← 普鲁塔克

陆生与水生动物孰更为聪明

§35

翠鸟的智慧与筑巢技巧

费狄穆斯赞扬了翠鸟的卓越智慧、其在冬至产卵时获神明赐予风平浪静的恩宠、对年迈雄鸟的照料与忠贞,以及仅凭鸟喙编织飞鱼骨以建造不沉精巧之巢的神技,并提及对某些水生生物的宗教敬奉与免捕特权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

ΦΑΙΔΙΜΟΣ. ἀλλʼ οἷον, ὦ φίλε Πόσειδον, ὀλίγου πάθος ὡς ἄτοπον πέπονθα καὶ καταγέλαστον, εἴ με διατρίβοντα περὶ φώκας καὶ βατράχους τὸ σοφώτατον καὶ θεοφιλέστατον ἐξέφυγε1 καὶ παρῆλθε τῶν ἐνάλων. ποίας γὰρ ἀηδόνας ἄξιον τῷ φιλομούσῳ τῆς ἀλκυόνος ἢ τῷ φιλοτέκνῳ χελιδόνας ἢ τῷ φιλάνδρῳ πελειάδας; ἢ τῷ τεχνικῷ παραβάλλειν μελίττας; τίνος δὲ γενέσεις καὶ τόκους καὶ ὠδῖνας ὁ θεὸς οὕτως ἐτίμησε; τὰς μὲν γὰρ Λητοῦς γονὰς μίαν ἑδρασθεῖσαν ὑποδέξασθαι νῆσον ἱστοροῦσι, τῇ δʼ ἀλκυόνι τικτούσῃ περὶ τροπὰς πᾶσαν ἵστησι θάλασσαν ἀκύμονα καὶ ἀσάλευτον. ὅθεν οὐδὲν ἔστι ζῷον ἄλλο, ὃ οὕτω φιλοῦσιν ἄνθρωποι, διʼ ἣν ἑπτὰ μὲν ἡμέρας ἑπτὰ δὲ νύκτας ἐν ἀκμῇ χειμῶνος ἀδεῶς πλέουσι, τῆς κατὰ γῆν πορείας τηνικαῦτα τὴν διὰ τῆς θαλάσσης ἀσφαλεστέραν ἔχοντες. εἰ δὲ δεῖ καὶ περὶ ἑκάστης τῶν ἀρετῶν ἃς ἔχει βραχέα φάναι, φίλανδρος μὲν οὕτως ἐστίν, ὥστε μὴ καθʼ ἕνα καιρὸν ἀλλὰ διʼ ἔτους συνεῖναι καὶ προσδέχεσθαι τὴν τοῦ ἄρρενος ὁμιλίαν οὐ διὰ τὸ ἀκόλαστον ἄλλῳ γὰρ οὐ μίγνυται τὸ παράπαν ἀλλʼ ὑπʼ εὐνοίας ὥσπερ γυνὴ γαμετὴ καὶ φιλοφροσύνης· ὅταν δὲ διὰ γῆρας ἀσθενὴς ὁ ἄρρην γένηται συνέπεσθαι καὶ βαρύς, ὑπολαβοῦσα γηροφορεῖ καὶ γηροτροφεῖ, μηδαμοῦ προϊεμένη μηδὲ καταλείπουσα χωρίς· ἀλλὰ τοῖς ὤμοις ἐκεῖνον ἀναθεμένη καὶ κομίζει πανταχόσε καὶ θεραπεύει καὶ σύνεστιν ἄχρι τελευτῆς. τῷ δὲ φιλοτέκνῳ καὶ πεφροντικότι τῆς σωτηρίας τῶν γεννωμένων2 συναισθανομένη κύουσαν ἑαυτὴν τάχιστα τρέπεται πρὸς ἐργασίαν τῆς νεοττιᾶς, οὐ φύρουσα πηλὸν οὐδὲ προσερείδουσα τοίχοις καὶ ὀρόφοις ὥσπερ αἱ χελιδόνες, οὐδὲ χρωμένη πολλοῖς τοῦ σώματος ἐνεργοῖς μέρεσιν, ὥσπερ τῆς μελίττης ἐνδυομένης τῷ σώματι καὶ τὸ κηρίον ἀνοιγούσης ὁμοῦ ψαύοντες οἱ ἓξ πόδες εἰς ἑξάγωνα τὸ πᾶν ἀγγεῖα διαιροῦσιν· ἡ δʼ ἀλκυὼν ἓν ὄργανον ἁπλοῦν ἓν ὅπλον ἓν ἐργαλεῖον ἔχουσα, τὸ στόμα, καὶ μηδὲν ἄλλο τοῦ φιλοπόνου καὶ φιλοτέχνου συνεργόν, οἷα μηχανᾶται καὶ δημιουργεῖ χαλεπόν ἐστι πεισθῆναι μὴ καταμαθόντας ὄψει τὸ πλαττόμενον ὑπʼ αὐτῆς μᾶλλον δὲ ναυπηγούμενον, σχημάτων πολλῶν μόνον ἀπερίτρεπτον καὶ ἀβάπτιστον συλλέξασα γὰρ τὰς τῆς βελόνης ἀκίδας συντίθησι καὶ συνδεῖ πρὸς ἀλλήλας ἐγκαταπλέκουσα τὰς μὲν εὐθείας τὰς δὲ πλαγίας, ὥσπερ ἐπὶ στήμονι κρόκην ἐμβάλλουσα, προσχρωμένη καμπαῖς καὶ περιαγωγαῖς διʼ ἀλλήλων, ὥστε διαρμόσαι καὶ γενέσθαι στρογγύλον ἐνήρεμον, πρόμηκες ἐκ τοῦ σχήματος, ἁλιευτικῷ κύρτῳ παραπλήσιον. ὅταν δὲ συντελέσῃ, φέρουσα παρέθηκε παρὰ τὸ κλύσμα τοῦ κύματος, ὅπου προσπίπτουσα μαλακῶς ἡ θάλασσα τὸ μὲν οὐ καλῶς ἀραρὸς ἐδίδαξεν ἀκέσασθαι καὶ καταπυκνῶσαι, χαλώμενον ὁρῶσαν3 ὑπὸ τῆς πληγῆς τὰ δʼ ἡρμοσμένα κατασφίγγει καὶ πήγνυσιν, ὥστε καὶ λίθῳ καὶ σιδήρῳ δυσδιάλυτον εἶναι καὶ δύστρωτον. οὐδενὸς δʼ ἧσσον ἀξιοθαύμαστόν ἐστιν ἥ τε συμμετρία τό τε σχῆμα τῆς τοῦ ἀγγείου κοιλότητος πεποίηται γὰρ αὐτὴν ἐκείνην μόνην ἐνδυομένην δέχεσθαι τοῖς δʼ ἄλλοις τυφλὸν εἶναι πάντῃ καὶ κρύφιον, ὥστε παριέναι μηδὲν εἴσω μήτε τῆς γῆς μήτε τῆς θαλάττης. οἶμαι μὲν οὖν μηδένα ὑμῶν ἀθέατον εἶναι τῆς νεοττιᾶς· ἐμοὶ δὲ πολλάκις ἰδόντι καὶ θιγόντι παρίσταται λέγειν καὶ ᾄδειν "Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ ναῷ" τὸν κεράτινον βωμὸν εἶδον ἐν τοῖς ἑπτὰ καλουμένοις θεάμασιν ὑμνούμενον, ὅτι μήτε κόλλης δεόμενος μήτε τινὸς ἄλλου δεσμοῦ διὰ μόνων τῶν δεξιῶν συμπέπηγε καὶ συνήρμοσται κεράτων. ἵλεως δʼ ὁ θεὸς εἴη καὶ πρός τι μουσικὸν ὄντα καὶ νησιώτην, ὑμνουμένης τῆς πελαγίου σειρῆνος, εὐμενῶς καὶ καταγελᾶν τῶν ἐρωτημάτων ἐκείνων, ἃ σκώπτοντες ἐρωτῶσιν οὗτοι, δια τί Ἀπολλων συθ οὐδὲ τριγλοβο δὴ γινώσκοντα Ἀφροδίτην ὁμου κατὰ θάλατταν ποιουμένην αὑτῆς ἱερὰ καὶ ἀδελφὰ καὶ μηδενὶ φονευομένῳ χαίρουσαν. ἐν δὲ Λέπτει τοὺς ἱερεῖς τοῦ Ποσειδῶνος οὐδὲν ἔναλον τὸ παράπαν ἐσθίοντας τρίγλαν δὲ τοὺς ἐν Ἐλευσῖνι μύστας σεβομένους ἴστε, καὶ τῆς Ἥρας ἐν Ἄργει τὴν ἱέρειαν ἀπεχομένην ἐπὶ τιμῇ τοῦ ζῴου· τὸν γὰρ θαλάττιον λαγωόν, ὅς ἐστιν ἀνθρώπῳ θανάσιμος, κτείνουσιν αἱ τρίγλαι μάλιστα καὶ καταναλίσκουσι διὸ ταύτην ὡς φιλάνθρωπα καὶ σωτήρια ζῷα τὴν ἄδειαν ἔχουσι.

