← 普鲁塔克

陆生与水生动物孰更为聪明

§19

鸟类的模仿能力与演戏之犬的理性学习

论者通过鸟类学习人语与器乐声响展现动物的理性天赋,列举了罗马理发师潜心自学号角曲调的松鸦,以及在韦斯巴芗皇帝面前逼真表演中毒假死的戏剧名犬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

Ψᾶρες δὲ καὶ κόρακες καὶ ψιττακοὶ μανθάνοντες διαλέγεσθαι καὶ τὸ τῆς φωνῆς πνεῦμα τοῖς διδάσκουσιν εὔπλαστον οὕτω καὶ μιμηλὸν ἐξαριθμεῖν καὶ ῥυθμίζειν παρέχοντες ἐμοὶ δοκοῦσι, προδικεῖν1 καὶ συνηγορεῖν τοῖς ἄλλοις ζῴοις ἐν τῷ μανθάνειν, τρόπον τινὰ διδάσκοντες ἡμᾶς, ὅτι καὶ προφορικοῦ λόγου καὶ φωνῆς ἐνάρθρου μέτεστιν αὐτοῖς· καὶ πολὺς κατάγελως τὸ πρὸς ταῦτα καταλιπεῖν ἐκείνοις σύγκρισιν, οἷς οὐδʼ ὅσον ὠρύσασθαι μέτεστιν οὐδʼ ὅσον στενάξαι φωνῆς. τούτων δὲ καὶ τοῖς αὐτοφυέσι καὶ τοῖς ἀδιδάκτοις γηρύμασιν ὅση μοῦσα καὶ χάρις ἔπεστιν, οἱ λογιώτατοι καὶ καλλιφωνότατοι μαρτυροῦσι, τὰ ἥδιστα ποιήματα καὶ μέλη μέλεσι κύκνων καὶ ἀηδόνων ᾠδαῖς ἀπεικάζοντες, ἐπεὶ δὲ τοῦ μαθεῖν τὸ διδάξαι λογικώτερον,2 ἤδη πειστέον Ἀριστοτέλει λέγοντι καὶ τοῦτο τὰ ζῷα ποιεῖν· ὀφθῆναι γὰρ ἀηδόνα νεοσσὸν ᾅδειν προδιδάσκουσαν. μαρτυρεῖ δʼ αὐτῷ τὸ φαυλότερον ᾄδειν ὅσαις συμβέβηκε μικραῖς ἁλούσαις ἀποτρόφοις τῶν μητέρων γενέσθαι διδάσκονται γὰρ αἱ συντρεφόμεναι καὶ μανθάνουσιν οὐ διὰ μισθὸν οὐδὲ πρὸς δόξαν ἀλλὰ τῷ χαίρειν διαμελιζόμεναι καὶ τὸ καλὸν ἀγαπᾶν μᾶλλον ἢ τὸ χρειῶδες τῆς φωνῆς. ἔχω δὲ περὶ τούτου καὶ λόγον εἰπεῖν πρὸς ὑμᾶς, ἀκούσας Ἑλλήνων τε πολλῶν καὶ Ῥωμαίων παραγενομένων. κουρεὺς γάρ τις ἐργαστήριον ἔχων ἐν Ῥώμῃ πρὸ τοῦ τεμένους, ὃ καλοῦσιν Ἑλλήνων ἀγοράν, θαυμαστόν τι χρῆμα πολυφώνου καὶ πολυφθόγγου κίττης ἔτρεφε, καὶ ἀνθρώπου ῥήματα καὶ θηρίων φθόγγους καὶ ψόφους ὀργάνων ἀνταπεδίδου, μηδενὸς ἀναγκάζοντος ἀλλʼ αὑτὴν ἐθίζουσα καὶ φιλοτιμουμένη μηδὲν ἄρρητον ἀπολιπεῖν μηδʼ ἀμίμητον. ἔτυχε δέ τις ἐκεῖθεν τῶν πλουσίων ἐκκομιζόμενος ὑπὸ σάλπιγξι πολλαῖς,3 καὶ γενομένης ὥσπερ εἴωθε κατὰ τὸν τόπον ἐπιστάσεως, εὐδοκιμοῦντες οἱ σαλπικταὶ καὶ κελευόμενοι πολὺν χρόνον ἐνδιέτριψαν ἡ δὲ κίττα μετὰ τὴν ἡμέραν ἐκείνην ἄφθογγος ἦν καὶ ἄναυδος, οὐδὲ τὴν αὑτῆς ἐπὶ τοῖς ἀναγκαίοις πάθεσιν ἀφιεῖσα φωνήν. τοῖς οὖν πρότερον αὐτῆς θαυμάζουσι τὴν φωνήν, τότε θαῦμα μεῖζον ἡ σιωπὴ παρεῖχε, κωφὸν ἀκρόαμα τοῖς συνήθως παροδεύουσι τὸν τόπον· ὑποψίαι δὲ φαρμάκων ἐπὶ τοὺς ὁμοτέχνους ἦσαν· οἱ δὲ πλεῖστοι τὰς σάλπιγγας εἴκαζον ἐκπλῆξαι τὴν ἀκοήν, ἦν δʼ ἀκοῇ συγκατεσβέσθαι τὴν φωνήν. ἦν δʼ οὐδέτερα τούτων, ἀλλʼ ἄσκησις ὡς ἔοικε καὶ ἀναχώρησις εἰς ἑαυτὸ τοῦ μιμητικοῦ, καθάπερ ὄργανον ἐξαρτυομένου τὴν φωνὴν καὶ παρασκευάζοντος· ἄφνω γὰρ αὖθις ἧκε καὶ ἀνέλαμψεν οὐδὲν τῶν συνήθων καὶ παλαιῶν μιμημάτων ἐκείνων, ἀλλὰ τὰ μέλη τῶν σαλπίγγων αὐταῖς περιόδοις φθεγγομένη καὶ μεταβολὰς πάσας καὶ κρουμάτων διεξιοῦσα πάντας ῥυθμούς· ὥστε, ὅπερ ἔφην, τῆς εὐμαθείας λογικωτέραν εἶναι τὴν αὐτομάθειαν ἐν αὐτοῖς. πλὴν ἕν γέ τι μάθημα κυνὸς οὐ δοκῶ μοι παρήσειν, γενόμενος ἐν Ῥώμῃ θεατής. παρὼν γὰρ ὁ κύων μίμῳ πλοκὴν ἔχοντι δραματικὴν καὶ πολυπρόσωπον ἄλλας τε μιμήσεις ἀπεδίδου τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασι προσφόρους, καὶ φαρμάκου ποιουμένων ἐν αὐτῷ πεῖραν ὑπνωτικοῦ μὲν ὑποκειμένου δʼ εἶναι θανασίμου,4 τὸν τʼ ἄρτον, ᾧ δῆθεν ἐμέμικτο τὸ φάρμακον, ἐδέξατο καὶ καταφαγὼν ὀλίγον ὕστερον ὅμοιος ἦν ὑποτρέμοντι καὶ σφαλλομένῳ καὶ καρηβαροῦντι τέλος δὲ προτείνας ἑαυτὸν ὥσπερ νεκρὸς ἔκειτο, καὶ παρεῖχεν ἕλκειν καὶ μεταφέρειν, ὡς ὁ τοῦ δράματος ὑπηγόρευε λόγος. ἐπεὶ δὲ τὸν καιρὸν ἐκ τῶν λεγομένων καὶ πραττομένων ἐνόησεν, ἡσυχῆ τὸ πρῶτον ἐκίνησεν ἑαυτόν, ὥσπερ ἐξ ὕπνου βαθέος ἀναφερόμενος, καὶ τὴν κεφαλὴν ἐπάρας διέβλεψεν· ἔπειτα θαυμασάντων, ἐξαναστὰς ἐβάδιζε πρὸς ὃν ἔδει· καὶ προσῄκαλλε χαίρων καὶ φιλοφρονούμενος, ὥστε πάντας ἀνθρώπους καὶ Καίσαρα παρῆν γὰρ ὁ γέρων Οὐεσπασιανὸς ἐν τῷ Μαρκέλλου θεάτρῳ συμπαθεῖς γενέσθαι.

