- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:27-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
费狄穆斯列举海星、电鳐与水鮟鱇的捕猎机谋,对比章鱼的审慎变色与变色龙的受动变色,阐述海洋生物间的物克循环,并以海胆压石防风浪及游鱼逆流逆风游弋的习性,论证水生生物的智慧与适应能力。
ΦΑΙΔΙΜΟΣ.τῆς δʼ ἐπιχειρητικῆς καὶ θηρευτικῆς δεινότητος αὐτῶν ἐν πολλοῖς σοφίσματα κατιδεῖν ἔστιν. ὁ μὲν γὰρ ἀστήρ, ὧν ἂν ἅψηται, πάντα1 διαλυόμενα καὶ διατηκόμενα γιγνώσκων, ἐνδίδωσι τὸ σῶμα καὶ περιορᾷ ψαυόμενον ὑπὸ τῶν παρατρεχόντων ἢ προσπελαζόντων. τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας αὐτῆς ἐκπηγνύουσαν, ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. ἔνιοι δʼ ἱστοροῦσι, πεῖραν αὐτῆς ἐπὶ πλέον λαμβάνοντες, ἂν ἐκπέσῃ ζῶσα, κατασκεδαννύντες ὕδωρ ἄνωθεν, αἰσθάνεσθαι τοῦ πάθους ἀνατρέχοντος ἐπὶ τὴν χεῖρα καὶ τὴν ἁφὴν ἀμβλύνοντος ὡς ἔοικε διὰ τοῦ ὕδατος τρεπομένου καὶ προπεπονθότος. ταύτης οὖν ἔχουσα σύμφυτον αἴσθησιν μάχεται μὲν ἐξ ἐναντίας πρὸς οὐδὲν οὐδὲ διακινδυνεύει· κύκλῳ δὲ περιιοῦσα τὸ θηρευόμενον ὥσπερ βέλη διασπείρει τὰς ἀπορροάς, φαρμάττουσα τὸ ὕδωρ πρῶτον, εἶτα τὸ ζῷον διὰ τοῦ ὕδατος, μήτε ἀμύνεσθαι δυνάμενον μήτε φυγεῖν ἀλλʼ ἐνισχόμενον ὥσπερ ὑπὸ δεσμῶν καὶ πηγνύμενον. ὁ δὲ καλούμενος ἁλιεὺς γνώριμος μέν ἐστι πολλοῖς· καὶ διὰ τοὔργον αὐτῷ γέγονε τοὔνομα ᾧ σοφίσματι καὶ τὴν σηπίαν χρῆσθαί φησιν ὁ Ἀριστοτέλης καθίησι γὰρ ὥσπερ ὁρμιὰν ἀπὸ τοῦ τραχήλου πλεκτάνην, μηκύνεσθαί τε πόρρω χαλώσης καὶ πάλιν συντρέχειν εἰς ἑαυτὴν ἀναλαμβανούσης2 ῥᾷστα πεφυκυῖαν. ὅταν οὖν τι τῶν μικρῶν ἰχθυδίων ἴδῃ πλησίον ἐνδίδωσι δακεῖν, καὶ κατὰ μικρὸν ἀναμηρύεται λανθάνουσα καὶ προσάγεται, μέχρι ἂν ἐν ἐφικτῷ τοῦ στόματος γένηται τὸ προσισχόμενον. τῶν δὲ πολυπόδων τῆς χρόας τὴν ἄμειψιν ὅ τε Πίνδαρος περιβόητον πεποίηκεν εἰπὼν "ποντίου θηρὸς χρωτὶ μάλιστα νόον, προσφέρων πάσαις πολίεσσιν ὁμίλει" καὶ Θέογνις ὁμοίως "πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ τῇπερ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη." μεταβάλλει γὰρ ὁ μὲν χαμαιλέων οὐδέν τι μηχανώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλʼ ὑπὸ δέους