← 普鲁塔克

陆生与水生动物孰更为聪明

§36

海豚的仁爱德行与费狄穆斯弁论的结语

费狄穆斯阐述海豚与神明的渊源、热爱音乐以及不求回报的仁爱之性,援引赫西俄德、雅苏斯少年、科伊拉诺斯与奥德修斯的故事赞美其德行,随后结束了自己的发言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36

ΦΑΙΔΙΜΟΣ. καὶ μὴν Ἀρτέμιδός γε Δικτύννης Δελφινίου τʼ Ἀπόλλωνος ἱερὰ καὶ βωμοὶ παρὰ πολλοῖς εἰσιν Ἑλλήνων ὃν δʼ αὐτὸς ἑαυτῷ τόπον ἐξαίρετον ὁ θεὸς πεποίηται, Κρητῶν ἀπογόνους οἰκοῦντας1 ἡγεμόνι δελφῖνι χρησαμένους οὐ γὰρ ὁ θεὸς προενήχετο τοῦ στόλου μεταβαλὼν τὸ εἶδος, ὡς οἱ μυθογράφοι λέγουσιν, ἀλλὰ δελφῖνα πέμψας τοῖς ἀνδράσιν ἰθύνοντα τὸν πλοῦν κατήγαγεν εἰς Κίρραν. ἱστοροῦσι δὲ καὶ τοὺς πεμφθέντας εἰς Σινώπην ὑπὸ Πτολεμαίου τοῦ Σωτῆρος; ἐπὶ τὴν Σαράπιδος κομιδήν, Σωτέλη καὶ Διονύσιον, ἀπωσθέντας ἀνέμῳ βιαίῳ κομίζεσθαι παρὰ γνώμην ὑπὲρ Μαλέαν, ἐν δεξιᾷ Πελοπόννησον ἔχοντας, εἶτα ῥεμβομένους καὶ δυσθυμοῦντας αὐτοὺς προφανέντα δελφῖνα πρῴραθεν ὥσπερ ἐκκαλεῖσθαι καθηγούμενον εἰς τὰ ναύλοχα καὶ σάλους μαλακοὺς ἔχοντα τῆς χώρας καταμένειν ἀσφαλεῖς, ἄχρι οὗ τοῦτον τὸν τρόπον ἄγων καὶ παραπέμπων τὸ πλοῖον εἰς Κίρραν κατέστησεν. ὅθεν ἀναβατήριον θύσαντες, ἔγνωσαν ὅτι δεῖ δυεῖν ἀγαλμάτων τὸ μὲν τοῦ Πλούτωνος ἀνελέσθαι καὶ κομίζειν τὸ δὲ τῆς Κόρης ἀπομάξασθαι καὶ καταλιπεῖν. εἰκὸς μὲν οὖν ἦν καὶ τὸ φιλόμουσον ἀγαπᾶν τοῦ θηρίου τὸν θεόν· ᾧ καὶ Πίνδαρος ἀπεικάζων ἑαυτὸν ἐρεθίζεσθαί φησιν "ἁλίου δελφῖνος ὑπόκρισιν2 τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνησʼ ἐρατὸν μέλος." ἀλλὰ μᾶλλον ἔοικε τὸ φιλάνθρωπον αὐτοῦ θεοφιλὲς εἶναι· μόνος γὰρ ἄνθρωπον ἀσπάζεται, καθʼ ὃ ἄνθρωπὸς ἐστι. τῶν δὲ χερσαίων τὰ μὲν οὐδένα τὰ δʼ ἡμερώτατα μόνους περιέπει τοὺς τρέφοντας ὑπὸ χρείας, καὶ τοὺς συνήθεις ὁ κύων ὁ ἵππος ὁ ἐλέφας· αἱ δὲ χελιδόνες ὅσων μὲν δέονται τυγχάνουσιν εἰσοικισάμεναι, σκιᾶς καὶ ἀναγκαίας; ἀσφαλείας, φεύγουσι δὲ καὶ φοβοῦνται τὸν ἄνθρωπον ὥσπερ θηρίον. τῷ δὲ δελφῖνι παρὰ πάντα καὶ μόνῳ τὸ ζητούμενον ὑπὸ τῶν ἀρίστων φιλοσόφων ἐκεῖνο, τὸ φιλεῖν ἄνευ χρείας, φύσει πρὸς ἀνθρώπους ὑπάρχει μηδενὸς γὰρ εἰς μηδὲν ἀνθρώπου δεόμενος πᾶσιν εὐμενής τε φίλος ἐστὶ καὶ βεβοήθηκε πολλοῖς· ὧν τὰ μὲν Ἀρίονος οὐδεὶς ἀγνοεῖ· περιβόητα γάρ ἐστιν Ἡσιόδου δὲ κατὰ καιρὸν αὐτὸς ἡμᾶς, ὦ φίλε, ἀνέμνησας, ἀτὰρ οὐ τέλος ἵκεο μύθων ἔδει δὲ τὸν κύνα διηγησάμενον μὴ παραλιπεῖν τοὺς δελφῖνας τυφλὸν γὰρ ἦν τὸ μήνυμα τοῦ κυνός, ὑλακτοῦντος, καὶ μετὰ βοῆς ἐπιφερομένου τοῖς φονεῦσιν, εἰ μὴ περὶ τὸ Νέμειον θαλάσσῃ διαφερόμενον ἀράμενοι