← 普鲁塔克

陆生与水生动物孰更为聪明

§1-2

狩猎的影响与动物理性的引入讨论

奥托布鲁斯与索克拉洛斯讨论了昨日狩猎赞辞对青年及自身的影响,辨析了狩猎对动物态度及残虐倾向的养成;随后,在今日关于陆生与水生动物智能的论辩竞赛开始前,两人提议先重新审视斯多亚派关于“理性与非理性”相对立的论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ΑΥΤΟΒΟΥΛΟΣ. τὸν Τυρταῖον ὁ Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα νομίζοι, ἀγαθόν ποιητήν ἔφη νέων ψυχὰς κακκονῆν1 ὡς τοῖς νέοις διὰ τῶν ἐπῶν ὁρμὴν ἐμποιοῦντα μετὰ θυμοῦ καὶ φιλοτιμίας, ἐν ταῖς μάχαις ἀφειδοῦσιν αὑτῶν. δέδια δή, ὦ φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας ἐγκώμιον ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς φιλοθήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας·2 ὅπου δοκῶ μοι καὶ αὐτὸς ἐκ νέας αὖθις ἀρχῆς παρʼ ἡλικίαν ἐμπαθέστερος γεγονέναι καὶ ποθεῖν, ὥσπερ ἡ Εὐριπίδου Φαίδρα, κυσὶ θωΰξαι βαλιαῖς ἐλάφοις ἐγχριμπτόμενος· οὕτως ἔθιγέ μου πυκνὰ καὶ πιθανὰ τῶν ἐπιχειρημάτων ἐπάγων ὁ λόγος. ΣΩΚΛΑΡΟΣ. ἀληθῆ λέγεις, ὦ Αὐτόβουλε· καὶ γὰρ ἐκεῖνος ἔδοξέ μοι τὸ ῥητορικὸν ἐγεῖραι διὰ χρόνου, χαριζόμενος καὶ συνεαρίζων τοῖς μειρακίοις· μάλιστα δ’ ἥσθην τοὺς μονομάχους αὐτοῦ παραθέντος, ὡς οὐχ ἥκιστα τὴν θηρευτικὴν ἄξιον ἐπαινεῖν, ὅτι τοῦ πεφυκότος ἐν ἡμῖν ἢ μεμαθηκότος χαίρειν μάχαις ἀνδρῶν πρὸς ἀλλήλους διὰ σιδήρου τὸ πολὺ δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν,3 ἅμα τέχνης καὶ τόλμης νοῦν ἐχούσης πρὸς ἀνόητον ἰσχὺν καὶ βίαν ἀντιταττομένης καὶ ἐπαινούσης τὸ Εὐριπίδειον "ἦ βραχύ τοι σθένος ἀνέρος. ἀλλὰ ποικιλίᾳ πραπίδων δεινὰ μὲν φῦλα πόντου χθονίων τʼ ἀερίων τε δάμναται βουλεύματα.ʼ"

奥托布鲁斯:列奥尼达被问及认为提尔泰奥斯是怎样的人时,说道: “是一位善于磨砺青年心灵的好诗人”,因为他通过诗篇向青年人灌注带有血气与雄心的冲动,使他们在战斗中不顾惜己身。朋友们啊,我实在害怕,昨日诵读的那篇关于狩猎的赞辞,会过分煽动我们那些酷爱狩猎的青年人,以致他们完全沉湎于此,将其他一切事务都视作余事而微不足道;甚至连我自己,似乎也再度从新的开端、超越了年龄而变得格外热切,渴望着如欧里庇得斯的淮德拉那样,“向猎犬呼号,紧贴斑鹿之侧”;那篇演说层出不穷地提出紧凑而具有说服力的论据,竟如此深切地打动了我。 索克拉洛斯:你所言极是,奥托布鲁斯;在我看来,那位辩士也仿佛久违地振作起其修辞之术,在迎合青年人并与他们一同焕发青春活力。我最感欣悦的是他引入了角斗士的对比,指出狩猎术最值得称道之处,在于它将我们心中生来或后天养成的、喜好观看众人以铁刃相搏的大部分欲望引向此处,提供了纯洁的观赏,同时使具有理智的技术与胆识,对抗那无知的蛮力与强暴,并称扬了欧里庇得斯的诗句: “人之力固然微薄;然而 凭借胸壑的机巧, 大海中可怖的群族, 以及地上与空中生灵的计谋, 皆被降服。”

