← 普鲁塔克

陆生与水生动物孰更为聪明

§23

费狄穆斯对水生动物的辩护与智慧例证

经赫拉克利翁促请,费狄穆斯展开了为水生动物辩护的有力反驳。他论证水族看似愚钝仅因其深邃的环境阻碍了观察且未受人类训化,并列举了驯服的鳗鱼、克拉苏的森海鳝、听话的鳄鱼以及吕基亚游鱼占卜等事例,以证明水生动物的灵性、温顺与预言之能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

ΗΡΑΚΛΕΩΝ. ἄναγε τὰς ὀφρῦς, ὦ φίλε Φαίδιμε, καὶ διέγειρε σεαυτὸν ἡμῖν τοῖς ἐνάλοις καὶ νησιώταις οὐ παιδιὰ τὸ χρῆμα τοῦ λόγου γέγονεν, ἀλλʼ ἐρρωμένος ἀγὼν καὶ ῥητορεία κιγκλίδων ἐπιδέουσα καὶ βήματος. ΦΑΙΔΙΜΟΣ. ἐνέδρα μὲν οὖν, ὦ Ἡρακλέων, σὺν δόλῳ καταφανής· κραιπαλῶσι γὰρ ἔτι τὸ χθιζὸν καὶ βεβαπτισμένοις1 νήφων, ὡς ὁρᾷς, ὁ γενναῖος ἐκ παρασκευῆς ἐπιτέθειται. παραιτεῖσθαι δʼ οὐκ ἔστιν· οὐ γὰρ βούλομαι Πινδάρου ζηλωτὴς ὢν ἀκοῦσαι τὸ "τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον·" σχολὴ μὲν γὰρ πολλὴ πάρεστιν ὑμῖν, ἀργούντων οὐ χορῶν ἀλλὰ κυνῶν καὶ ἵππων καὶ δικτύου καὶ πάσης σαγήνης,2 διὰ τοὺς λόγους ἐκεχειρίας κοινῇ πᾶσι τοῖς ζῴοις κατά τε γῆν καὶ κατὰ θάλατταν δεδομένης τὸ σήμερον. ἀλλὰ μὴ φοβηθῆτε· χρήσομαι γὰρ αὐτῇ μετρίως, οὔτε δόξας φιλοσόφων οὔτε Αἰγυπτίων μύθους οὔτʼ ἀμαρτύρους Ἰνδῶν ἐπαγόμενος ἢ Λιβύων διηγήσεις· ἃ δὲ πανταχοῦ μάρτυρας ἔχει τοὺς ἐργαζομένους τὴν θάλατταν ὁρώμενα καὶ δίδωσι τῇ ὄψει πίστιν, τούτων ὀλίγα παραθήσομαι. καίτοι τῶν ἐν γῇ παραδειγμάτων ἐπιπροσθοῦν οὐδέν ἐστιν, ἀλλʼ ἀνεῳγμένη παρέχει τῇ αἰσθήσει τὴν ἱστορίαν· ἡ δὲ θάλασσα μικρὰ κατιδεῖν καὶ γλίσχρα δίδωσι τῶν δὲ πλείστων κατακαλύπτει γενέσεις καὶ τροφὰς ἐπιθέσεις τε καὶ φυλακὰς ἀλλήλων, ἐν αἷς οὐκ ὀλίγα καὶ συνέσεως ἔργα καὶ μνήμης καὶ κοινωνίας ἀγνοούμενα βλάπτει τὸν λόγον. ἔπειτα τὰ μὲν ἐν γῇ διὰ τὴν ὁμοφυλίαν καὶ τὴν συνδιαίτησιν ἁμωσγέπως συναναχρωννύμενα τοῖς ἀνθρωπίνοις ἤθεσιν ἀπολαύει καὶ τροφῆς καὶ διδασκαλίας καὶ μιμήσεως· ἣ τὸ μὲν πικρὸν ἅπαν καὶ σκυθρωπὸν ὥσπερ ἐπιμιξία ποτίμου θάλασσαν ἐφηδύνει, τὸ δὲ δυσξύνετον ἅπαν καὶ νωθρὸν ἐπεγείρει ταῖς μετʼ ἀνθρώπων κινήσεσιν ἀναρριπιζόμενον. ὁ δὲ τῶν ἐνάλων βίος ὅροις μεγάλοις τῆς πρὸς ἀνθρώπους ἀπῳκισμένος ὁμιλίας ἐπείσακτον οὐδὲν οὐδὲ συνειθισμένον ἔχων ἴδιός ἐστι καὶ αὐθιγενὴς καὶ ἄκρατος ἀλλοτρίοις ἤθεσι διὰ τὸν τόπον, οὐ διὰ τὴν φύσιν. ἡ γὰρ φύσις ὅσον ἐξικνεῖται μαθήσεως ἐπʼ αὐτὴν δεχομένη καὶ στέγουσα παρέχει3 πολλὰς μὲν ἐγχέλεις ἱερὰς λεγομένας ἀνθρώποις χειροήθεις, ὥσπερ τὰς ἐν τῇ Ἀρεθούσῃ, πολλαχοῦ δʼ ἰχθῦς ὑπακούοντας αὐτῶν ὀνόμασιν ὥσπερ τὴν Κράσσου μύραιναν ἱστοροῦσιν, ἧς ἀποθανούσης ἔκλαυσεν ὁ Κράσσος καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος οὐ σὺ μυραίνης ἀποθανούσης ἔκλαυσας; ἀπήντησεν· οὐ σὺ τρεῖς θάψας γυναῖκας οὐκ ἐδάκρυσας; οἱ δὲ κροκόδειλοι τῶν ἱερέων οὐ μόνον γνωρίζουσι τὴν φωνὴν καλούντων καὶ τὴν ψαῦσιν ὑπομένουσιν, ἀλλὰ καὶ διαχανόντες παρέχουσι τοὺς ὀδόντας ἐκκαθαίρειν ταῖς χερσὶ καὶ περιμάττειν ὀθονίοις. ἔναγχος δὲ Φιλῖνος ὁ βέλτιστος ἥκων πεπλανημένος ἐν Αἰγύπτῳ παρʼ ἡμᾶς διηγεῖτο γραῦν ἰδεῖν ἐν Ἀνταίου πόλει κροκοδείλῳ συγκαθεύδουσαν ἐπὶ σκίμποδος εὖ μάλα κοσμίως παρεκτεταμένῳ. πάλαι δʼ ἱστοροῦσι, Πτολεμαίου τοῦ βασιλέως παρακαλουμένου, τὸν ἱερὸν κροκόδειλον μὴ ἐπακούσαντα μηδὲ πεισθέντα λιπαροῦσι καὶ δεομένοις τοῖς ἱερεῦσι δόξαι προσημαίνειν τὴν μετʼ οὐ πολὺ συμβᾶσαν αὐτῷ τοῦ βίου τελευτὴν4 ὥστε μηδὲ τῆς πολυτιμήτου μαντικῆς ἄμοιρον εἶναι τὸ τῶν ἐνύδρων γένος μηδʼ ἀγέραστον ἐπεὶ καὶ περὶ Σοῦραν πυνθάνομαι, κώμην ἐν τῇ Λυκίᾳ Φελλοῦ μεταξὺ καὶ Μύρων, καθεζομένους ἐπʼ ἰχθύσιν ὥσπερ οἰωνοῖς διαμαντεύεσθαι τέχνῃ τινὶ καὶ λόγῳ ἑλίξεις καὶ φυγὰς καὶ διώξεις αὐτῶν ἐπισκοποῦντας.

