- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:31-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
费狄穆斯举出鳄鱼与燕千鸟的互利共生以及向导鱼引领巨鲸的事例,赞叹动物个体之间超越昆虫集体劳动的亲切关怀。随后他转向鱼类的繁殖习性,论及黑海的温和水质以及被称为“神圣之鱼”的花鲈驱除凶兽的神秘特性。
ΦΑΙΔΙΜΟΣ. καὶ τί ἄν τις ἐν τούτοις τὴν κοινωνίαν θαυμάσειεν, ὅπου τὸ πάντων ἀμικτότατον καὶ τὸ θηριωδέστατον ὧν τρέφουσι ποταμοὶ καὶ λίμναι καὶ θάλασσαι ζῷον, ὁ κροκόδειλος, θαυμαστὸν ἑαυτὸν ἐπιδείκνυται πρὸς κοινωνίαν καὶ χάριν ἐν τοῖς πρὸς τὸν τροχίλον συμβολαίοις; ὁ γὰρ τροχίλος ἐστὶ μὲν ὄρνις τῶν ἑλείων καὶ παραποταμίων, φρουρεῖ δὲ τὸν κροκόδειλον οὐκ οἰκόσιτος ἀλλὰ τοῖς ἐκείνου λειψάνοις παρατρεφόμενος· ὅταν γὰρ αἴσθηται, τοῦ κροκοδείλου καθεύδοντος, ἐπιβουλεύοντα τὸν ἰχνεύμονα πηλούμενον καὶ ἐπʼ αὐτὸν ὥσπερ ἀθλητὴν κονιόμενον ἐπεγείρει φθεγγόμενος καὶ κολάπτων ὁ δʼ οὕτως ἐξημεροῦται πρὸς αὐτόν, ὥστε τοῦ στόματος διαχανὼν ἐντὸς παρίησι, καὶ χαίρει τὰ λεπτὰ τῶν ἐνισχομένων τοῖς ὀδοῦσι σαρκῶν ἐκλέγοντος1 ἀτρέμα τῷ ῥάμφει καὶ διασκαλεύοντος· ἂν δὲ μετρίως ἔχων ἤδη βούληται συναγαγεῖν τὸ στόμα καὶ κλεῖσαι, προκλίνει τὴν σιαγόνα καὶ διασημαίνει καὶ οὐ πρότερον καθίησιν ἢ συναισθανόμενον ἐκπτῆναι τὸν τροχίλον. ὁ δὲ καλούμενος ἡγεμὼν μεγέθει μέν ἐστι καὶ σχήματι κωβιῶδες ἰχθύδιον, τὴν δʼ ἐπιφάνειαν ὄρνιθι φρίσσοντι διὰ τὴν τραχύτητα τῆς λεπίδος ἐοικέναι λέγεται, καὶ ἀεὶ σύνεστιν ἑνὶ τῶν μεγάλων κητῶν καὶ προνήχεται, τὸν δρόμον ἐπευθύνων, ὅπως οὐκ ἐνσχεθήσεται βράχεσιν οὐδʼ εἰς τέναγος ἤ τινα πορθμὸν ἐμπεσεῖται δυσέξοδον ἕπεται γὰρ αὐτῷ τὸ κῆτος, ὥσπερ οἴακι ναῦς, παραγόμενον εὐπειθῶς. καὶ τῶν μὲν ἄλλων, ὅ τι ἂν παραλάβῃ τῷ χάσματι ζῷον ἢ σκάφος ἢ λίθον, εὐθὺς; διέφθαρται καὶ ἀπόλωλε πᾶν ἐμβεβυθισμένον· ἐκεῖνο δὲ γιγνῶσκον ἀναλαμβάνει τῷ στόματι καθάπερ ἄγκυραν ἐντός· ἐγκαθεύδει γὰρ αὐτῷ καὶ τὸ κῆτος ἕστηκεν ἀναπαυομένου καὶ ὁρμεῖ· προελθόντος δʼ αὖθις ἐπακολουθεῖ μήθʼ ἡμέρας μήτε νυκτὸς ἀπολειπόμενον, ἢ ῥέμβεται καὶ πλανᾶται, καὶ πολλὰ διεφθάρη καθάπερ ἀκυβέρνητα πρὸς γῆν ἐξενεχθέντα. καὶ γὰρ ἡμεῖς περὶ Ἀντίκυραν ἑωράκαμεν οὐ πάλαι· καὶ πρότερον