- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:33-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
费狄穆斯列举鱼类、鲨鱼、海龟、鳄鱼、海豹与青蛙等动物,论述它们在护卵、体内抚育、预判产卵地点以及严选抚养后代方面所展现出的惊人智谋与亲情关怀。
ΦΑΙΔΙΜΟΣ. ἀλλʼ ἥ γε πρόνοια κοινὴ τοῖς τίκτουσι τῶν γεννωμένων οἱ δʼ ἄρρενες οὐ τὸν αὑτῶν κατεσθίουσι γόνον, ἀλλὰ καὶ προσδιατρίβουσι τοῖς κυήμασιν ᾠοφυλακοῦντες ὡς ἱστόρηκεν Ἀριστοτέλης· οἱ δʼ ἑπόμενοι ταῖς θηλείαις, καταρραίνουσι κατὰ μικρὸν τὸν θορόν· ἄλλως γὰρ οὐ γίγνεται μέγα τὸ τεχθὲν ἀλλʼ ἀτελὲς μένει καὶ ἄναυξον. ἰδίᾳ δʼ αἱ φυκίδες ἐκ τῶν φυκίων οἷον νεοττιὰν διαπλασάμεναι περιαμπέχουσι τὸν γόνον καὶ σκέπουσιν ἀπὸ τοῦ κλύδωνος. τοῦ δὲ γαλεοῦ τὸ φιλόστοργον οὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερβολὴν γλυκυθυμίας πρὸς τὰ ἔκγονα καὶ χρηστότητος ἀπολέλοιπε1 τίκτουσι μὲν γὰρ ᾠόν εἶτα ζῷον οὐκ ἐκτὸς ἀλλʼ ἐντὸς ἐν ἑαυτοῖς καὶ τρέφουσιν οὕτω καὶ φέρουσιν ὥσπερ ἐκ δευτέρας γενέσεως ὅταν δὲ μείζονα γένηται, μεθιᾶσι θύραζε καὶ διδάσκουσι νήχεσθαι πλησίον· εἶτα πάλιν εἰς ἑαυτοὺς διὰ τοῦ στόματος ἐπαναλαμβάνουσι καὶ παρέχουσιν ἐνδιαιτᾶσθαι τὸ σῶμα χώραν ἅμα καὶ τροφὴν καὶ καταφυγήν, ἄχρι ἂν ἐν δυνάμει τοῦ βοηθεῖν αὑτοῖς γένηται. θαυμαστὴ δὲ καὶ ἡ τῆς χελώνης περὶ τὴν γένεσιν καὶ σωτηρίαν τῶν γεννωμένων ἐπιμέλεια τίκτει μὲν γὰρ ἐκβαίνουσα τῆς θαλάττης πλησίον, ἐπῳάζειν δὲ μὴ δυναμένη μηδὲ χερσεύειν πολὺν χρόνον ἐντίθησι τῇ ψάμμῳ τὰ ᾠὰ καὶ τὸ λειότατον ἐπαμᾶται τῆς θινὸς αὐτοῖς καὶ μαλακώτατον ὅταν δὲ καταχώσῃ καὶ ἀποκρύψῃ βεβαίως, οἱ μὲν λέγουσι τοῖς ποσὶν ἀμύττειν καὶ καταστίζειν τὸν τόπον, εὔσημον ἑαυτῇ ποιοῦσαν οἱ δὲ τὴν θήλειαν ὑπὸ τοῦ ἄρρενος στρεφομένην, τύπους ἰδίους καὶ σφραγῖδας ἐναπολείπειν· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστιν, ἡμέραν ἐκφυλάξασα τεσσαρακοστήν, ἐν τοσαύταις γὰρ ἐκπέττεται καὶ περιρρήγνυται τὰ ᾠά, πρόσεισι καὶ γνωρίσασα τὸν ἑαυτῆς ἑκάστη θησαυρόν, ὡς οὐδεὶς χρυσίου θήκην ἄνθρωπος, ἀσμένως ἀνοίγει καὶ προθύμως.
