- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:25-26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
费狄穆斯列举了鹦嘴鱼和花鮨营救落入鱼钩或鱼篓的同伴之义举,对比陆生动物,高度赞扬水生动物的社会性与明知;随后又论述面对渔民的巨网合围,潜底之鱼、啃网脱逃的海豚以及喷墨匿踪的乌贼如何展现出超凡的防御与自救策略。
ΦΑΙΔΙΜΟΣ. ταῦτα μὲν οὖν γνῶσιν ἐμφαίνει καὶ χρῆσιν ἐπὶ καιρῷ τοῦ συμφέροντος εὐμήχανον καὶ περιττήν ἄλλα δʼ ἐπιδείκνυται μετὰ τοῦ συνετοῦ τὸ κοινωνικὸν καὶ τὸ φιλάλληλον, ὥσπερ ἀνθίαι καὶ σκάροι. σκάρου μὲν γὰρ ἄγκιστρον καταπιόντος, οἱ παρόντες σκάροι προσαλλόμενοι τὴν ὁρμιὰν ἀποτρώγουσιν οὗτοι δὲ καὶ τοῖς εἰς κύρτον ἐμπεσοῦσι τὰς οὐρὰς παραδόντες ἔξωθεν ἕλκουσι δάκνοντας προθύμως καὶ συνεξάγουσιν. οἱ δʼ ἀνθίαι τῷ συμφύλῳ βοηθοῦσιν ἰταμώτερον τὴν γὰρ ὁρμιὰν ἀναθέμενοι κατὰ τὴν ῥάχιν καὶ στήσαντες ὀρθὴν τὴν ἄκανθαν ἐπιχειροῦσι διαπρίειν τῇ τραχύτητι καὶ διακόπτειν. καίτοι χερσαῖον οὐδὲν ἴσμεν ἑτέρῳ κινδυνεύοντι τολμῶν ἀμύνειν, οὐκ ἄρκτον οὐ σῦν οὐδὲ λέαιναν οὐδὲ πάρδαλιν ἀλλὰ συγχωρεῖ μὲν εἰς ταὐτὸν ἐν τοῖς θεάτροις τὰ ὁμόφυλα καὶ κύκλῳ μετʼ ἀλλήλων περίεισιν·ἑτέρῳ δʼ ἕτερον οὐκ οἶδεν οὐδὲ φρονεῖ βοηθεῖν, ἀλλὰ φεύγει καὶ ἀποπηδᾷ πορρωτάτω γιγνόμενα τοῦ τετρωμένου καὶ θνήσκοντος. ἡ δὲ τῶν ἐλεφάντων ἱστορία, φίλε, τῶν εἰς τὰ ὀρύγματα φορούντων1 καὶ τὸν ὀλισθόντα διὰ χώματος ἀναβιβαζόντων ἔκτοπός ἐστι δεινῶς καὶ ἀλλοδαπή, καὶ καθάπερ ἐκ βασιλικοῦ διαγράμματος ἐπιτάττουσα πιστεύειν αὐτῇ τῶν Ἰόβα βιβλίων·2 ἀληθὴς δʼ οὖσα πολλὰ δείκνυσι τῶν ἐνάλων μηδὲν ἀπολειπόμενα τῷ κοινωνικῷ καὶ συνετῷ τοῦ σοφωτάτου τῶν χερσαίων. ἀλλὰ περὶ κοινωνίας αὐτῶν ἴδιος ἔσται τάχα λόγος.