ἱστοροῦσιν, οὐ πόρρω Βουνῶν ἐξοκείλαντος καὶ κατασαπέντος, λοιμὸν γενέσθαι. ἆρʼ οὖν ἄξιόν ἐστι ταύταις ταῖς κοινωνίαις καὶ συμπεριφοραῖς παραβάλλειν ἅσπερ Ἀριστοτέλης ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς πολέμιον εἶναι τὸν ἀετόν, ἢ τὰς ὠτίδων πρὸς ἵππους, ὅτι χαίρουσι προσπελάζουσαι καὶ διασκάλλουσαι τὸν ὄνθον; ἐγὼ μὲν γὰρ οὐδʼ ἐν μελίτταις ὁρῶ τοσαύτην ἀλλήλων ἐπιμέλειαν οὐδʼ ἐν μύρμηξι. τὸ γὰρ κοινὸν αὔξουσι πᾶσαι καὶ πάντες ἔργον, ἑτέρῳ δὲ καθʼ ἕτερον ἑτέρου στοχασμὸς οὐδεὶς οὐδὲ φροντὶς ἔστιν.2
费狄穆斯:既然在江河、湖泊与海洋所孕育的一切生物中,最孤绝不群也最凶猛的鳄鱼,在与燕千鸟的交结中尚且展现出令人赞叹的社交与恩义,那么人们在这类事情中又何必对它们的群体性感到惊叹呢?燕千鸟本是栖息于沼泽与河畔的鸟类,却为鳄鱼充当护卫,并非自备口粮,而是以鳄鱼的残羹剩屑自养;因为每当它察觉到,趁鳄鱼沉睡之际,獴全身覆泥、如角力选手般扑满尘土意图袭击时,它便鸣叫啄刺将其唤醒。鳄鱼对它亦变得极为温驯,以至于张开大口任其进入,并欣然任由它用喙轻轻挑出并啄除嵌在牙齿间的细小碎肉;若鳄鱼觉得适可而止而欲合拢大口,它便先倾侧下颌发出信号,直到察觉信号的燕千鸟飞出之后,才将下颌合拢。此外,所谓向导鱼在体型与外貌上是一种类似虾虎鱼的小鱼,据说其外表因鳞片粗糙而宛如战栗之鸟;它始终陪伴在一条巨型鲸兽身旁并在前方游弋,为其指引航路,以免它搁浅于浅滩,或陷落于难脱之浅沼与狭窄水道中;因为鲸兽如顺从舵盘的船只一般,温驯受引跟随着它。而其他任何被那巨口收纳之物,无论是活物、舟船还是石块,顷刻间皆被吞入深处而毁灭亡尽;唯独对这向导鱼,它能辨识并纳入口中,宛如将锚收纳于内;因为这小鱼在它口中睡眠,当它休息时,鲸兽便停滞泊定;而当它再度前行,鲸兽便昼夜不离地紧随其后;否则鲸兽便会漂泊迷航,许多巨兽更如无人掌舵之船被冲上海岸而亡。事实上,我们不久前在安提基拉一带便亲眼见过;而更早前亦有记载,有一巨兽在离布诺伊不远处搁浅腐烂,引发了瘟疫。那么,亚里士多德所记载的狐狸与蛇因以鹰为共同之敌而结成的友谊,或是鸨鸟因喜好接近马匹啄食其粪便而生之好感,难道配与这些群体性及共生交往相提并论吗?依我之见,即便在蜜蜂之中亦不见这般相互关照,在蚂蚁中亦然;因为它们全体固然是在增进共同的事业,但绝无一个体对另一特定个体怀有顾念与关切。
ΦΑΙΔΙΜΟΣ. ἔτι δὲ μᾶλλον κατοψόμεθα τὴν διαφοράν, ἐπὶ τὰ πρεσβύτατα καὶ μέγιστα τῶν κοινωνικῶν ἔργων καὶ καθηκόντων τὰ περὶ τὰς γενέσεις καὶ τεκνώσεις τὸν λόγον τρέψαντες. πρῶτον μὲν γὰρ οἱ λίμναις παρήκουσαν ἢ ποταμοὺς ὑποδεχομένην νεμόμενοι θάλατταν ἰχθύες, ὅταν μέλλωσι τίκτειν, ἀνατρέχουσι, τῶν ποτίμων ὑδάτων τὴν πραότητα καὶ τὸ ἄσαλον διώκοντες· ἀγαθὴ γὰρ ἡ γαλήνη λοχεῦσαι καὶ τὸ ἄθηρον ἅμα ταῖς λίμναις ἔνεστι καὶ ποταμοῖς, ὥστε σῴζεσθαι τὰ τικτόμενα. διὸ καὶ πλεῖστα καὶ μάλιστα γονεύεται περὶ τὸν Εὔξεινον πόντον· οὐ γὰρ τρέφει κήτη ἀλλʼ ἢ3 φώκην ἀραιὰν καὶ δελφῖνα μικρόν. ἔτι δʼ ἡ τῶν ποταμῶν ἐπιμιξία, πλείστων καὶ μεγίστων ἐκδιδόντων εἰς τὸν Πόντον, ἤπιον παρέχει καὶ πρόσφορον τοῖς λοχευομένοις