§2

ΑΥΤΟΒΟΥΛΟΣ.. καὶ μὴν ἐκεῖθεν, ὦ φίλε Σώκλαρε, φασὶν ἥκειν ἐπʼ ἀνθρώπους τὴν ἀπάθειαν καὶ τὴν ἀγριότητα γευσαμένην φόνου καὶ προεθισθεῖσαν ἐν ταῖς ἄγραις καὶ τοῖς κυνηγεσίοις αἷμα καὶ τραύματα ζῴων μὴ δυσχεραίνειν ἀλλὰ χαίρειν σφαττομένοις καὶ ἀποθνήσκουσιν. εἶθʼ ὥσπερ ἐν Ἀθήναις πρῶτός τις ὑπὸ τῶν τριάκοντα συκοφάντης ἀποθανὼν ἐπιτήδειος ἐλέχθη, καὶ δεύτερος ὁμοίως καὶ τρίτος· ἐκ τούτου δὲ κατὰ μικρὸν ἤδη προϊόντες ἥπτοντο τῶν ἐπιεικῶν καὶ τέλος οὐδὲ τῶν ἀρίστων ἀπέσχοντο πολιτῶν· οὕτως ὁ πρῶτος ἄρκτον ἀνελὼν ἢ λύκον εὐδοκίμησε καὶ βοῦς τις ἢ σῦς αἰτίαν ἔσχε προκειμένων ἱερῶν γευσάμενος ἐπιτήδειος ἀποθανεῖν ἔλαφοι δὲ τοὐντεῦθεν ἤδη καὶ λαγωοὶ καὶ δορκάδες ἐσθιόμενοι προβάτων καὶ κυνῶν ἐνιαχοῦ καὶ ἵππων κρέα προυξένησαν· τιθασὸν δὲ χῆνα καὶ περιστεράν, ἐφέστιον οἰκέτιν τὸ Σοφοκλέους, οὐχ ὡς γαλαῖ καὶ αἴλουροι τροφῆς ἕνεκα διὰ λιμόν, ἀλλʼ ἐφʼ ἡδονῇ καὶ ὄψῳ διασπῶντες καὶ κατακόπτοντες ὅσον ἐστὶ τῇ φύσει φονικὸν καὶ θηριῶδες ἔρρωσαν καὶ πρὸς οἶκτον ἀκαμπὲς ἀπειργάσαντο, τοῦ δʼ ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν· ὥσπερ αὖ πάλιν οἱ Πυθαγορικοὶ τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο πρὸς τὸ φιλάνθρωπον καὶ φιλοίκτιρμον· ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον. ἀλλʼ οὐκ οἶδʼ ὅπως ἐν λόγοις γεγονότες λελήθαμεν οὔτε τῶν χθὲς ἡμῖν γεγονότων οὔτε τῶν τάχα δὴ γενησομένων σήμερον ἀπηρτημένοις. ἀποφηνάμενοι γὰρ ἐχθές, ὡς οἶσθα, μετέχειν ἁμωσγέπως πάντα τὰ ζῷα διανοίας καὶ λογισμοῦ παρέσχομεν οὐκ ἄμουσον οὐδʼ ἄχαριν τοῖς θηρατικοῖς νεανίσκοις περὶ συνέσεως θηρίων ἐνάλων τε καὶ πεζῶν ἅμιλλαν, ἥν, ὡς ἔοικε, σήμερον βραβεύσομεν, ἄν γε δὴ ταῖς προκλήσεσιν οἱ περὶ Ἀριστότιμον καὶ Φαίδιμον ἐμμείνωσιν ἐκείνων γὰρ ὁ μὲν τῆς γῆς, ὡς διαφέροντα τῷ φρονεῖν ζῷα γεννώσης, ἐπεδίδου τοῖς ἑταίροις συνήγορον ἑαυτόν, ὁ δὲ τῆς θαλάττης. . ΣΩΚΛ.ἐμμένουσιν, ὦ Αὐτόβουλε, καὶ ὅσον οὔπω πάρεισι συντασσομένους γὰρ αὐτοὺς ἕωθεν ἑώρων. ἀλλʼ εἰ βούλει, πρὸ τοῦ ἀγῶνος ὅσα τοῖς ἐχθὲς λόγοις προσήκοντα λεχθῆναι καιρὸν οὐκ ἔσχεν ἢ σὺν οἴνῳ καὶ παρὰ πότον οὐ μετὰ σπουδῆς ἐλέχθη πρὸς αὑτοὺς ἀναλάβωμεν. ἐδόκει γάρ τι πραγματικῶς οἷον ἀντηχεῖν ἐκ τῆς Στοᾶς, ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον οὕτως ὑπάρχοντι τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρχειν4 καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην.