费狄穆斯:然而,对后代的眷顾实为所有繁育之物所共有;雄性亦不吞食自己的后代,反倒如亚里士多德所记载的那样,守候在受孕卵旁看护鱼卵;它们紧随雌性之后,缓缓喷洒精液,因为否则产出之物便无法长大,只能保持残缺而不长。尤其是绿锦鱼,以海藻塑出如鸟巢般的结构,将鱼卵包裹起来以抵御浪潮的冲击。至于鲨鱼的慈爱,更未将对幼仔的温情与仁善之首位让给最温驯的动物;因为它们先是产卵,继而在体内而非体外孕育成活体,以此将它们蕴含并养育,宛如经历了第二次新生;待幼鲨稍大,便放至体外教其在近旁游弋;随后又经口将它们收回体内,将自身躯体作为寓居之所,同时提供空间、养分与庇护,直至它们具备自立的能力。海龟在产卵与保全后代上的关切亦同样令人称奇;它爬出海水在近海处产卵,但因无法孵卵亦无法久留陆地,便将卵埋入沙中,并把沙洲中最细腻柔软的部分聚拢覆在上面;当稳妥地掩埋藏好后,有人说它会用足划刻该处以作记号,使自己易于辨识;另有人则称是雌龟在雄龟拨弄旋转下,留下了独特的印记与印章。而比这更奇妙的是,它守候着第四十天的到来——因为卵在如此多的天数内成熟破裂——每只母龟都会走近并认出自己的宝藏,绝不逊于任何辨识金库之人,欣喜而热切地将其掘开。
ΦΑΙΔΙΜΟΣ. τῶν δὲ κροκοδείλων τὰ μὲν ἄλλα παραπλήσια, τῆς δὲ χώρας ὁ στοχασμὸς ἐπίνοιαν ἀνθρώπῳ τῆς αἰτίας οὐ δίδωσιν οὐδὲ συλλογισμὸν ὅθεν οὔ φασι λογικὴν ἀλλὰ μαντικὴν εἶναι τὴν παρὰ τούτου τοῦ θηρίου πρόγνωσιν οὔτε γὰρ πλέον οὔτε ἔλαττον ἐκβᾶσʼ ἀλλʼ ὅσον εἰς ὥραν ἔτους ὁ Νεῖλος αὐξηθεὶς ἐπικλύσει2 καὶ ἐπικρύψει τῆς γῆς, ἐκεῖ τὰ ᾠὰ τίθησιν ὥστε τὸν ἐντυχόντα τῶν γεωργῶν αὐτόν τε γιγνώσκειν ἑτέροις τε φράζειν, ὁπόσον αὐτοῖς ὁ ποταμὸς πρόεισιν· οὕτω συνεμετρήσατο, μὴ βρεχομένων αὐτὸς βρεχόμενος ἐπῳάζῃ. ἐκλαπέντων δὲ τῶν σκύμνων, ὃς ἂν εὐθὺς ἀναδὺς μὴ λάβῃ τι τῶν προστυχόντων, ἢ μυῖαν ἢ σέριφον ἢ γῆς ἔντερον ἢ κάρφος ἢ βοτάνην τῷ στόματι, διασπαράξασα τοῦτον ἡ μήτηρ ἀπέκτεινε δακοῦσα· τὰ δὲ θυμοειδῆ καὶ δραστήρια στέργει καὶ περιέπει, καθάπερ οἱ σοφώτατοι τῶν ἀνθρώπων ἀξιοῦσι, κρίσει τὸ φιλεῖν οὐ πάθει νέμουσα.3 καὶ μὴν αἱ φῶκαι τίκτουσι μὲν ἐν τῷ ξηρῷ, κατὰ μικρὸν δὲ προάγουσαι τὰ σκυμνία γεύουσι τῆς θαλάττης καὶ ταχὺ πάλιν ἐξάγουσι καὶ τοῦτο πολλάκις ποιοῦσιν ἐν μέρει, μέχρι ἂν οὕτως ἐθιζόμενα θαρρήσῃ καὶ στέρξῃ τὴν ἔναλον δίαιταν. οἱ δὲ βάτραχοι περὶ τὰς ὀχείας ἀνακλήσεσι χρῶνται, τὴν λεγομένην ποιοῦντες ὀλολυγόνα, φωνὴν ἐρωτικὴν καὶ γαμήλιον οὖσαν· ὅταν δὲ τὴν θήλειαν ὁ ἄρρην οὕτω προσαγάγηται, κοινῇ τὴν νύκτα παραμένουσιν· ἐν ὑγρῷ μὲν γὰρ οὐ δύνανται, μεθʼ ἡμέραν δὲ δεδίασιν ἐπὶ γῆς μίγνυσθαι γενομένου δὲ σκότους, ἀδεῶς συμπλέκονται προϊόντες ἄλλως δὲ λαμπρύνουσι τὴν φωνήν, ὑετὸν προσδεχόμενοι καὶ τοῦτο σημεῖον ἐν τοῖς βεβαιοτάτοις ἐστίν.