费狄穆斯:然而,亲爱的波塞冬啊,倘若在留恋于海豹与青蛙之际,水生生物中最具智慧且最受神明眷顾者竟逃过我的注意而漏掉,我几乎要蒙受多么离奇而可笑的厄运啊!究竟有什么夜莺配得上与翠鸟的通晓音律相提并论,有什么燕子配得上其慈幼之情,有什么鸽子配得上其忠贞之德,又有什么蜜蜂配得上其精妙工艺?神明又曾如此厚待过谁的繁衍、分娩与阵痛?人们相传,只有一座固定下来的岛屿接纳了勒托的产育,然而当翠鸟在冬至前后产卵时,神明却使整片大海止息,平息风浪而不起一丝涟漪。因此,再没有其他动物如此为人类所珍爱,因其恩赐,人们得以在隆冬深处安然航行七天七夜,在彼时享有比陆路更为安全的海路行旅。若亦需就其所具有的诸般美德简述一二,她是对配偶极其温厚忠贞者,并非仅在特定的一时,而是整年都与雄鸟共处并接纳其交接;这绝非出于放纵——因她断不与他者交配——而是宛如结发之妻,出于好意与温情。当雄鸟因年迈而衰弱沉重、无法相随之际,她便从下方托起,背负并赡养年迈的他,绝不弃之于外亦不各自分离;反将他负于双肩,四方携载,悉心照料,相伴直至终老。此外,出于慈爱幼雏并顾全后代安危之念,她一旦察觉自身受孕,便立刻着手构筑巢穴;她既不像燕子那样揉和泥土并涂抹在墙垣屋顶之上,亦不像蜜蜂以身躯潜入开凿蜂巢、凭借六足齐施将整个容器划分为六角小室那样运用身体诸多活动部位;翠鸟仅凭单一简陋的器官、唯一的武器兼工具——即其喙——且别无助其勤勉与巧艺之物,所构想与造就之器物,若非亲眼目睹其所塑之造物——或者更当称之为造船——实令人难以置信;那是诸多形状中唯一既不倾覆亦不沉没之造物。她搜集颌针鱼的骨刺,将其编排并彼此系结,将平直与倾斜之刺交错编织,宛如在经线上织入纬线,相互弯折回旋穿引,使之契合而成一圆整稳固之器,其外形修长,极类渔人所用之筌。待其完工,她便将其衔至波涛拍击之水边,任由海水轻柔拍打,海水使她看到骨刺在冲击下松动,从而指点她修补并压实未曾契合稳妥之处,同时又将契合严密之处压紧固化,使其坚固到虽石块与铁器亦难以拆解击破。此器皿内部之空腔其匀称与形态亦同样令人称奇;因其设计恰只容翠鸟自身钻入,对其他一切则全然封闭隐匿,使得陆地或海中之物无一能渗入其中。我想诸位无人未曾见过此巢;而对于多次目睹并抚触它的我而言,便不由得吟诵道:“昔日曾在提洛岛阿波罗神殿之旁,如此之物”——我曾见过那座在所谓世界七大奇迹中备受赞颂的角祭坛,因为它无需黏胶亦无需任何其他束具,纯赖右侧之兽角契合筑成。愿神明施恩,仁慈看待这位通晓音律的岛民对海中塞壬的称颂,并宽纵地嘲笑那些人戏谑提出的问题——为何阿波罗……亦不……羊鱼……深知阿芙洛狄忒在海上共享其圣物与姊妹之谊,且绝不喜悦于任何遭杀戮之物。你们亦知,在勒普提斯,波塞冬的祭司绝不食用任何海产,厄琉息斯的入教者敬奉红鲣,阿耳戈斯赫拉的女祭司亦出于对该兽的敬重而避食之;盖因对人致命的海兔,正是主要被红鲣所捕杀吞食;因此它们作为仁善救人之物,享有了免受捕杀的特权。

