← 普鲁塔克

陆生与水生动物孰更为聪明

§20-22

动物的医疗技术与计数能力及预知能力

阿里斯托蒂莫斯列举了动物在习性中展现的诸多医疗技能(草药运用、灌肠、禁食与外科拔除)及计数能力,随后打出关于动物神性与预言能力的王牌,将拥有神意与理性的陆禽走兽与缺乏神意眷顾及理性的水生生物进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

γελοῖοι δʼ ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ ζῷα σεμνύνοντες, ὧν ὁ Δημόκριτος ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς1 ἀράχνης ἐν ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίᾳ καὶ τῶν λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ᾠδῇ κατὰ μίμησιν. ἰατρικῆς δὲ πολὺ τῶν τριῶν εἰδῶν ἑκάστου καὶ γενναῖον ἐν αὐτοῖς μόριον ὁρῶμεν· οὐ γὰρ μόνον τῷ φαρμακευτικῷ χρῶνται, χελῶναι μὲν ὀρίγανον γαλαῖ δὲ πήγανον, ὅταν ὄφεως φάγωσιν, ἐπεσθίουσαι κύνες δὲ πόᾳ τινὶ καθαίροντες ἑαυτοὺς χολεριῶντας· ὁ δὲ δράκων τῷ μαράθρῳ τὸν ὀφθαλμὸν ἀμβλυώττοντα λεπτύνων καὶ διαχαράττων· ἡ δʼ ἄρκτος, ὅταν ἐκ τοῦ φωλεοῦ προέλθῃ, τὸ ἄρον ἐσθίουσα πρῶτον τὸ ἄγριον ἡ γὰρ δριμύτης ἀνοίγει συμπεφυκὸς αὐτῆς τὸ ἔντερον· ἄλλως δʼ ἀσώδης γενομένη πρὸς τὰς μυρμηκιὰς τρέπεται καὶ κάθηται προβάλλουσα λιπαρὰν καὶ μαλακὴν ἰκμάδι γλυκείᾳ τὴν γλῶσσαν, ἄχρι οὗ μυρμήκων ἀνάπλεως γένηται· καταπίνουσα γὰρ ὠφελεῖται. τῆς τʼ ἴβεως τὸν ὑποκλυσμὸν ἅλμῃ καθαιρομένης Αἰγύπτιοι συνιδεῖν καὶ μιμήσασθαι λέγουσιν· οἱ δ’ ἱερεῖς ὕδατι χρῶνται, περιαγνίζοντες ἑαυτούς, ἐξ οὗ πέπωκεν ἶβις ἂν γὰρ ᾖ φαρμακῶδες ἢ νοσηρὸν ἄλλως τὸ ὕδωρ, οὐ πρόσεισιν. ἀλλὰ καὶ τροφῆς ἀποσχέσει ἔνια θεραπεύονται, καθάπερ λύκοι καὶ λέοντες, ὅταν κρεῶν γένωνται διακορεῖς, ἡσυχίαν ἄγουσι κατακείμενοι καὶ συνθάλποντες ἑαυτούς. τίγριν δέ φασιν, ἐρίφου παραδοθέντος αὐτῇ, χρωμένην διαίτῃ μὴ φαγεῖν ἐφʼ ἡμέρας δύο, τῇ δὲ τρίτῃ πεινῶσαν αἰτεῖν ἄλλο καὶ τὴν γαλεάγραν σπαράσσειν ἐκείνου δὲ φείσασθαι οἰομένην σύντροφον ἔχειν ἤδη καὶ σύνοικον. οὐ μὴν ἀλλὰ καὶ χειρουργίᾳ χρῆσθαι τοὺς ἐλέφαντας ἱστοροῦσι καὶ γὰρ ξυστὰ καὶ λόγχας καὶ τοξεύματα, παριστάμενοι τοῖς τετρωμένοις, ἄνευ σπαραγμοῦ ῥᾳδίως καὶ ἀβλαβῶς ἐξέλκουσιν. αἱ δὲ Κρητικαὶ αἶγες, ὅταν τὸ δίκταμνον φάγωσιν, ἐκβάλλουσαι τὰ τοξεύματα ῥᾳδίως καταμαθεῖν ταῖς ἐγκύοις τὴν βοτάνην παρέσχον ἐκτρωτικὴν δύναμιν ἔχουσαν· ἐπʼ οὐδὲν γὰρ ἄλλο τρωθεῖσαι φέρονται καὶ ζητοῦσι καὶ διώκουσιν ἢ τὸ δίκταμνον.

