← 普鲁塔克

陆生与水生动物孰更为聪明

§4-5

动物对理性的分有与不完全的美德

索克拉洛斯提出质疑,认为动物既然无法达到美德的终极目标,便难以认为它们具有理性;奥托布鲁斯则通过区分天生潜能与完善美德,并列举动物具有恶劣、亲子之情与洁净习性等实例,反驳并论证动物也不同程度地分有理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ΣΩΚΛ.. κἀμὲ τοίνυν, ὦ Αὐτόβουλε, ταῦτὰ γε τίθει πειθόμενον τῷ δὲ τοῖς ἀνθρωπίνοις ἤθεσι καὶ βίοις καὶ πράξεσι καὶ διαίταις τὰ τῶν ζῴων παρατιθέναι1 ἄλλην τε πολλὴν ἐνορῶν φλαυρότητα καὶ τῆς ἀρετῆς, πρὸς ἣν ὁ λόγος γέγονε, μηδένα ἐμφανῆ στοχασμὸν αὐτῶν μηδὲ προκοπὴν μηδʼ ὄρεξιν, ἀπορῶ πῶς ἡ φύσις ἔδωκε τὴν ἀρχὴν αὐτοῖς, ἐπὶ τὸ τέλος ἐξικέσθαι μὴ δυναμένοις. ΑΥΤ. Ἀλλὰ τοῦτο μὲν οὐδʼ αὐτοῖς ἐκείνοις, ὦ Σώκλαρε, τοῖς ἀνδράσιν ἄτοπον εἶναι δοκεῖ· τὴν γοῦν πρὸς τὰ ἔκγονα φιλοστοργίαν ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὔ φασιν αὐτοῖς οὐδʼ ἀξιοῦσι μετεῖναι δικαιοσύνης. ἡμιόνοις δὲ τῶν γεννητικῶν μορίων οὐδὲν ἐνδεῖ· καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθʼ ἡδονῆς τούτοις ἔχουσαι πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δʼ ἄλλως, μὴ καὶ καταγέλαστόν ἐστι2 τοὺς Σωκράτας καὶ τοὺς Πλάτωνας οὐδὲν ἐλαφροτέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φάσκειν, ἀλλʼ ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ καθαρὸν μηδʼ ἀπηκριβωμένον πρὸς ἀρετὴν ὡς στέρησιν οὐχὶ φαυλότητα λόγου καὶ ἀσθένειαν, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται καὶ γὰρ δειλίαν πολλοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ἐνυπάρχουσαν. ὁ δʼ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν· ἔπειτα τὴν διαφορὰν ἐμποδὼν οὖσαν οὐ συνορᾷ· λόγος μὲν γὰρ ἐγγίγνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας διὸ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστιν. ἣν δὲ ζητοῦσιν ὀρθότητα καὶ σοφίαν οὐδʼ ἄνθρωπον εἰπεῖν κεκτημένον ἔχουσιν. ὡς γὰρ ὄψεώς ἐστι πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν· οὐ γὰρ ὁμοίως ἱέρακες βλέπουσι καὶ τέττιγες οὐδʼ ἀετοὶ πέτονται καὶ πέρδικες· οὕτως οὐδὲ παντὶ λογικῷ μέτεστιν ὡσαύτως τῆς εὑρομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος· ἐπεὶ δείγματά γε πολλὰ κοινωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τοὺς πορισμοὺς καὶ τὰς οἰκονομίας, ὥσπερ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας δειλίας ἀβελτερίας, ἔνεστιν αὐτοῖς. καὶ μαρτυρεῖ τὸ νυνὶ πεποιηκὸς ἐν τοῖς νεανίσκοις τὴν ἅμιλλαν· ὡς γὰρ οὔσης τινὸς διαφορᾶς, οἱ μὲν τὰ χερσαῖά φασιν οἱ δὲ τὰ θαλάσσια μᾶλλον προῆχθαι φύσει πρὸς ἀρετήν· ὃ δὴ καὶ δῆλόν ἐστι, παραβαλλομένων πελαργοῖς ἵππων ποταμίων· οἱ μὲν γὰρ τρέφουσι τοὺς πατέρας οἱ δʼ ἀποκτιννύουσιν ἵνα τὰς μητέρας ὀχεύωσι καὶ περιστεραῖς περδίκων οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσδεχομένης τὴν ὀχείαν, οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν, ἐν μέρει θάλποντες τὰ ᾠά καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἐὰν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τοὺς νεοττούς. ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότητος οὐκ οἶδʼ ὅπως παρεῖδε τὰς λύγκας καὶ τὰς χελιδόνας, ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτουσαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελιδόνες ἔξω στρεφομένους διδάσκουσι τοὺς νεοττοὺς ἀφιέναι τὸ περίττωμα. καίτοι διὰ τί δένδρου δένδρον οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέοντος; ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βραδύτερον οὐκ ἔστιν οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδʼ ἀκρατέστερον, οἷς μὴ φύσει πᾶσιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δʼ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποίηκεν;3