ἄλλως τρέπεται, φύσει ψοφοδεὴς ὢν καὶ δειλός. συνέπεται δὲ καὶ πνεύματος πλῆρες, ὡς Θεόφραστος· ὀλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζῴου πλῆρες εἶναι πνεύμονος,3 ᾧ τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. τοῦ δὲ πολύποδος ἔργον ἐστὶν οὐ πάθος ἡ μεταβολὴ μεταβάλλει γὰρ ἐκ προνοίας, μηχανῇ χρώμενος τοῦ λανθάνειν ἃ δέδιε καὶ λαμβάνειν οἷς τρέφεται παρακρουόμενος γὰρ τὰ μὲν αἱρεῖ μὴ φεύγοντα τὰ δʼ ἐκφεύγει παρερχόμενα. τὸ μὲν γὰρ αὑτοῦ τὰς πλεκτάνας κατεσθίειν αὐτὸν ψεῦδός ἐστιν· τὸ δὲ μύραιναν δεδιέναι καὶ γόγγρον ἀληθές ἐστιν· ὑπʼ ἐκείνων γὰρ κακῶς πάσχει, δρᾶν μὴ δυνάμενος ἐξολισθανόντων. ὥσπερ αὖ πάλιν ὁ κάραβος ἐκείνων μὲν ἐν λαβαῖς γενομένων περιγίγνεται ῥᾳδίως ἡ γὰρ ψιλότης οὐ βοηθεῖ πρὸς τὴν τραχύτητα τοῦ δὲ πολύποδος εἴσω τὰς πλεκτάνας διωθοῦντος ἀπόλλυται. καὶ τὸν κύκλον τοῦτον καὶ τὴν περίοδον ταῖς κατʼ ἀλλήλων διώξεσι καὶ φυγαῖς γύμνασμα καὶ μελέτην ἡ φύσις αὐτοῖς ἐναγώνιον πεποίηκε δεινότητος καὶ συνέσεως.
费狄穆斯:此外,在它们的出击与猎捕之机巧中,亦可在多处看出其智慧与机谋。海星知晓凡是自己所触及之物皆会溶化消融,便放任自己的身体,任由那些游过或靠近者触碰自己。至于电鳐的威力,想必诸君皆知:它不仅能使触碰者僵硬麻木,甚至能透过拖网,使拉网者的双手产生一种麻木的沉重感。有些人记述道,他们对其作进一步试验,在其活着搁浅时从上方倒水,便感知到那股麻木之感逆流直达手部,并迟钝了触觉,这显然是由于水受其影响而预先发生了质变。它既生来便对自身这种力量有所知晓,便不与任何对手正面搏斗,亦不冒险;而是绕着猎物盘旋,如射箭般散布其散发物,先毒化海水,再借由水毒化猎物,使之既无法防卫亦不能逃遁,反倒如被绳索捆绑般僵硬受困。至于所谓的水鮟鱇,为众人所熟知,其名亦因其捕猎行径而得——亚里士多德称乌贼亦使用此种谋策:它从颈部垂下一根宛如钓线的触手,其天然构造在放松时能伸得很长,在收缩时又能极轻易地缩回自身。因此,每当它看见有小鱼在近旁,便递出触手任其咬食,并在不知不觉中一点点倒卷收缩将其引近,直到紧咬之物进入嘴边可及之处。至于章鱼变换体色之能,品达已借诗句使其名声远扬: ‘最当让心智贴合那海兽的肤色,随遇于诸邦而周旋交往,’泰奥格尼斯亦如是写道: ‘当具杂色章鱼之心智,它无论依附何等岩石,望之便显现何种模样。’ 因为变色龙的变色全非出于巧计或隐藏自身,纯粹是因恐惧而转变,因其天性胆怯且惧怕声响。正如泰奥弗拉斯托斯所言,其体内充满气息亦促成了这一点:因为这种动物的整个身体几乎全为肺脏所充满,由此证明了其多气的特质,并因而极易发生变化。但章鱼的变色是一种主动行为而非被动情状:因为它是出于审慎而变色,利用计策以避开所惧之物,并捕获所食之物;它通过欺诈,捕获那些并不逃跑的猎物,并躲过那些路过的强敌。所谓章鱼自食触腕之说固属虚妄,但其畏惧海鳝与海鳗则确凿无疑;因为面对它们滑溜的躯体,章鱼无可奈何而屡遭残害。然而反过来,龙虾在与它们扭结时却能轻易取胜,因其光滑的体表抵挡不住龙虾的粗粝;可一旦章鱼将触腕探入龙虾壳内,龙虾便一命呜呼。大自然借着这相互间的追逐与逃离的循环回转,使之成为它们在机巧与理解力上的竞胜锻炼与研习。