然而,我们在动物的学习能力上赞美它们,或许是可笑的;因为德谟克利特表明,我们在最重大的事务上成了它们的门徒——借由摹拟,在纺织与缝补上师从蜘蛛,在筑造上师从燕子,在歌唱上师从清脆婉转的天鹅与夜莺。此外,在医学的三个分支中,我们皆能看到它们身上分有显著而高贵的部分:它们不仅运用药物疗法——龟食蛇后便吞食牛至,黄鼬食蛇后则吞食芸香;犬患霍乱之疾时以某种草药为己导泻;巨蛇以茴香擦拭并划开昏蒙的眼睛以复明;母熊出洞穴时首先吞食野犁头尖,因其辛烈之性能通开其蜷缩粘连的肠道;而在其他时候它恶心胸闷时,便转向蚁丘,伸出以甜液润泽得柔软油滑的舌头静坐,直至覆满蚂蚁,因吞咽蚂蚁能使其痊愈——埃及人亦称,他们是观察并摹仿以盐水清洗自身的朱鹭而发明了灌肠术。祭司们洗涤自洁时,亦使用朱鹭饮用过的水;因为水若含毒或有疾疫,该鸟便绝不靠近。不仅如此,有些动物还通过禁食来自我治疗,如同狼与狮子在饱食肉类之后,便静静躺卧,相互取暖。据说曾有一只母虎,人们投给它一只小山羊,它自守节制,两天未食,第三天饥饿时抓挠笼子索求他物,却饶过了那只山羊,认为它已是自己的同伴与同居者。不仅如此,人们还记载大象甚至行外科手术;因为它们守候在负伤的同伴身旁,毫无撕扯之痛、轻巧无损地拔出标枪、长矛与箭矢。克里特岛的山羊在吞食白鲜后极易排出箭镞,由此使孕妇领悟到该草药具有堕胎之效;因为它们中箭后别无所趋,唯一寻觅追逐的正是白鲜。

§21

ἧττον δὲ ταῦτα θαυμαστά, καίπερ ὄντα θαυμάσια, ποιοῦσιν αἱ νόησιν ἀριθμοῦ καὶ δύναμιν τοῦ ἀριθμεῖν ἔχουσαι φύσεις, ὥσπερ ἔχουσιν αἱ περὶ Σοῦσα βόες· εἰσὶ γὰρ αὐτόθι τὸν βασιλικὸν παράδεισον ἄρδουσαι περιάκτοις ἀντλήμασιν, ὧν ὥρισται τὸ πλῆθος· ἑκατὸν γὰρ ἑκάστη βοῦς ἀναφέρει καθʼ ἡμέραν ἑκάστην ἀντλήματα πλείονα δʼ οὐκ ἔστιν οὔτε λαβεῖν οὔτε βιάσασθαι βουλόμενον· ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων, ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον· οὕτως ἀκριβῶς συντίθησι καὶ καταμνημονεύει τὸ κεφάλαιον, ὡς Κτησίας ὁ Κνίδιος ἱστόρηκε. Λίβυες δʼ Αἰγυπτίων καταγελῶσι μυθολογούντων περὶ τοῦ ὄρυγος, ὡς φωνὴν ἀφιέντος ἡμέρας ἐκείνης καὶ ὥρας ἧς ἐπιτέλλει τὸ ἄστρον, ὃ Σῶθιν αὐτοὶ Κύνα δὲ καὶ Σείριον ἡμεῖς καλοῦμεν· τὰς γὰρ αὑτῶν ὁμοῦ πάσας αἶγας, ὅταν ἀνάσχῃ μεθʼ ἡλίου τὸ ἄστρον ἀτρεκῶς, ἐκεῖ στρεφομένας ἀποβλέπειν πρὸς τὴν ἀνατολὴν καὶ τεκμήριον τοῦτο τῆς περιόδου βεβαιότατον εἶναι καὶ μάλιστα τοῖς μαθηματικοῖς κανόσιν ὁμολογούμενον.

然而,这些固然奇妙,但那些具有数字观念与计数能力的生灵,却使这些显得逊色;苏萨附近的耕牛便具有此种能力。盖在彼处,牛群以转轮吊桶浇灌皇家园林,吊桶的数量是固定的:每头牛每日提水一百桶,即便有人强求,亦既不能多取,亦无法相逼;甚至当人们屡屡为了试探而增加负荷时,牛便停步不前,只交付规定之数。如克尼多斯的克特西亚斯所载,它对总数的计算与记忆竟是如此精确。利比亚人则嘲笑埃及人关于旋角羚的传说,称其在彼等所谓索提斯、即我们所谓犬星或天狼星升起的那一日那一刻发声鸣叫;因为利比亚人自己的全部山羊,当该星宿准确地与太阳一同升起时,皆会齐齐转向东方凝望,这正是该运行周期最确凿的凭据,且与天文学法则最为吻合。