费狄穆斯:这些事例表明了明达之智,以及在危难关头运用有利之事的灵巧而卓越的才能;然而另一些生物除了明达之外,还展现出社会性与同类相亲之情,正如花鮨与鹦嘴鱼。当一条鹦嘴鱼吞下鱼钩时,身旁的鹦嘴鱼便纵身跃起咬断钓线;对于那些落入鱼篓的同伴,它们从外部递过尾巴,待同伴紧紧咬住便竭力拖曳,一同将它们带出。花鮨援助同类则更为勇武:它们将钓线架在脊背上,直立起背棘,试图用粗糙的硬棘如锯般锯断钓线。然而在陆生动物中,我们未见有何者敢于救助身陷危境的同类,无论是熊、野猪、母狮还是豹子皆非如此;相反,在竞技场中,同种的野兽虽会聚在一处,彼此结伴盘桓打转,但彼此既不知晓也无心相助,反倒远远逃开并跳离那些负伤濒死者。至于那些关于大象将泥土搬运至陷坑并筑成斜坡引出滑落同伴的记述,吾友,那实属极度荒诞与离奇,宛若朱巴王的著作凭藉王室诏令强迫人们信服;不过即使那是真的,也仅表明许多水生动物在社会性与明达方面绝不逊于最智慧的陆生动物。不过关于它们的社会天性,容后再作专论。
ΦΑΙΔΙΜΟΣ. οἱ δʼ ἁλιεῖς συνορῶντες ὥσπερ ἀλεξήμασι παλαισμάτων τὰ πλεῖστα διακρουόμενα τὰς ἀπʼ ἀγκίστρου βολὰς ἐπὶ βίας ἐτράπησαν, καθάπερ οἱ Πέρσαι σαγηνεύοντες, ὡς τοῖς ἐνσχεθεῖσιν οὐδεμίαν ἐκ λογισμοῦ καὶ σοφίας διάφευξιν οὖσαν.3 ἀμφιβλήστροις μὲν γὰρ καὶ ὑποχαῖς κεστρεῖς καὶ ἰουλίδες ἁλίσκονται, μόρμυροί τε καὶ σαργοὶ καὶ κωβιοὶ καὶ λάβρακες· τὰ δὲ βολιστικὰ καλούμενα, τρίγλαν καὶ χρυσωπὸν καὶ σκορπίον, γρίποις τε καὶ σαγήναις σύρουσι περιλαμβάνοντες τῶν δικτύων οὖν τὸ γένος ὀρθῶς Ὅμηρος πανάγραν προσεῖπεν. ἀλλὰ καὶ πρὸς ταῦτα μηχαναὶ ταῖς γαλαῖς εἰσιν ὥσπερ τῷ λάβρακι συρομένην γὰρ αἰσθανόμενος βίᾳ διίστησι καὶ τύπτει κοιλαίνων τοὔδαφος ὅταν δὲ ποιήσῃ ταῖς ἐπιδρομαῖς τοῦ δικτύου χώραν, ἔωσεν ἑαυτὸν καὶ προσέχεται, μέχρι ἂν παρέλθῃ. δελφὶς δὲ περιληφθείς, ὅταν συναίσθηται γεγονὼς ἐν ἀγκάλαις σαγήνης, ὑπομένει μὴ ταραττόμενος ἀλλὰ χαίρων· εὐωχεῖται γὰρ ἄνευ πραγματείας ἀφθόνων ἰχθύων παρόντων ὅταν δὲ πλησίον τῇ γῇ προσίῃ, φαγὼν τὸ δίκτυον ἄπεισιν. εἰ δὲ μὴ φθαίη διαφυγών, τὸ πρῶτον οὐδὲν ἔπαθε δεινὸν ἀλλὰ διαρράψαντες αὐτοῦ περὶ τὸν λόφον ὁλοσχοίνους ἀφῆκαν· αὖθις δὲ ληφθέντα πληγαῖς κολάζουσι, γνωρίσαντες ἐκ τοῦ διαρράμματος. σπανίως δὲ τοῦτο συμβαίνει συγγνώμης γὰρ τυγχάνοντες τὸ πρῶτον εὐγνωμονοῦσιν οἱ πλεῖστοι καὶ φυλάττονται τὸ λοιπὸν μὴ ἀδικεῖν. ἔτι δὲ πολλῶν τῶν πρὸς εὐλάβειαν καὶ προφυλακὴν καὶ ἀπόδρασιν ὄντων παραδειγμάτων, οὐκ ἄξιόν ἐστι τὸ τῆς σηπίας παρελθεῖν. τὴν γὰρ καλουμένην μύτιν παρὰ τὸν τράχηλον ἔχουσα πλήρη ζοφερᾶς ὑγρότητος, ἣν θόλον καλοῦσιν, ὅταν καταλαμβάνηται, μεθίησιν ἔξω, τεχνωμένη, τῆς θαλάττης διαθολωθείσης ποιήσασα περὶ αὑτὴν σκότος, ὑπεκδῦναι καὶ ἀποδρᾶναι τὴν τοῦ θηρεύοντος ὄψιν· ἀπομιμουμένη τοὺς Ὁμήρου θεοὺς κυανέῃ νεφέλῃ πολλάκις οὓς ἂν σῶσαι θέλωσιν ὑφαιρουμένους καὶ διακλέπτοντας.4 ἀλλὰ τούτων μὲν ἅλις.
