- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥托布鲁斯论证道,无生物才是理性存在的真正对立面,并阐明动物为求生存,在具备感觉的同时必然也具备思考、判断与记忆等理性能力。
ΑΥΤ. Τίς δέ, ὦ φίλε Σώκλαρε, τοῦτʼ ἠξίωσεν, ὄντος ἐν τοῖς πράγμασι τοῦ λογικοῦ, μὴ εἶναι τὸ ἄλογον; πολὺ γάρ ἐστι καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον ὡς ἄλογον καὶ ἀνόητον ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν ἀλλὰ τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν λογικὸν τὸ δʼ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικὸν τὸ δʼ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθητικὸν τὸ δʼ ἀναίσθητον ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν ἡ φύσις ἔχῃ γένος οἷον ἰσορροπούσας. εἰ δʼ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύχου τὸ μὲν αἰσθητικὸν τὸ δʼ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον τὸ δʼ ἀφαντασίωτον, ὅτι πᾶν τὸ ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φανταστικὸν πέφυκεν οὐδʼ οὗτος ἐπιεικῶς ἀπαιτήσει1 τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου τὸ δʼ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηδὲ ἓν οἰομένους αἰσθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδʼ εἶναι ζῷον μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς, λέγουσιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχον τι αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν· ἀλλʼ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν ὄντων δʼ ἀλλοτρίων, οὐδʼ ἀκαρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οὖν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει τὰς δʼ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπηρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν ἀλλʼ ὧν ἂν ἀφέλῃς παντάπασι προσδοκίαν μνήμην πρόθεσιν παρασκευὴν τὸ ἐλπίζειν τὸ δεδοικέναι τὸ ἐπιθυμεῖν τὸ ἀσχάλλειν, οὔτʼ ὀμμάτων ὄφελος οὐδὲν αὐτοῖς παρόντων2 οὔτʼ ὤτων· αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης3 ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλγεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστίν, ἀποδεικνύων ὡς οὐδʼ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτʼ αὖθις ἐπανῆλθε καὶ μεταθεῖ4 καὶ διώκει τῶν προϊεμένων ἕκαστον ἀναλεγόμενος· ᾗ καὶ λέλεκται "νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά·" ὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος.
奥托布鲁斯:可是,亲爱的索克拉洛斯,有谁曾主张过,既然事物中存在理性的东西,非理性的东西就不存在呢?因为在一切无灵之物中,非理性的东西充裕而丰富,我们完全不需要对理性之物设定另一重对立,而是一切无生物立刻作为非理性与无思想之物,与兼具灵魂、理性及思想的存在相对立。然而,若是有人主张自然不应残缺不全,而应在有灵自然中一部分是理性的,另一部分是非理性的,那么另一个人也可以同样主张有灵自然一部分应具有表象能力,另一部分则不具有表象能力,一部分具有感觉,另一部分则毫无感觉,好让自然在同一个属中拥有这些对称对立的品性与缺失,犹如保持均势一般。但如果要求有灵之物一部分有感觉而另一部分无感觉、一部分具有表象而另一部分无表象是荒谬的——因为一切有灵之物生来便直接具有感觉与表象能力——那么此人也同样不能合理地要求有灵之物一部分具有理性而另一部分是非理性的,尤其是在与这样的人交谈时:他们认为没有任何分有感觉之物不同时分有智慧,也没有任何动物不天生伴有某种判断与推理,恰如其伴有感觉与冲动一般。 因为人们正确地说,自然做一切事情都为了某种目的并导向某种终点,它并未把动物造成仅仅为了在遭受外物时单纯去感知;相反,由于与动物亲和的事物很多,而有害相悖的也很多,如果不学会防范后者而亲近前者,便绝无可能存活片刻。因此,感觉固然为每个动物同等地提供了对这两者的认识,但随感觉而来的对有益之物的获取与追求,以及对毁灭与痛苦之物的抗拒与规避,若是天生不具备计算、判断、记忆和专注的能力,便绝无可能具备。事实上,无论从什么生物身上完全剥夺了预期、记忆、打算、准备、希望、恐惧、欲求与愤懑,即使它们生有眼睛或耳朵,也对它们毫无用处;而且,当一切感觉与表象都缺乏使用它们的主体时,摆脱它们倒比遭受劳苦、悲伤和痛苦更好,因为能够抵御这些苦痛的官能并不存在。此外,还有自然哲学家斯特拉图的论证,证明了若无思考,根本连感觉都不会产生。因为在事实上,当我们将心思放在别处时,我们用目光扫过的文字和传入耳中的言语往往会避开并漏过我们;但随后心灵重新折返,追逐并检点每一个遗漏的印象;正如那句名言所言: “心见且心听,其余皆聋盲”,因为若无思考官能的参与,眼耳所遭受的情状并不能产生感觉。
- 960dεἰ δʼ ἄτοπος ὁ ζητῶν... οὐδʼ οὗτος ἐπιεικῶς ἀπαιτήσει
从句“εἰ δʼ ἄτοπος ὁ ζητῶν...”构成主句“οὐδʼ οὗτος ἐπιεικῶς ἀπαιτήσει...”的条件从句(protasis)。承接前文的归谬(在有灵自然内部划分有无感觉或表象的荒谬性),该结构指出:既然前者是荒谬的,那么这位论者(斯多亚派)同样不能合理地要求在有灵自然内划分出理性与非理性。
- 960eὧν ἂν ἀφέλῃς... οὔτʼ ὀμμάτων ὄφελος οὐδὲν αὐτοῖς παρόντων
关系代词“ὧν”与泛指小辞 ἄν 及第二人称单数虚拟式“ἀφέλῃς”连用,构成通指性的条件从句(“若从任何生物那里剥夺……”),在主句中由与格代词“αὐτοῖς”复指。句中的“ὀμμάτων... παρόντων”是带有让步意味的独立属格结构(“即使眼睛存在”)。
- 960eαἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης
短语“αἰσθήσεώς τε πάσης καὶ φαντασίας... οὐκ ἐχούσης”为独立属格结构。“τὸ χρώμενον”是现在分词中动态中性单数作名词化用法,意为“使用它们(感觉与表象)的主体”(即利用感官印象的心灵),充当“ἐχούσης”的直接宾语。
- 961aεἶτʼ αὖθις ἐπανῆλθε καὶ μεταθεῖ
承接前文“διαλανθάνουσιν ἡμᾶς... πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας”(当我们将心思放在别处时,事物避开了我们),此处的语法主语转为了“ὁ νοῦς”(心灵)。不定过去时“ἐπανῆλθε”与生动的历史现在时“μεταθεῖ καὶ διώκει”并列,描摹了心灵折返并逐一检视遗漏印象的动态过程。