语法注3 条
  1. 35ὀλίγου πάθος ὡς ἄτοπον πέπονθα καὶ καταγέλαστον, εἴ με... ἐξέφυγε

    属格 ὀλίγου 相当于习惯短语 ὀλίγου δεῖν(“几乎”、“差一点”)。主句的完成时直陈语气 πέπονθα 与由 εἰ 引导的过去时直陈语气 ἐξέφυγε 相结合,构成了类似于过去非真实条件句的表达,意在强调某种差一点发生但幸得避免的事态(“倘若漏掉了……我险些遭受何等荒唐可笑之事”)。

  2. 983bτῷ φιλοτέκνῳ καὶ πεφροντικότι τῆς σωτηρίας τῶν γεννωμένων

    中性单数与格定冠词 τῷ 同时统辖形容词 φιλοτέκνῳ 和完成时分词 πεφροντικότι,构成一个名词化的与格短语。该与格表示原因或动机(原因与格),修饰后文的动词短语 τρέπεται πρὸς ἐργασίαν,意为“出于爱雏之心及对后代安危之关切”。

  3. 983dτὸ μὲν οὐ καλῶς ἀραρὸς ἐδίδαξεν ἀκέσασθαι καὶ καταπυκνῶσαι, χαλώμενον ὁρῶσαν

    主语为前文的 ἡ θάλασσα(大海),大海被拟人化为主动词 ἐδίδαξεν(指教、教会)的主体。分词 χαλώμενον 修饰受词 τὸ μὲν οὐ καλῶς ἀραρός(未能紧密契合之部分),而阴性单数宾格分词 ὁρῶσαν 则指代翠鸟,作不定词 ἀκέσασθαι 和 καταπυκνῶσαι 的逻辑主语,整个结构意为“大海使她在看见该部分于冲击下松动时,学会了去修补并夯实未牢固契合之处”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:35