赫拉克利翁:扬起你的眉毛吧,亲爱的费狄穆斯,为了我们这些滨海与岛屿之民振作起来;这场言论之事已不再是儿戏,而是一场强劲的角逐,是亟需栏杆与演说坛的雄辩之争。 费狄穆斯:赫拉克利翁啊,这分明是一场蓄谋狡黠的伏击;因为正如你所见,当我们仍沉溺于昨日的宿醉、头晕目眩之际,这位高贵的朋友却滴酒未沾,有备而来地发起了袭击。然而我们已无可推托;因为我作为品达的仰慕者,绝不愿听到那句名言: “当竞赛确立之时,借口 将德性抛入万丈幽暗。” 你们确实拥有大把的闲暇,因为歇息的并非合唱队,而是猎犬、马匹、鱼网以及所有的围网;为了这番言论,今天陆上海底的所有动物皆共同获得了一场休战。但请诸位切勿担忧:我会克制地利用这闲暇,既不搬出哲学家的见解,亦不援引埃及的神话,也不采用没有见证的印度人或利比亚人的传闻;然而,凡在各处皆有操海业者亲眼目睹、能为视觉带来确信的所见之事,我将择其少数陈列于前。话虽如此,陆上的实例却毫无遮挡,向感官全然敞开以供探究;而海洋却仅容人管窥极其细微贫乏之物,将大多数生灵的繁衍、哺育以及彼此间的攻击与防备掩藏在内;其中不乏明达、记忆与社群生活的作为,只因无人知晓而有损于我的论据。再者,陆生动物因同属同源与朝夕相处,或多或少受到人类风尚的浸染,享受着哺育、训导与摹拟的好处;这种摹拟化解了一切暴戾与阴沉,犹如甘泉的汇入使海水变得甘甜,并在与人类的互动激荡中,唤醒了一切迟钝与愚昧。相反,水生生灵的生活被遥远的界限与人类的交往阻隔开来,既无外来输入,亦无耳濡目染,因其地域环境——而非因其天性——保持着独特、原生且不染异类风俗的本色。因为它们的天性只要触及学习之机,便会加以接纳并守藏,因而造就了许多被称为神圣、对人温顺亲近的鳗鱼,如同阿剌图萨泉中的鳗鱼;并在许多地方有能呼应自己名字的游鱼,正如人们所记载的克拉苏的海鳝,当它死去时克拉苏痛哭流涕;有一次多米提乌斯对他说:“难道你不是因为一条海鳝死去而痛哭了吗?”他回答道:“难道你不是埋葬了三任妻子却未曾落下一滴泪吗?”祭司们饲养的鳄鱼不仅能辨认呼唤它们的声音,耐受抚摸,甚至还会张开大口,任凭人们用手剔净其牙齿、用亚麻布擦拭周围。不久前,我们极好的朋友菲利努斯游历埃及归来,便向我们讲述他在安泰俄斯城亲眼见到一位老妇与一条鳄鱼同卧在一张简陋的卧榻上,鳄鱼十分温顺规矩地伸展在旁。相传古时,当托勒密国王祈愿之时,神圣的鳄鱼面对苦苦哀求请托的祭司们,既不理会亦不听从,人们认为这正预示了他不久后生命的终结;由此可见,水生动物之属亦绝非无份于尊崇的占卜之术,亦非未得此赏赐。因为我还获悉,在吕基亚位于费卢斯与米拉之间一个名为苏拉的村庄,人们静坐观察游鱼,宛如观察兆鸟一般,通过某种技艺与算理,考查它们的翻转、奔逃与追逐以行占卜之术。