κρᾶσιν. τὸ δὲ τοῦ ἀνθίου θαυμασιώτατόν ἐστιν, ὃν Ὅμηρος ἱερὸν ἰχθύν εἴρηκε· καίτοι μέγαν τινὲς οἴονται τὸν ἱερὸν καθάπερ ὀστοῦν ἱερὸν τὸ μέγα, καὶ τὴν ἐπιληψίαν, μεγάλην νόσον οὖσαν, ἱερὰν καλοῦσιν· ἔνιοι δὲ κοινῶς τὸν ἄφετον καὶ ἱερωμένον. Ἐρατοσθένης δὲ τὸν χρύσοφρυν ἔοικεν "εὐδρομίην χρύσειον ἐπʼ ὀφρύσιν ἱερὸν ἰχθύν" λέγειν·πολλοὶ δὲ τὸν ἔλλοπα, σπάνιος γάρ ἐστι καὶ οὐ ῥᾴδιος ἁλῶναι. φαίνεται δὲ περὶ Παμφυλίαν πολλάκις ἂν οὖν ποτε λάβωσι, στεφανοῦνται μὲν αὐτοὶ στεφανοῦσι δὲ τὰς ἁλιάδας, κρότῳ δὲ καὶ πατάγῳ καταπλέοντας αὐτοὺς ὑποδέχονται καὶ τιμῶσιν. οἱ δὲ πλεῖστοι τὸν ἀνθίαν ἱερὸν εἶναι καὶ λέγεσθαι νομίζουσιν ὅπου γὰρ ἂν ἀνθίας ὀφθῇ θηρίον οὐκ ἔστιν, ἀλλὰ θαρροῦντες μὲν οἱ σπογγοθῆραι κατακολυμβῶσι θαρροῦντες δὲ τίκτουσιν οἱ ἰχθύες, ὥσπερ ἐγγυητὴν ἀσυλίας ἔχοντες ἡ δʼ αἰτία δυσλόγιστος, εἴτε φεύγει τὰ θηρία τὸν ἀνθίαν ὡς σῦν ἐλέφαντες ἀλεκτρυόνα δὲ λέοντες· εἴτʼ ἐστὶ σημεῖα τόπων ἀθήρων, ἃ γιγνώσκει καὶ παραφυλάττει συνετὸς ὢν καὶ μνημονικὸς ὁ ἰχθύς.
费狄穆斯:当我们把话题转向群体活动与职责中最古老而崇高之事——即繁衍与抚幼时,便能更加清晰地洞察其差异。首先,栖息在邻接湖泊或接纳河流之海域的鱼类,每当产卵之时便逆流而上,寻求淡水之温和与平稳;因为风平浪静极适于生产,同时湖泊与河流中没有凶猛巨兽,因而幼仔得以保全。因此,在黑海一带繁衍最为繁盛;因为黑海除偶有海豹与小型海豚外,并不蓄养巨鲸恶兽。此外,众多大河注入黑海所形成的交融,为待产之鱼提供了温和而适宜的水质。而关于花鲈则最为奇特,荷马称其为‘神圣之鱼’;尽管有人认为‘神圣’意指‘巨大’,正如人们将骶骨称为‘神骨’以示其大,将癫痫这种大病称为‘神圣之病’;亦有人普遍将其理解为‘豁免奉献予神者’。埃拉托斯特尼似乎指金头鲷而言,写道: ‘眉带黄金、游弋迅捷的神圣之鱼’;而许多人则认为是鲟鱼,因为此鱼罕见且不易捕获。它频繁出现于潘菲利亚一带;渔民若有捕获,便自戴冠冕,亦为渔舟加冠,人们以掌声与欢呼迎接并礼赞归航之渔民。然而多数人仍认为花鲈才是真正的神圣之鱼且获此美名;因为凡见花鲈之处便无凶兽,采海绵者可安心潜水,鱼类亦如得庇护凭证般安心产卵。其原由难以索解,究竟是凶兽避忌花鲈如大象忌猪、狮子忌公鸡,还是因这聪颖而富于记忆之鱼熟知并守候着无凶兽之地的征兆,实难定论。
- 980eχαίρει τὰ λεπτὰ τῶν ἐνισχομένων τοῖς ὀδοῦσι σαρκῶν ἐκλέγοντος
动词 χαίρει(喜悦)后接属格分词 ἐκλέγοντος 的句法结构。χαίρω 通常支配与格名词或与主语一致的主格分词,但此处类同感官与情感动词,支配表示原因或感知的属格分词短语,指代动作主体燕千鸟啄除肉屑的举动。
- 981bἑτέρῳ δὲ καθʼ ἕτερον ἑτέρου στοχασμὸς οὐδεὶς οὐδὲ φροντὶς ἔστιν
由 ἕτερος 的不同格形式构成的多格重叠(polyptoton)句式:与格 ἑτέρῳ(就某个体而言)、介词短语 καθʼ ἕτερον(分别地、个体对个体地)以及宾格性属格 ἑτέρου(对另一个体),紧凑地表达出“没有任何一个个体对另一个体怀有个别的顾念或关怀”。
- 981dἀλλʼ ἢ
紧随否定词 οὐ 之后的固定搭配 ἀλλʼ ἤ,意为“除……之外(别无)”。其后所接的宾格 φώκην 与 δελφῖνα 充当主动词 τρέφει 的直接宾语。
