- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:3#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥托布鲁斯指出动物同样具备记忆、预先筹划、情感及对快感的反应,驳斥了将动物心灵活动仅仅视为“仿佛具有”理性的荒谬立场。
διὸ καὶ Κλεομένης ὁ βασιλεύς, παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρωτηθεὶς εἰ μὴ φαίνεται σπουδαῖον, ἐκέλευσεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν.1 ὅθεν ἀνάγκη πᾶσιν, οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν, εἰ τῷ νοεῖν αἰσθάνεσθαι πεφύκαμεν. ἔστω δὲ μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον ἀλλʼ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τἀλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἤδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καί, μὴ παρόντων, ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καὶ ταυτί γε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν, ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν πρόθεσιν ὁριζόμενοι σημείωσιν ἐπιτελειώσεως, τὴν δʼ ἐπιβολὴν ὁρμὴν πρὸ ὁρμῆς, παρασκευὴν δὲ πρᾶξιν πρὸ πράξεως, μνήμην δὲ κατάληψιν ἀξιώματος παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη. τούτων γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι,2 καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ἐννοίας καλοῦσι κινουμένας δὲ διανοήσεις. τὰ δὲ πάθη σύμπαντα κοινῶς κρίσεις φαύλας καὶ δόξας ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ ζηλοτυπιῶν αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλʼ ἐπὶ σωφρονισμῷ, λύπην διʼ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. ἡδονῆς δὲ τῇ μὲν διʼ ὤτων ὄνομα κήλησίς ἐστι τῇ δὲ διʼ ὀμμάτων γοητεία· χρῶνται δʼ ἑκατέροις ἐπὶ τὰ θηρία. κηλοῦνται μὲν γὰρ ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται βιαζόμενοι ταῖς φώτιγξι, καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. ὁ δʼ ὦτος αὖ πάλιν ἁλίσκεται γοητευόμενος, ὀρχουμένων ἐν ὄψει μεθʼ ἡδονῆς ἅμα ῥυθμῷ γλιχόμενος τοὺς ὤμους εὖ διαφέρειν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήθʼ ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευάζεσθαι μήτε μνημονεύειν, ἀλλʼ ὡσανεὶ μνημονεύειν τὴν μέλιτταν καί ὡσανεὶ παρασκευάζεσθαι τὴν χελιδόνα καὶ ὡσανεὶ θυμοῦσθαι τὸν λέοντα καὶ ὡσανεὶ φοβεῖσθαι τὴν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς λέγουσι3 μήτε βλέπειν μήτʼ ἀκούειν ἀλλʼ ὡσανεὶ βλέπειν αὐτὰ καὶ ὡσανεὶ ἀκούειν μηδὲ φωνεῖν ἀλλʼ ὡσανεὶ φωνεῖν, μηδʼ ὅλως ζῆν ἀλλʼ ὡσανεὶ ζῆν· ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν,4 ὡς ἐγὼ πείθομαι.
因此,克利奥米尼斯国王在一次宴饮中,当一个表演备受赞赏时,有人问他这难道不精彩吗,他便让众人自己去看,因为他本人的心思还在伯罗奔尼撒。由此可见,如果我们天生就是通过思考来进行感知的,那么凡拥有感知能力的,也必然拥有思考能力。即使姑且承认感觉为了完成自身的活动并不需要知性;可是,一旦感觉在动物身上确立了亲和之物与相悖之物的分别而退去之后,那已经记住并恐惧痛苦之事、渴求有益之事,且在这些事物不在跟前时,在心中筹划如何能获得它们,预备据点和庇护所,又为即将捕捉的猎物预备陷阱,为抵御袭击者预备逃跑之路的,又是什么主体呢?而且正是那些斯多亚派学者,通过谈论这些事情让人厌倦,他们总是在入门书中将“企图”定义为“完成的指向”,将“着手”定义为“冲动之前的冲动”,将“准备”定义为“行动之前的行动”,将“记忆”定义为“对过去命题的把握,其现在形态曾由感觉所把握”。因为在这些事物中,没有哪一样不是合乎理性的,并且全部存在于一切动物之中;这正如关于思考活动的事情一样,他们把潜藏的思考称为“概念”,把活动中的思考称为“思索”。此外,他们既然一致承认一切情感都是“不良的判断和见解”,却对兽类中愤怒的、恐惧的,甚至以宙斯起誓,嫉妒与猜忌的诸多行为与举动视而不见,这真令人诧异;而且他们自己也会惩罚犯错的猎犬与马匹,这并非徒劳而为,而是为了训诫,通过疼痛使它们产生悲伤,而这种悲伤我们称之为悔改。再者,在快感之中,通过耳朵感受到的被称为“蛊惑”,通过眼睛感受到的被称为“幻惑”;而人们将这两者都用于对待野兽。事实上,鹿和马会被排箫和长笛所蛊惑,人们用芦笛强行将螃蟹从石缝中呼唤出来,据说当人们唱歌拍手时,鲱鱼也会浮出水面迎上前来。至于角鸮又是因幻惑而被捕获的,因为它在眼前跳舞的人面前怀着愉悦,极力随着节拍巧妙地摆动双肩。然而,针对这些现象愚蠢地声称野兽既不感到快乐,也不发怒,也不恐惧,也不准备,也不记忆,而只是蜜蜂“仿佛记忆”、燕子“仿佛准备”、狮子“仿佛发怒”、鹿“仿佛恐惧”的人,我不知道他们将如何应对那些主张野兽既不看也不听,而只是“仿佛在看”、“仿佛在听”,既不发声,而只是“仿佛发声”,甚至根本没有活着,而只是“仿佛活着”的人;因为依我之见,后一种说法与显然的事实相违背的程度,并不甚于前一种说法。
- 3αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν
间接引语中带有 γάρ 的原因从句的不定式结构,从属于主句动词 ἐκέλευσεν。由于其逻辑主语指代主句主语克利奥米尼斯本人,故使用主格 αὐτός 而非宾格(主格与不定式结构)。
- 961cτούτων γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι
双重否定的惯用结构 οὐδὲν ὅ τι μή(相当于 οὐδὲν ὅ τι οὐ,“无一不是……”)。先行词 οὐδέν 与关系代词 ὅ τι 融合,表达强烈的普遍肯定含义。
- 961eοὐκ οἶδα τί χρήσονται τοῖς λέγουσι
χράομαι 带与格(τοῖς λέγουσι)的惯用搭配,意为“将如何应对/处理那些声称……的人”。间接疑问句中的与格表示需要应对的反驳者或对象。
- 961eταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν
使用比较属格(ἐκείνων)的比较句式。它指出主语 ταῦτα(后一种荒谬主张)“并不比前一种主张(ἐκείνων)更违背显然的事实(παρὰ τὴν ἐνάργειαν)”,通过修辞性比较表明二者在违背自明之理上完全一样荒谬。