δελφῖνες, ἕτεροι παρʼ ἑτέρων ἐκδεχόμενοι προθύμως,·, εἰς τὸ Ῥίον ἐκθέντες, ἔδειξαν ἐσφαγμένον. ἔναλον δὲ τὸν Αἰολέα Μυρσίλος ὁ Λέσβιος ἱστορεῖ, τῆς Σμινθέως ἐρῶντα θυγατρὸς ῥιφείσης κατὰ χρησμὸν τῆς Ἀμφιτρίτης ὑπὸ τῶν Πενθιλιδῶν, καὶ αὐτὸν ἐξαλόμενον εἰς τὴν θάλασσαν ὑπὸ δελφῖνος σῶον ἐξενεχθῆναι πρὸς τὴν Λέσβον. ἡ δὲ πρὸς τὸν Ἰασέα παῖδα τοῦ δελφῖνος εὔνοια καὶ φιλία διʼ ὑπερβολὴν ἔρως ἔδοξε συνέπαιζε γὰρ αὐτῷ καὶ συνενήχετο καθʼ ἡμέραν καὶ παρεῖχεν ἐν χρῷ ψαυόμενος ἔπειτα περιβαίνοντος, οὐκ ἔφευγεν, ἀλλʼ ἔφερε χαίρων, πρὸς ὃ ἔκαμπτε κλίνων, ὁμοῦ πάντων Ἰασέων ἑκάστοτε συντρεχόντων ἐπὶ τὴν θάλατταν. ὄμβρου δέ ποτε πολλοῦ μετὰ χαλάζης ἐπιπεσόντος, ὁ μὲν παῖς ἀπορρυεὶς ἐξέλιπεν, ὁ δὲ δελφὶν ὑπολαβὼν ἅμα τῷ νεκρῷ συνεξέωσεν αὐτὸς ἑαυτὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἀπέστη τοῦ σώματος, ἕως ἀπέθανε, δικαιώσας μετασχεῖν ἧς συναίτιος ἔδοξε γεγονέναι τελευτῆς.3 καὶ τοῦ πάθους ἐπίσημον Ἰασεῦσι τὸ χάραγμα τοῦ νομίσματός ἐστι, παῖς ὑπὲρ δελφῖνος ὀχούμενος. ἐκ δὲ τούτου καὶ τὰ περὶ Κοίρανον ὄντα μυθώδη πίστιν ἔσχε. Πάριος γὰρ ὢν τὸ γένος, ἐν Βυζαντίῳ δελφίνων βόλον, ἐνσχεθέντων σαγήνῃ καὶ κινδυνευόντων κατακοπῆναι, πριάμενος μεθῆκε πάντας· ὀλίγῳ δʼ ὕστερον ἔπλει πεντηκόντορον ἔχων, ὥς φασι, λῃστῶν ἄνδρας ἄγουσαν ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέντων, ἐκεῖνον λέγουσι, δελφῖνος ὑποδραμόντος αὐτῷ καὶ ἀνακουφίζοντος, ἐξενεχθῆναι τῆς Σικύνθου κατὰ σπήλαιον, ὃ δείκνυται μέχρι νῦν καὶ καλεῖται Κοιράνειον ἐπὶ τούτῳ δὲ λέγεται ποιῆσαι τὸν Ἀρχίλοχον πεντήκοντʼ ἀνδρῶν λίπε Κοίρανον ἤπιος Ποσειδῶν. ἐπεὶ δʼ ὕστερον ἀποθανόντος αὐτοῦ τὸ σῶμα πλησίον τῆς θαλάττης οἱ προσήκοντες ἔκαον, ἐπεφαίνοντο· πολλοὶ δελφῖνες; παρὰ τὸν αἰγιαλόν, ὥσπερ ἐπιδεικνύντες ἑαυτοὺς· ἥκοντας ἐπὶ τὰς ταφάς, καὶ παραμείναντες ἄχρι οὗ συνετελέσθησαν. ἡ δʼ Ὀδυσσέως ἀσπὶς ὅτι μὲν ἐπίσημον εἶχε δελφῖνα καὶ Στησίχορος,· ἱστόρηκεν· ἐξ ἧς δʼ αἰτίας, Ζακύνθιοι διαμνημονεύουσιν, ὡς Κριθεὺς μαρτυρεῖ· νήπιος γὰρ ὢν ὁ Τηλέμαχος, ὥς φασιν, εἰς ἀγχιβαθὲς τῆς θαλάττης ὀλισθὼν ἐσώθη, δελφίνων ὑπολαβόντων καὶ ἀνανηξαμένων ὅθεν ἐποιήσατο γλυφὴν τῇ σφραγῖδι καὶ τῆς ἀσπίδος κόσμον ὁ πατήρ, ἀμειβόμενος τὸ ζῷον. ἀλλʼ ἐπεὶ προειπὼν, ὡς οὐδὲ μῦθον ὑμῖν ἐρῶ καὶ αὐτὸς οὐκ οἶδʼ ὅπως πρὸς τοῖς δελφῖσιν ἔλαθον πορρωτέρω τοῦ πιθανοῦ συνεξοκείλας4 εἰς τὸν Ὀδυσσέα καὶ Κοίρανον, ἐπιτίθημι δίκην ἐμαυτῷ· παύομαι γὰρ ἤδη λέγων.