八哥、乌鸦与鹦鹉学习交谈,并将其声音之气韵提供给教师,如此顺服柔韧且善于摹拟,以便数度并调和节拍;这在我看来,正是在学习能力上为其他动物辨白与代言,以某种方式教导我们:它们同样分有外显的言语与明晰成节的嗓音。而若拿这些生灵去同那些甚至连嚎叫或呻吟之声都不具备的物类作比较,乃是极其可笑之事。在它们天然而未经传授的鸣叫中蕴含着何等诗意与优雅,最为博学且嗓音最优美的人们已然作证,他们将最悦耳的诗歌与乐章比作天鹅的旋律与夜莺的歌唱;既然施教比受学更为理性,如今便当信服亚里士多德所言,即动物亦行此事:因有人曾见夜莺预先传授幼雏如何啼鸣。而那些幼年被俘、离母独养的鸟儿鸣唱较为拙劣,亦为此作证;盖由同群哺育者受教而学习,既非为了酬劳,亦非为了虚名,而是借由在变奏曲调中自得其乐,喜爱声音之华美更甚于其实用。 关于此事,我亦可向诸位转述一段从许多亲历的希腊人与罗马人那里听来的故事。在罗马被称作“希腊广场”的圣域前,有一理发师开设店铺,豢养了一只善于多声杂鸣的奇妙松鸦;它能摹仿人类的辞句、兽类的啼叫与乐器的声响,无人强迫,它却自我操练,自负于绝不遗留任何未发之音与未仿之响。适逢当地一位富人出殡,伴有众多号角声,依惯例在彼处驻留,角手们技艺高超且受命吹奏良久;然而该日之后,那只松鸦竟哑然无声,乃至因生活必需之情状亦不发己声。对于先前惊叹其鸣声的人们而言,此时其沉默引发了更大的奇观,对往来该地的熟客成了无声的戏剧;同业者招致了下毒的嫌疑,而多数人则推测号角震聋了其听觉,声音随听觉一并熄灭。然而事实皆非二者,而仿佛是其摹拟机能退缩于内所进行之操练,如同调校并筹备乐器般整理其嗓音;因为忽有一日,它重新开口绽放光芒,所鸣者非复旧日熟稔的模仿,而是以一模一样的乐句啼鸣出号角的旋律,历遍了一切变调与全部敲击之节拍。由此可见,正如我所言,它们之中的自学比受教敏悟更具理性。 不过,我想我不该遗漏自己在罗马亲眼目睹的一只狗的学习成果。盖该狗参与了一出情节曲折、人物繁多的拟剧,展现出与剧情所设之情感与情境相符的诸多摹拟;当人们在它身上试验一种实为催眠却在剧中设定为致命的药物时,它接纳了据称混入该药的面包并尽数吞下,片刻后便表现得颤抖、踉跄且头脑沉重;最后伸直躯体如死尸般躺卧,任由众人依照剧本要求将其拖拽搬运。而当它从念白与动作中领会了时机,起初轻轻挪动自身,仿佛从沉睡中苏醒,抬起头环顾四周;随后在众人的赞叹声中霍然跃起,走向应去之人,欢欣且亲热地摇尾谄媚,以至于全场众人乃至凯撒——因年迈的韦斯巴芗皇帝正亲临马尔凯鲁斯剧场——皆为之动容。