语法注4 条
  1. 23κραιπαλῶσι γὰρ ἔτι τὸ χθιζὸν καὶ βεβαπτισμένοις

    与格分词 κραιπαλῶσι 与 βεβαπτισμένοις 作受损与格(或关系与格),由后文的 ἐπιτέθειται 所支配,指代说话者等人。τὸ χθιζόν 为状语性宾格(或内在宾格),意为“因昨日的(宴饮)”。

  2. 975dἀργούντων οὐ χορῶν ἀλλὰ κυνῶν καὶ ἵππων καὶ δικτύου καὶ πάσης σαγήνης

    属格绝对结构(genitive absolute),用以解释前句 σχολὴ μὲν γὰρ πολλὴ πάρεστιν ὑμῖν(“你们确实拥有大把的闲暇”)的原因,指出歇息的不是歌队,而是狩猎与捕鱼的器具与牲畜。

  3. 976aἐστέγουσα παρέχει

    分词 δεχομένη 与 στέγουσα 修饰主语 ἡ φύσις,共同支配主要动词 παρέχει。该结构说明水生动物的天性只要能接触到学习的机会,便能加以领受并牢固保有,从而展现出亲人温驯的特质。

  4. 976cδόξαι προσημαίνειν τὴν μετʼ οὐ πολὺ συμβᾶσαν αὐτῷ τοῦ βίου τελευτὴν

    由 ἱστοροῦσι 支配的宾格不定式结构的一部分。宾格主语 τὸν ἱερὸν κροκόδειλον 带有否定分词短语 μὴ ἐπακούσαντα μηδὲ πεισθέντα,作为不定式 δόξαι 的主语,而 δόξαι 进而支配不定式 προσημαίνειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:23