费狄穆斯:况且在许多希腊人之中,确实建有狄克廷娜阿耳忒弥斯以及德尔斐尼奥斯阿波罗的神庙与祭坛;而神明亲自为自己挑选的圣地,正是由以海豚为向导的克里特人后裔所居住。因为神明并未如神话作家所言化身变相在舰队前方领游,而是派遣海豚为这群人指引航向,将他们平安引至基拉。人们亦相传,受救主托勒密派遣前往西诺佩迎取萨拉皮斯神像的索忒勒斯与狄奥尼修斯,因遭狂风驱逼,身不由己地被吹过马勒亚角,右侧依傍着伯罗奔尼撒;随后当他们迷航沮丧之际,一只海豚在船首前方显现,宛如呼召一般引路,引导他们在该地具有避风泊位与平缓波涛之处安全驻留,直到以这种方式引领并护送该船平安抵达基拉。于是他们在那里献上登岸感恩祭,并得知两尊神像中,应当迎走普鲁托的雕像,而将科瑞的雕像摹刻留存。因此,神明喜爱这种生灵的知晓音律之性,原属情理之中;品达亦将自己比拟作海豚,说自己受到触动:“效仿海中的海豚,在不起涟漪的碧海汪洋中,笛管悦耳的旋律使它跃动。”但海豚热爱人类之性,似乎更受神明眷爱;盖因唯有它仅仅因人是人而加以亲近。陆生动物中,有的对谁都不亲近,即便最温驯者,亦如狗、马、象对其相熟之人那样,纯粹出于匮乏之需才伺候饲养者;而燕子虽然因与人共居而获得了所需之物——即遮蔽与必要的安全——却依然避人如避猛兽。然而在海豚身上,且唯独在它身上,最卓越的哲人们所追寻的“无求之爱”,乃是天生向着人类存在的。因为它对人类无欲无求,却对所有人心怀善意、友爱备至,并曾救助过许多人。在这些事迹中,关于阿里翁的故事无人不知,因其闻名遐迩;至于赫西俄德的事迹,亲爱的朋友,你方才适时地提醒了我们:“然而你并未将故事讲至终局。”在讲述了狗的义举之后,本不该遗漏海豚;因为那只狗吠叫着扑向凶手所作出的告发本属徒劳,若非海豚在涅墨亚附近拾起在海中漂荡的赫西俄德遗体,彼此热切接力传递,运送至里翁并弃置于岸上,从而使受害惨状大白于天下。莱斯博斯的缪耳西洛斯记载,埃俄罗斯人埃纳洛斯爱恋斯敏透斯之女,当少女依安菲特里忒神谕被彭提洛斯家族抛入海中时,埃纳洛斯亦跃入海中,并被海豚平安运送至莱斯博斯岛。海豚对雅苏斯少年的善意与深情,更因其热烈而被视为爱恋;盖因它每日与少年嬉戏同游,任凭少年抚摸其身躯;少年骑上其背时它亦不逃走,反而欢悦地负载前行,依少年倾身的方向转向游动,每次都引得全体雅苏斯人一齐奔至海边观看。有一回,倾盆大雨夹杂着冰雹突降,少年滑落溺毙;海豚便潜入托起尸身,自投于陆地之上与尸体同在一处,守在身旁直至死去,自认理当与这桩似乎由自己连带导致的夭亡共赴死难。雅苏斯人钱币上的图案——少年骑于海豚之上——正是这段经历的纪念标识。由此,关于科伊拉诺斯的神奇传说亦获得了凭信。他是帕罗斯人,在拜占庭见到一网落入拖网、濒临屠宰的海豚,便出资买下尽数释放。不久之后,他乘一艘五十桨战船航行,据说船上载着一队海盗;当船在纳克索斯与帕罗斯之间的海峡翻沉、其余人皆丧生之际,人们说一只海豚潜入其身下将其托起,载送至西金诺斯岛的一处洞穴,该洞穴至今仍被指出并被称为科伊拉内翁。据说阿尔基洛科斯为此作诗道:“在五十人中,仁慈的波塞冬唯留科伊拉诺斯独存。”后来他离世、亲族在海边火化其遗体时,许多海豚现身于海岸边,宛如特来送葬一般,停留守候直至葬礼完毕。关于奥德修斯的盾牌以海豚为徽记之事,斯忒西科罗斯亦曾记载;至于其缘由,如克里透斯作证,扎昆托斯人依然铭记:传说忒勒玛科斯尚在襁褓中时滑落于近岸深海,正是海豚承托并将他托游救起。因此做父亲的为报答此兽,便在印章上镌刻其形,并将其作为盾牌之纹饰。然而,我先前既已宣称绝不向诸位讲述虚妄之说,我自己也不知怎的竟在不知不觉中随海豚一起漂流越过了可信之界,搁浅于奥德修斯与科伊拉诺斯的故事中;我当自罚——我现在便停止发言。

