- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
费狄穆斯指出水生动物难以轻易捕获,列举了钓具(细竿、隐蔽钓线、角质护套及专用鱼钩)的精巧设计,并以鲻鱼、海鲈和狐鲛避钩及脱钩的狡黠与英勇为例,证明鱼类的天赋智能。
ΦΑΙΔΙΜΟΣ.ἀλλὰ ταῦτα μὲν ἔστω τοῦ μὴ παντάπασιν ἐκφύλου μηδʼ ἀσυμπαθοῦς πρὸς ἡμᾶς ἱκανὰ δείγματα· τῆς δʼ ἀκράτου καὶ φυσικῆς συνέσεως μέγα δήλωμα τὸ κοινόν ἐστιν· οὐδὲν γὰρ οὕτως εὐχείρωτον ἀνθρώπῳ νηκτόν, ὃ μὴ πέτραις προσέχεται καὶ προσπέφυκεν, οὐδʼ ἁλώσιμον ἄνευ πραγματείας, ὡς λύκοις μὲν ὄνοι καὶ μέροψι μέλισσαι χελιδόσι δὲ τέττιγες, ἐλάφοις δʼ ὄφεις ἀγόμενοι ῥᾳδίως ὑπʼ αὐτῶν ᾗ καὶ τοὔνομα πεποίηται παρώνυμον οὐ τῆς ἐλαφρότητος ἀλλὰ τῆς ἕλξεως τοῦ ὄφεως, καὶ τὸ πρόβατον προσκαλεῖται τῷ ποδὶ τὸν λύκον· τῇ δὲ παρδάλει τὰ πλεῖστα προσχωρεῖν χαίροντα τῇ ὀσμῇ μάλιστα δὲ τὸν πίθηκον λέγουσι. τῶν δὲ θαλαττίων ὁμοῦ τι πάντων ἡ προαίσθησις ὕποπτος οὖσα καὶ πεφυλαγμένη πρὸς τὰς ἐπιθέσεις ὑπὸ συνέσεως, οὐχ ἁπλοῦν τὸ τῆς ἄγρας ἔργον οὐδὲ φαῦλον ἀλλʼ ὀργάνων τε παντοδαπῶν καὶ σοφισμάτων ἐπʼ αὐτὰ δεινῶν καὶ ἀπατηλῶν δεόμενον ἀπείργασται.1 καὶ τοῦτο δῆλόν ἐστιν ἀπὸ τῶν πάνυ προχείρων. τὸν μὲν γὰρ ἀσπαλιευτικὸν κάλαμον οὐ βούλονται πάχος ἔχειν, καίπερ εὐτόνου δεόμενοι πρὸς τοὺς σπαραγμοὺς τῶν ἁλισκομένων, ἀλλὰ μᾶλλον ἐκλέγονται τὸν λεπτόν, ὅπως μὴ πλατεῖαν ἐπιβάλλων σκιὰν ἐκταράττῃ τὸ ὕποπτον αὐτῶν. ἔπειτα τὴν ὁρμιὰν οὐ ποιοῦσι πολύπλοκον τοῖς ἅμμασι τῶν βρόχων οὐδὲ τραχεῖαν ἐπεὶ καὶ τοῦτο τοῦ δόλου γίγνεται τεκμήριον αὐτοῖς. καὶ τῶν τριχῶν τὰ καθήκοντα πρὸς τὸ ἄγκιστρον ὡς ἔνι μάλιστα λευκὰ φαίνεσθαι μηχανῶνται μᾶλλον γὰρ οὕτως ἐν τῇ θαλάττῃ διʼ ὁμοιότητα τῆς χρόας λανθάνουσι. τὸ δʼ ὑπὸ τοῦ ποιητοῦ λεγόμενον "ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, ἣτε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα·" παρακούοντες ἔνιοι βοείαις θριξὶν οἴονται πρὸς τὰς ὁρμιὰς χρῆσθαι τοὺς παλαιούς· κέρας γὰρ τὴν τρίχα λέγεσθαι καὶ τὸ κείρασθαι διὰ τοῦτο καὶ τὴν κουράν· καὶ τὸν παρʼ Ἀρχιλόχῳ κεροπλάστην φιλόκοσμον εἶναι περὶ κόμην καὶ καλλωπιστήν. ἔστι δʼ οὐκ ἀληθές· ἱππείαις γὰρ θριξὶ χρῶνται, τὰς τῶν ἀρρένων λαμβάνοντες· αἱ γὰρ θήλειαι τῷ οὔρῳ τὴν τρίχα βεβρεγμένην ἀδρανῆ ποιοῦσιν. Ἀριστοτέλης δέ φησι μηδὲν ἐν τούτοις λέγεσθαι σοφὸν ἢ περιττὸν ἀλλὰ τῷ ὄντι κεράτιον περιτίθεσθαι πρὸ τοῦ ἀγκίστρου περὶ τὴν ὁρμιάν, ἐπεὶ πρὸς ἄλλο ἐρχόμενοι διεσθίουσι. τῶν δʼ ἀγκίστρων τοῖς μὲν στρογγύλοις, ἐπὶ κεστρέας καὶ ἀμίας χρῶνται μικροστόμους ὄντας τὸ γὰρ εὐθύτερον εὐλαβοῦνται· πολλάκις δὲ καὶ τὸ στρογγύλον ὁ κεστρεὺς ὑποπτεύων ἐν κύκλῳ περινήχεται, τῇ οὐρᾷ περιρραπίζων τὸ ἐδώδιμον καὶ ἀνακάπτων τὸ ἀποκρουόμενον· ἂν δὲ μὴ δύνηται, συναγαγὼν τὸ στόμα καὶ περιστείλας, τοῖς χείλεσιν ἄκροις ἐπιψαύων ἀποκνίζει τοῦ δελέατος. ὁ δὲ λάβραξ ἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλʼ αὐτὸς ἑαυτόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ,2 τῇ δεῦρο κἀκεῖ παραλλάξει τῆς κεφαλῆς ἀνευρύνων τὸ τραῦμα καὶ τὸν ἐκ τοῦ σπαραγμοῦ πόνον ὑπομένων, ἄχρι ἂν ἐκβάλῃ τὸ ἄγκιστρον. ἡ δʼ ἀλώπηξ οὐ πολλάκις μὲν ἀγκίστρῳ πρόσεισιν ἀλλὰ φεύγει τὸν δόλον, ἁλοῦσα δʼ εὐθὺς ἐκτρέπεται πέφυκε γὰρ διʼ εὐτονίαν καὶ ὑγρότητα μεταβάλλειν τὸ σῶμα καὶ στρέφειν, ὥστε τῶν ἐντὸς ἐκτὸς γενομένων ἀποπίπτειν τὸ ἄγκιστρον.