§22

ΑΡΙΣΤΟΤΙΜΟΣ. ἵνα δὲ κορυφὴν ὁ λόγος ἐπιθεὶς ἑαυτῷ παύσηται, φέρε κινήσαντες τὴν ἀφʼ ἱερᾶς2 βραχέα περὶ θειότητος αὐτῶν καὶ μαντικῆς εἴπωμεν. οὐ γάρ τι μικρὸν οὐδʼ ἄδοξον, ἀλλὰ πολὺ καὶ παμπάλαιον μαντικῆς μόριον οἰωνιστικὴ κέκληται τὸ γὰρ ὀξὺ καὶ νοερὸν αὐτῶν καὶ διʼ εὐστροφίαν ὑπήκοον ἁπάσης φαντασίας ὥσπερ ὀργάνῳ τῷ θεῷ παρέχει χρῆσθαι καὶ τρέπειν ἐπί τε κίνησιν ἐπί τε φωνὰς καὶ γηρύματα καὶ σχήματα νῦν μὲν ἐνστατικὰ νῦν δὲ φορὰ καθάπερ πνεύματα ταῖς μὲν ἐπικόπτοντα ταῖς δʼ ἐπευθύνοντα πράξεις καὶ ὁρμὰς εἰς τὸ τέλος. διὸ κοινῇ μὲν ὁ Εὐριπίδης θεῶν κήρυκας ὀνομάζει τοὺς ὄρνιθας ἰδίᾳ δέ φησιν ὁ Σωκράτης ὁμόδουλον ἑαυτὸν ποιεῖσθαι τῶν κύκνων· ὥσπερ αὖ καὶ τῶν βασιλέων ἀετὸς μὲν ὁ Πύρρος ἥδετο καλούμενος Ἰέραξ δʼ ὁ Ἀντίοχος· ἰχθῦς; δὲ τοὺς ἀμαθεῖς καὶ ἀνοήτους; λοιδοροῦντες ἢ σκώπτοντες ὀνομάζομεν.3 ἀλλὰ δὴ μυρίων μυριάκις εἰπεῖν παρόντων, ἃ προδείκνυσιν ἡμῖν καὶ προσημαίνει τὰ πεζὰ καὶ πτηνὰ παρὰ τῶν θεῶν, ἓν οὐκ ἔστι τοιοῦτον ἀποφῆναι τῷ προδικοῦντι τῶν ἐνύδρων, ἀλλὰ κωφὰ πάντα καὶ τυφλὰ τῆς προνοίας εἰς τὸν ἄθεον καὶ τιτανικὸν ἀπέρριπται τόπον ὥσπερ ἀσεβῶν χῶρον, οὗ τὸ λογικὸν καὶ νοερὸν ἐγκατέσβεσται τῆς ψυχῆς, ἐσχάτῳ δέ τινι συμπεφυρμένης καὶ κατακεκλυσμένης αἰσθήσεως μορίῳ, σπαίρουσι μᾶλλον ἢ ζῶσιν ἔοικεν.

阿里斯托蒂莫斯:为了让言论为自身加冕而收束,来吧,让我们动用最后的王牌,简要论述一番它们的神圣性与预言之能。盖被称为鸟卜之术者,绝非占卜术中微不足道或声名不显之物,而是极其宏大且古老之分支。因为鸟类的敏锐与灵性,以及因其机警敏捷而顺从于一切表象的特质,为神明提供了可供驱使的工具,使其转向运动、鸣声与啼叫,以及各种形态——时而阻滞,时而如顺风般将行动与冲动径直导向终点。因此,欧里庇得斯统称鸟类为“神明的使者”;苏格拉底私下亦称自己“与天鹅同为仆役”。 同样,在君王之中,皮洛士乐于被称为“鹰”,安条克乐于被称为“隼”;而我们在辱骂或讥讽愚昧无知之徒时,则称其为“鱼”。然而,虽然陆禽走兽向我们昭示并预告神意的事例不胜枚举,但为水生动物辩护之人却连一个同类的例子也无法举出;水族对神明之眷顾完全充耳不闻、视若无睹,被放逐于无神的、泰坦般的境地,如同罪孽深重者的渊薮;在那里,灵魂的理性与智性全然熄灭,只与极微细的、混浊被淹没的感知残片纠缠在一起,它们与其说是在活着,毋宁说是在痛苦抽搐。

语法注3 条
  1. 20ὧν ὁ Δημόκριτος ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς

    关系代词 ὧν 先行词为 τὰ ζῷα,在句中充当名词 μαθητάς 的宾格性属格(“它们的门徒”)。动词 ἀποφαίνει 接宾格代词 ἡμᾶς 与分词 γεγονότας 构成间接引语结构(“德谟克利特表明我们已经成了……的门徒”)。

  2. 975aκινήσαντες τὴν ἀφʼ ἱερᾶς

    源自古希腊棋戏(如 petteia)的成语性表达,意指从“圣线”(ἱερὰ γραμμή)上挪动最后的棋子,比喻“打出最后的底牌”或“使出杀手锏”。在此处用作引出最具决定性的论题(占卜与神性)的转折语。

  3. 975bἰχθῦς δὲ τοὺς ἀμαθεῖς καὶ ἀνοήτους λοιδοροῦντες ἢ σκώπτοντες ὀνομάζομεν

    动词 ὀνομάζομεν 接双重宾格:τοὺς ἀμαθεῖς καὶ ἀνοήτους 为直接宾语(“愚钝无知之人”),ἰχθῦς 为宾语补足语/谓词性宾格(“称之为鱼”)。原文中类似分号的标点并非疑问标记,而是数字化底本的误植,应按陈述句解读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:20-22