语法注4 条
  1. 36ὃν δʼ αὐτὸς ἑαυτῷ τόπον ἐξαίρετον ὁ θεὸς πεποίηται, Κρητῶν ἀπογόνους οἰκοῦντας

    此句属于倒置破格句(anacoluthon),先行词 τόπον 被先纳入关系从句中(prolepsis),意指神明为自己特选之地(德尔斐/克里萨)由克里特人的后裔所定居。宾格分词 οἰκοῦντας 承接上文语境中隐含的历史记载或传闻动词,相当于宾格不定式结构的用法。

  2. 984cἁλίου δελφῖνος ὑπόκρισιν

    宾格名词短语 ὑπόκρισιν 作状语性宾格(内同源宾格),意为“模仿海中海豚的模样”。此处引用品达的残篇(fr. 140b Snell-Maehler),紧随其后的关系从句 τὸν μὲν... 修饰先行词 δελφῖνος。

  3. 984eἧς συναίτιος ἔδοξε γεγονέναι τελευτῆς

    此处出现关系代词同化(relative attraction)结构,先行词 τελευτῆς 被拉入从句中并与属格关系代词 ἧς 一致。规范的构词语序应为 τῆς τελευτῆς ἧς συναίτιος ἔδοξε γεγονέναι(“它看似连带致成的那场死亡”)。

  4. 985cἔλαθον πορρωτέρω τοῦ πιθανοῦ συνεξοκείλας

    动词 λανθάνω(不定过去时 ἔλαθον)搭配补充分词 συνεξοκείλας,构成希腊语特有习语,表示“不知不觉地做了某事”;此处指说话者自我反省“在未察觉之间,便已搁浅越过了可信性的界限”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:36