ΦΑΙΔΙΜΟΣ. ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου4 διηγήσατο πρόγνωσιν Ἀριστοτέλης πνευμάτων, ὃς ἐθαύμαζε καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν. ἐγὼ δʼ ἐχῖνον μὲν οὐδένα Κυζικηνὸν ἢ Βυζάντιον, ἀλλὰ πάντας ὁμοῦ παρέχομαι τοὺς θαλαττίους, ὅταν αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα μηδʼ ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλʼ ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις. ἡ δὲ γεράνων μεταβολὴ τῆς πτήσεως πρὸς ἄνεμον οὐχ ἑνὸς γένους ἐστὶν ἀλλὰ τοῦτο κοινῇ πάντες ἰχθύες νοοῦντες ἀεὶ πρὸς κῦμα καὶ ῥοῦν ἀντινήχονται καὶ παραφυλάττουσιν ὅπως μή, κατʼ οὐρὰν προσφερομένου τοῦ πνεύματος, ἡ λεπὶς ἀναπτυσσομένη λυπῇ τὸ σῶμα γυμνούμενον καὶ διατραχυνόμενον ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους· σχιζομένη γὰρ οὕτω κατὰ κορυφὴν ἡ θάλασσα τά τε βράγχια καταστέλλει καὶ κατὰ τῆς ἐπιφανείας ῥέουσα λείως πιέζει καὶ οὐκ ἀνίστησι τὸ φρικῶδες. τοῦτο μὲν οὖν, ὥσπερ ἔφην, κοινόν ἐστι τῶν ἰχθύων, πλὴν τοῦ ἔλλοπος· τοῦτον δέ φασι κατʼἄνεμον καὶ ῥοῦν νήχεσθαι, μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος, ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπιπτυχὰς ἐχούσης.
费狄穆斯:诚然,亚里士多德曾记述陆生刺猬具有某种预知风候之能,亦曾赞叹鹤呈三角形飞行之举。但我无须举出某一只基齐库斯或拜占庭的刺猬,而是将所有的海胆一同列出:当它们感知到即将来临的风暴与涌浪时,便用小石子作为压舱之物附着于身,免得因自身轻浮而在风浪大作时倾覆或被卷走,从而能够牢牢固着在岩石上。而鹤迎风调整飞行的习性亦非某一物类所独有;相反,所有游鱼普遍知晓此理,总是逆着波浪与水流游弋,并防备着一旦风由尾部吹来,鳞片翻起会使裸露的身体受损且变粗糙;因此它们始终保持逆迎水流之势。因为海水以这种方式在头顶被劈开,既压制了鳃部,又顺着体表平滑流过,从而压服鳞片而不使其倒竖如寒栗。因此,正如我所言,除鲟鱼外,这乃是游鱼的通性;而据说鲟鱼随风顺流而游,并不惧怕鳞片翻刮,因其鳞片的叠覆方向本就不朝向尾部。
- 27ὧν ἂν ἅψηται, πάντα
关系代词 ὧν 的先行词 πάντα 置于关系节之后,并前置作为分词 γιγνώσκων 的宾语以示强调。因 ἅπτομαι 要求支配接触属格,故关系代词为属格 ὧν。
- 978dχαλώσης καὶ πάλιν συντρέχειν εἰς ἑαυτὴν ἀναλαμβανούσης
分词 χαλώσης 与 ἀναλαμβανούσης 为阴性单数属格,在语法上与前置的宾格 πλεκτάνην 不一致;此处作独立属格处理,省略了指代乌贼的逻辑主语(如 αὐτῆς),两个主动分词意为“当它放松〔触手〕时……收回时”。
- 978eὀλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζῴου πλῆρες εἶναι πνεύμονος
短语 ὀλίγον ἀποδεῖ 接不定式为固定惯用结构,意为“几乎相差无几”、“可以说几乎……”。πᾶν τὸ σῶμα 作不定式 εἶναι 的宾格主语。
- 979aἐχίνου γέ τινα χερσαίου
因下文紧接着与海胆(ἐχῖνος θαλάττιος)作对比,此处的“陆上刺猬/海胆”(ἐχῖνος χερσαῖος)实指刺猬(亚里士多德在《动物志》中曾记载其预知风向的习性)。