费狄穆斯:然而,且将这些视为水生生灵对我们绝非完全异类、亦非毫无同情的充足明证;另一方面,它们纯粹而天然的聪明才智,在普遍的事实中得到了极大的体现。因为除了附着并生长在岩石上的生物外,没有任何水生游物能像驴之于狼、蜜蜂之于食蜂鸟、蝉之于燕子、或者被鹿轻易拖出的蛇那样(鹿的名称正是由此派生,并非因其轻捷,而是因其拔蛇),轻易为人类所降伏,或不费周折便可捕获;又如绵羊用蹄呼引狼,人们还说多数动物,尤其是猿猴,会因喜爱其气味而主动走向豹子。但在几乎所有的海生动物中,由于它们的预感怀有戒心,并通过明达在袭击面前保持警惕,捕捞之功便绝非易事亦非同小可,而是必须依赖各类器械以及针对它们所设的险巧欺诈之谋。而这从最显见易行之事中便昭然若揭。例如,钓者不愿钓竿粗重,尽管他们需要强韧的竿子来对抗被捕获者的剧烈挣扎,却宁可挑选细竿,以免宽厚的倒影惊动它们的戒心。其次,他们不让钓线因索扣的绳结而错杂多盘或粗糙,因为这在鱼看来也是机关诡诈的迹象。至于连着鱼钩的毛发,他们设法使其显得尽可能洁白,因为在海水中借着颜色的相似,它们更能隐匿不现。至于诗人所吟唱的: “她宛若铅坠般疾扑深渊, 那铅坠套在荒野耕牛的角管之上, 携带着死厄袭向贪食的游鱼;”有些人误解此语,以为古人在钓线上使用的是牛毛;因为他们声称毛发被称为“角”,剪发与发式亦由此得名,而阿耳基洛科斯笔下的“理角者”是指精心修饰鬃发的美男子。然而此说不实;因为人们用的是马鬃,且取雄马之鬃;因为雌马的尿液浸湿毛发后会使之脆弱无力。亚里士多德则指出,这些诗句中并无机巧或附会之说,而是钓者确实在鱼钩前方的钓线周围套上一截小牛角筒,因为鱼若咬向别处便会将线咬断。在鱼钩方面,他们对口器细小的鲻鱼和鲭鱼使用弯钩,因为直钩会引起警惕;然而即便面对弯钩,鲻鱼也常常起疑,绕着圈游动,用尾巴拍击食饵,抢食被击落的碎渣;若办不到,它便收拢双唇、紧缩口部,仅以唇边尖端触碰,一点点啃食钓饵。而海鲈比大象更为英勇,一旦误中鱼钩,不是为他者,而是亲自为自身施术拔箭:通过向左右两边剧烈摆晃头部来扩大创口,忍受撕裂的剧痛,直至将鱼钩彻底甩出。狐鲛则极少咬钩,而是躲避诱饵陷阱,但一旦被捕,便立即翻转自身;因为凭着强健与柔韧,它生来便能变换扭动身躯,以致内脏翻露在外,鱼钩便随之自行脱落。
- 976dτῶν δὲ θαλαττίων ὁμοῦ τι πάντων ἡ προαίσθησις ὕποπτος οὖσα καὶ πεφυλαγμένη πρὸς τὰς ἐπιθέσεις ὑπὸ συνέσεως, οὐχ ἁπλοῦν τὸ τῆς ἄγρας ἔργον οὐδὲ φαῦλον ἀλλʼ ὀργάνων τε παντοδαπῶν καὶ σοφισμάτων ἐπʼ αὐτὰ δεινῶν καὶ ἀπατηλῶν δεόμενον ἀπείργασται
句子的核心结构为主语 ἡ προαίσθησις(预感/警觉心)支配作及物动词用的完成时中动/被动态动词 ἀπείργασται(造就了/使之成为),其直接宾语为 τὸ τῆς ἄγρας ἔργον(捕捞之工),宾语补足语为 οὐχ ἁπλοῦν... ἀλλʼ ... δεόμενον。句首属格 τῶν δὲ θαλαττίων... πάντων 作为领属属格修饰 προαίσθησις。整个长句表达水生生物的高度警觉使得人类捕捞它们必须借助繁复诡诈的器械手段。
- 977bἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλʼ αὐτὸς ἑαυτόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ
动词 βελουλκεῖ 原指用外科取箭器(βελουλκός)从体内拔出箭头。此处典故承接前文所记受伤的大象在战后互相为同伴拔箭的陆生动物实例,故称海鲈“比大象更英勇”,“不是拔出他人体内的箭,而是自己拔除自身的”(οὐχ ἕτερον ἀλλʼ αὐτὸς ἑαυτόν)。宾格 ἕτερον 与主格 αὐτὸς 及其反身代词宾格 ἑαυτόν 形成鲜明对照,突显其自行脱钩的决绝与勇猛。