费狄穆斯:渔夫们眼见多数游鱼如施展摔跤解法般避开钓钩的攻击,便转而诉诸强力,正如波斯人拉网合围那样,认定被困者再无凭借心计与智慧脱逃的可能。因为用旋网和捞网可以捕获鲻鱼和彩衣鱼,以及白鲷、海鲷、鰕虎和海鲈;至于所谓的底栖鱼类,即红娘鱼、金头鲷和鲉鱼,则用拖网和巨网将其围住拖走;因此荷马恰如其分地将网罟这一物类称为‘网罗万物者’。然而即便面对这些网具,鲛鱼也同海鲈一样各有妙计:〔海鲈〕一旦察觉大网拖来,便用力拨开并击打海床掘出凹坑;当它为大网的掠过造出空间,便将身子深伏贴地,直至大网掠过。而海豚若被围入,一旦察觉自己身陷巨网的怀抱,它毫不慌乱反而欣喜;因为面对眼前丰盛的鱼群,它无需费力便可饱餐一顿;及至靠近陆地时,它便咬破渔网安然离去。假若它未能及时逃脱,起初倒也不受严惩,人们只是在它的背鳍周围缝缀上灯心草便将其放归;但若再度被捕,人们借由缝缀之物认出它,便施以痛打惩戒。不过这种情况甚少发生;因为多数海豚在初次蒙受宽恕后皆知恩感恩,往后便格外小心不再犯错。此外,在有关审慎、预防与逃脱的诸多例证中,乌贼的妙法切不可漏过。它的颈部旁边生有名为‘墨囊’之器官,满盛阴暗的汁液,世人称之为墨汁;每当它身陷窘境,便将墨汁喷出,设法在海水被搅浑并在周身形成黑暗之后,潜行隐匿并逃离捕猎者的视线;这宛如效仿荷马笔下的诸神,屡屡用‘青黑之云’将他们欲救之人悄然夺出并暗中窃走。不过,这些事例且说到这里吧。
- 977dτῶν εἰς τὰ ὀρύγματα φορούντων
现在分词 φορούντων 修饰前文属格名词 τῶν ἐλεφάντων,意为“把(泥土等)搬入陷坑中的象”,搬运的具体宾语在语境中被省略。
- 977eἐπιτάττουσα πιστεύειν αὐτῇ τῶν Ἰόβα βιβλίων
阴性分词 ἐπιτάττουσα 与主语 ἡ τῶν ἐλεφάντων ἱστορία 一致。属格 τῶν Ἰόβα βιβλίων 作来源属格(或承接 ἐκ 的支配力),意为“宛若凭藉王室敕令,从朱巴王的书籍中强令人们信从它”。
- 977eὡς τοῖς ἐνσχεθεῖσιν οὐδεμίαν ἐκ λογισμοῦ καὶ σοφίας διάφευξιν οὖσαν
由 ὡς 引导的宾格绝对独立结构(οὐδεμίαν ... διάφευξιν οὖσαν),表达主语渔夫们主观持有的设想或判断(“认为对于受困者而言,再无凭借心计与智慧脱逃的可能”)。
- 978bἀπομιμουμένη τοὺς Ὁμήρου θεοὺς ... ὑφαιρουμένους καὶ διακλέπτοντας
主格阴性单数分词 ἀπομιμουμένη 修饰主语乌贼(ἡ σηπία),支配宾语 τοὺς θεοὺς,后者由分词 ὑφαιρουμένους καὶ διακλέπτοντας 进一步修饰,构成“效仿荷马笔下悄然抢夺并暗中带走所救之人的诸神”之句意。
