在后半句中转为了属格独立结构(genitivus absolutus)μὴ χρωμένων。两者的逻辑主语皆为人类(“我们”),此处的句法变异(破格现象)将后半条件表现为独立属格分词短语。

  2. 964bἔργον ἐστὶν εἰπεῖν

    固定表达 ἔργον ἐστί 后接不定词 εἰπεῖν,意为“很难说出/绝非易事”(相当于 χαλεπόν ἐστι)。它对前面由 ποῖον ἔργον ... τίς τέχνη ... τίς κόσμος 引出的连串修辞疑问起到了收束总结的作用。

  3. 964cτἀπὸ καρδίας

    冠词 τά 与介词短语 ἀπὸ καρδίας 结合而成的紧缩形(crasis),意为“发自内心的(真情实感/心声)”,修饰 τῶν ἀνδρῶν(“那些人/哲学家们”)。这是一种习惯表达,表示承认对方恰如其分地道出了论敌最切实的由衷之言。

  4. 965bὀδυνωμένοις τερπομένους καὶ ἀποθνήσκουσι

    分词 τερπομένους(“享受/取乐”)支配与格分词 ὀδυνωμένοις καὶ ἀποθνήσκουσι(“受苦和垂死之物”),作原因或对象与格。其后的短语 τοῖς δʼ ἀπὸ σκύμνων ... ἀγομένοις 亦与这些与格成分并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:6-7