费狄穆斯:关于鳄鱼,其他方面大体相似,但对其产卵地点的精准推算,却未给人类留下推想其原因或加以论证的余地;人们由此称这凶兽的先见之明并非出于理性,而是出于神兆。因为它上岸不多不少,恰好在尼罗河按岁时上涨所将淹没掩盖的土地极限处产卵,以至于偶遇其卵的农人既能自知,亦能告知他人河水将涨至何处;它是如此精确地衡量,以便在卵不被浸泡的情况下自己能浸着水孵卵。当幼鳄破壳而出时,凡是刚刚露头却未能用嘴咬住眼前之物者,无论是苍蝇、蚊蚋、蚯蚓、草屑还是嫩草,母鳄都会将其咬裂杀死;而对于那些勇悍敏捷的幼鳄,它则疼爱抚育,正如最智慧之人所要求的那样,是以明断而非以盲目激情来施与关爱。此外,海豹在干地上产仔,渐渐领着幼崽品尝海水,又迅速将其带回;它们如此反复多次交替进行,直至幼崽在习以为常中壮起胆量,欣然接受水栖的生活。青蛙则在交配时使用招引之声,发出所谓的求偶啼鸣,那是一种充满情欲与婚配之声;当雄蛙以此诱来雌蛙后,便共同度过长夜;因为它们无法在水中交配,白天又惧怕在陆上交配;然而一旦夜幕降临,它们便无所畏惧地向前交缠。在其他时候,它们若预料到降雨亦会清亮发声,而这正是最为确凿的征兆之一。
- 982aοὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερβολὴν γλυκυθυμίας πρὸς τὰ ἔκγονα καὶ χρηστότητος ἀπολέλοιπε
动词 ἀπολείπω 支配与格(οὐδενί)与宾格(ὑπερβολήν),构成一种惯用表达,意为“未给……留下任何超越的余地”,即即便是最温驯的动物在对后代的仁厚慈爱方面也无法凌驾于鲨鱼之上。
- 982cοὔτε γὰρ πλέον οὔτε ἔλαττον ἐκβᾶς [ἐκβᾶσα] ἀλλʼ ὅσον εἰς ὥραν ἔτους ὁ Νεῖλος αὐξηθεὶς ἐπικλύσει
阴性分词 ἐκβᾶσα(省音作 ἐκβᾶσʼ)修饰主语鳄鱼。οὔτε πλέον οὔτε ἔλαττον ... ἀλλʼ ὅσον 将比较副词与关系子句相呼应,表示“不多不少,恰好到……的距离”,准确指涉尼罗河汛期泛滥所及的地界极限。
- 982dκρίσει τὸ φιλεῖν οὐ πάθει νέμουσα
带冠词不定式 τὸ φιλεῖν 作为分词 νέμουσα 的直接宾语(“施予关爱”)。与格 κρίσει 与 πάθει 表示方式或手段,构成了“凭明智决断而非凭盲目情感施予爱意”的鲜明对比。