奥托布鲁斯:然而,亲爱的索克拉洛斯,人们说那冷酷与残暴正是由此传播至人类中间的;它们尝到了杀戮的滋味,并在追逐与狩猎中习惯了不厌恶动物的鲜血与创伤,反而对它们被宰杀和死亡感到欢欣。随后,正如同在雅典,三十僭主治下第一个被处死的告密者被称作死有余辜,第二个与第三个亦复如是;但自此渐次推移,他们便对正派人士下手,最终连最优秀的公民也不再放过;同样,第一个杀死熊或狼的人赢得了赞誉,随后某只牛或猪因品尝了供陈的祭品获咎而被判合该处死;自此之后,鹿、野兔与羚羊被食用,更进而引向了食用羊、狗,乃至某些地方的马肉;将索福克勒斯所谓的“驯养的鹅与鸽子,炉边的伴仆”,不是像黄鼠狼和猫那样因饥饿为了求食,而是为了享乐与美味而予以撕裂宰割,人们由此助长了天性中一切凶残与兽性的成分,使其对怜悯变得坚硬不屈,并磨灭了大半温和的性情;正如与此相反,毕达哥拉斯派将对待野兽的温和作为博爱与仁慈的操练;因为习惯具有可怕的力量,能够凭借逐渐内化的情感将人引向深处。然而不知不觉中,我们所谈论的,既非脱离昨日发生之事,亦非脱离今日即将举行之辩论。正如你所知,我们昨日阐明一切动物在某种程度上都分有理智与推理,从而为爱好狩猎的青年人提供了一场关于水中动物与陆地动物智能的高雅而迷人的竞赛;看来今日我们便要对此进行裁决,只要阿里斯托提穆斯与斐狄穆斯等人恪守其挑战;因为他们中一人挺身作为同伴的辩护者支持陆地,理由是陆地孕育了智慧更为卓越的动物,而另一人则支持海洋。 索克拉洛斯:他们会恪守的,奥托布鲁斯,而且他们几乎就要到了;因为我从清晨起便见他们正在整军集结。不过如果你愿意,在竞赛之前,凡是切合昨日之论却无暇提及的,或者伴着酒在饮宴中未能郑重阐述的内容,让我们在彼此之间重新探讨一番。因为斯多亚派似乎提出了一种颇为切实的辩驳之声:即正如不朽与必死相对立,不灭与可灭、无形与有形相对立一样,既然理性者存在着,无理性者也应当对立且共同存在,而不应在如此众多的对偶中,唯独留下这一项残缺不全。

语法注4 条
  1. 959bνέων ψυχὰς κακκονῆν

    κακκονῆν 是 κατακονᾶν(磨砺、磨快)的多利斯方言/诗歌截短及同化不定式形式。它是依附于形容词 ἀγαθόν 的限定不定式,其逻辑主语为前文的 τὸν Τυρταῖον。

  2. 959bδέδια δή, ὦ φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας; ἐγκώμιον ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς φιλοθήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας·

    由 δέδια(担忧、害怕)引出的 μή 悬念从句。主语为 τὸ ἐγκώμιον,谓语为不定过去时虚拟式 ἐπάρῃ,宾语为 τοὺς νεανίσκους。其后紧接表示结果的 ὥστε 从句(带不定式 ἡγεῖσθαι),分词 ῥυέντας 说明青年人完全沉溺倾倒于狩猎的状态。

  3. 959cμάλιστα δ’ ἣσθην τοὺς μονομάχους αὐτοῦ παραθέντος, ὡς οὐχ ἥκιστα τὴν θηρευτικὴν ἄξιον ἐπαινεῖν, ὅτι ... δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν

    ἥσθην(ἥδομαι 的被动不定过去时,意为“喜悦、赞赏”)支配属格独立结构 τοὺς μονομάχους αὐτοῦ παραθέντος 作为喜悦的原因。其后的 ὡς 引导说话人的理由/主观论证(ὡς ἄξιον [ὂν] ἐπαινεῖν),随后再由 ὅτι 引导原因从句展开具体说明,形成层层嵌套的复合句式。

  4. 960bἐδόκει γάρ τι πραγματικῶς οἷον ἀντηχεῖν ἐκ τῆς Στοᾶς, ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον οὕτως ὑπάρχοντι τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρχειν

    主句 ἐδόκει ... ἀντηχεῖν(“似乎回响着”)统领 ὡς 从句,传述斯多亚派关于对偶平衡的论据。句式采用比例对应结构:ὡς(正如)三个并列的“与格—主格”对偶相对立,οὕτως(同样地)对于现存的理性事物(ὑπάρχοντι τῷ λογικῷ),非理性事物(τὸ ἄλογον)也理应(χρῆναι)作为对立而共同存在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:1-2