索克拉洛斯:因此,奥托布鲁斯啊,请认为在这些事上我也已被说服。然而,当我把动物的情况与人类的品性、生活、行为和生活方式进行比照,不仅看到其中有许多其他的拙劣之处,而且对于理性所为之而生的美德,它们既无明显的追求,也无进步或渴求,我便感到困惑:对于那些无法达到终极目标的事物,自然怎会赋予它们开端呢? 奥托布鲁斯:可是索克拉洛斯啊,就连那些学者自己也不认为这有什么荒谬。至少他们一方面把对后代的关爱确立为我们共同体与正义的开端,另一方面看到动物身上也极多且极其强烈地存在着这种关爱,却声称并认为它们不配分享正义。骡子并不缺乏任何生殖器官;因为它们拥有生殖器和子宫,也能带着愉悦去使用它们,却无法达到生育的终极目的。从另一角度考虑,一方面声称苏格拉底们和柏拉图们身上的恶劣丝毫不比随便哪个奴隶更轻微,而是同样愚蠢、放荡且不义,另一方面又指责野兽未能达到纯粹而完满的美德状态是缺乏理性而非理性的拙劣与软弱,这难道不可笑吗?况且他们还承认恶劣本身也是合乎理性的,而每一种野兽都充斥着这种恶劣;事实上,我们在许多动物身上都能看到怯懦、放荡、不义和恶意。至于断言不能顺理成章地接受正当理性之物天生便不接受理性的人,首先他与那些主张猴子天生没有分得丑陋、乌龟也没有分得迟钝(因为它们既不容纳美丽也不容纳迅速)的人毫无二致;其次,他也未能明察横亘其间的区别。因为理性乃是天生的,但高尚而完善的理性则来自于关怀与教导;因此凡有灵魂者都分有理性。然而他们所追求的正当与智慧,他们甚至说不出有哪一个人曾拥有过。正如视觉与视觉之间、飞翔与飞翔之间存在差异——因为鹰与蝉的看法并不相同,雕与鹧鸪的飞法也不一样——同样地,并非每一个有理性的存在都同样分得那达到极致的灵活与敏锐;因为在动物身上确实有着许多关于共同体、勇敢以及在谋求生活和持家方面的精巧的证据,正如反过来也有它们的反面——不义、怯懦、愚钝的证据一样。眼下在青年人中引起这场争论的事正可以证明这一点:仿佛正因为存在某种差别,一些人说陆生动物天生更能趋向美德,另一些人则说是海洋动物。将河马与鹳鸟进行比较,这一点就十分清楚了:鹳鸟会赡养父母,而河马为了能与母亲交配而杀死父亲。将鹧鸪与鸽子相比也是如此:鹧鸪会毁坏并弄死鸟蛋,因为雌鸟在孵卵时不接受交配;而鸽子则轮流照看,分头温热鸟蛋,并先给雏鸟喂食,如果雌鸟离开太久,雄鸟就会啄它,把它赶回蛋和雏鸟身边。安提帕特谴责驴和羊忽视洁净,我真不知他为何视山猫和燕子于不见:山猫完全把山猫石运往远处藏匿湮灭,而燕子则教导雏鸟转身向外排泄废物。话说回来,我们为什么不说一棵树比另一棵树更无知(像说羊比狗更无知那样),也不说一种蔬菜比另一种蔬菜更怯懦(像说鹿比狮子更怯懦那样)呢?难道不是因为,正如在静止不动的事物中不存在一个比另一个更迟缓,在无声的事物中不存在一个比另一个声音更微弱一样,如果不是因为思考的能力天生存在于一切动物之中,并以或多或少的方式在不同个体中存在而造成了所见到的差异,那么也就不会有更怯懦、更迟钝、更不节制之说了吗?

§5

ΣΩΚΛ. ἀλλὰ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμαθείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων. ΑΥΤ.. καὶ γὰρ ἐκείνων, ὦ ἑταῖρε, πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ τοῦτο δʼ ὄψεως ῥώμῃ μνημονεύειν ἀναπεπλησμένους ταραχῆς καὶ παραπεπαικότας ἀγνοεῖν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συντρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἐξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.

索克拉洛斯:然而,人类在容易学习、敏锐以及关涉正义与共同体的事情上与动物的差异之大,实属惊人。 奥托布鲁斯:但我的朋友啊,在动物之中,也有许多在体型和足疾方面,在视觉的力量方面超越人类。因此,若是有人说那些充满骚乱、神志错乱以致认不出最亲近的面孔并逃离熟悉居所的人仍有记忆,他要么似乎是无视了显而易见的事实,要么就是看清了由此产生的后果,却仍在固执地与真理作对。

语法注3 条
  1. 4τῷ δὲ τοῖς ἀνθρωπίνοις ἤθεσι καὶ βίοις καὶ πράξεσι καὶ διαίταις τὰ τῶν ζῴων παρατιθέναι

    带定冠词与格的不定式短语(τῷ παρατιθέναι),表示原因或方式,与随后的分词短语(ἐνορῶν...)结合,并修饰主动词 ἀπορῶ(“因将动物与人类的习性等相比较,我感到困惑”)。

  2. 962bμὴ καὶ καταγέλαστόν ἐστι

    由连词 μή 引导并接直陈式(ἐστι)的间接疑问从句,受 σκόπει 支配,表达疑虑或反诘语气(“审视一下这难道不也是可笑的吗”)。

  3. 963aοἷς μὴ φύσει πᾶσιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δʼ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποίηκεν

    由 οἷς μή 引导的条件性关系从句,承前省略了连系动词或存在动词(如 ἔνεστι 或 πάρεστι)。其构架表达假设条件:“如果不是因为思考的能力天生存在于一切之中,并通过多寡不同的存在造成了所见的差异……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:4-5