语法注4 条
  1. 973aἐμοὶ δοκοῦσι, προδικεῖν

    δοκέω 的人称构式(即主语+不定式,而非无人称的宾格不定式构式):“在我看来,它们似乎在辩护……”。主语为句首的名词(Ψᾶρες δὲ καὶ κόρακες καὶ ψιττακοί),带有分词短语 μανθάνοντες 与 παρέχοντες,后接主句动词 δοκοῦσι,并支配补足不定式 προδικεῖν καὶ συνηγορεῖν。

  2. 973aἐπεὶ δὲ τοῦ μαθεῖν τὸ διδάξαι λογικώτερον

    带冠词不定式的比较构式。主语为充任主格的 τὸ διδάξαι(施教),受比较级谓语形容词 λογικώτερον(更为理性的)支配的 τοῦ μαθεῖν(受学)为比较属格,系动词 ἐστί 被省略。

  3. 973cὑπὸ σάλπιγξι πολλαῖς

    介词 ὑπό 接与格表示音乐伴奏或声响背景(“在众多号角声的伴随下”),修饰分词 ἐκκομιζόμενος。

  4. 973eὑπνωτικοῦ μὲν ὑποκειμένου δʼ εἶναι θανασίμου

    修饰前面的名词 φαρμάκου(药物)。ὑπνωτικοῦ 为说明其实际性质的形容词(催眠的),而分词 ὑποκειμένου 意为“被设定为/被假定为”,支配补足不定式短语 εἶναι θανασίμου(是致命的),以此对比剧中虚构的假象与真实的药效。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:19