- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:17-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中论及大象营救同伴与敬奉神明、狮子携老弱共猎并分食的社会习性,随后列举了大象与巨蛇倾心于人类的奇特情爱情事。
τό γε μὴν κοινωνικὸν μετὰ τοῦ συνετοῦ τοὺς ἐλέφαντας ἀποδείκνυσθαί φησιν ὁ Ἰόβας. ὀρύγματα γὰρ αὐτοῖς οἱ θηρεύοντες ὑπεργασάμενοι λεπτοῖς φρυγάνοις καὶ φορυτῷ κούφῳ κατερέφουσιν ὅταν οὖν τις εἰσολίσθῃ, πολλῶν ὁμοῦ πορευομένων, οἱ λοιποὶ φοροῦντες ὕλην καὶ λίθους ἐμβάλλουσιν, ἀναπληροῦντες τὴν κοιλότητα τοῦ ὀρύγματος, ὥστε ῥᾳδίαν ἐκείνῳ γενέσθαι τὴν ἔκβασιν. ἱστορεῖ δὲ καὶ εὐχῇ χρῆσθαι θεῶν1 τοὺς ἐλέφαντας ἀδιδάκτως, ἁγνιζομένους τε τῇ θαλάσσῃ καὶ τὸν ἥλιον ἐκφανέντα προσκυνοῦντας ὥσπερ χειρὸς ἀνασχέσει τῆς προβοσκίδος. ὅθεν καὶ θεοφιλέστατόν ἐστι τὸ θηρίον, ὡς Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐμαρτύρησε. κρατήσας γὰρ Ἀντιόχου καὶ βουλόμενος ἐκπρεπῶς τιμῆσαι τὸ θεῖον ἄλλα τε πάμπολλα κατέθυσεν ἐπινίκια τῆς μάχης καὶ τέσσαρας ἐλέφαντας· εἶτα νύκτωρ ὀνείρασιν ἐντυχών, ὡς τοῦ θεοῦ μετʼ ὀργῆς ἀπειλοῦντος αὐτῷ διὰ τὴν ἀλλόκοτον ἐκείνην θυσίαν, ἱλασμοῖς τε πολλοῖς ἐχρήσατο καὶ χαλκοῦς ἐλέφαντας ἀντὶ τῶν σφαγέντων ἀνέστησε τέσσαρας.· οὐχ ἧττον δὲ κοινωνικὰ τὰ τῶν λεόντων. οἱ γὰρ νέοι τοὺς βραδεῖς καὶ γέροντας ἤδη συνεξάγουσιν ἐπὶ θήραν· ὅπου δʼ ἂν ἀπαγορεύσωσιν, οἱ μὲν κάθηνται περιμένοντες οἱ δὲ θηρεύουσι κἂν λάβωσιν ὁτιοῦν, ἀνακαλοῦνται, μόσχου μυκήματι τὸ βρύχημα ποιοῦντες ὅμοιον· οἱ δʼ εὐθὺς αἰσθάνονται καὶ παραγενόμενοι κοινῇ τὴν ἄγραν ἀναλίσκουσιν.
此外,尤巴称大象兼具智巧与协作精神。猎人为它们设下深坑陷阱,并以细碎枝条与轻浮尘屑覆盖其上;故当众多大象同行而有一头失足跌落时,其余之象便搬运木料石块投入其中,将坑穴之凹陷填平,以便其易于脱险。他又记载,大象无需受教便知向诸神祈告,在海中自洁,并在太阳初升时高举象鼻如人拱手般虔敬礼拜。因此该兽最蒙诸神眷顾,托勒密·费洛帕托尔便曾作证:盖其击败安条克后,欲隆重祭祀神明,除其他众多庆贺战役获胜的祭品外,更屠杀了四头大象献祭;其后夜得异梦,见神明因这离奇之祭而震怒地威胁他,遂行多次赎罪之礼,并铸立四尊青铜大象以替代被宰杀者。狮群之习性亦同样富于协作:青年狮常携年老迟缓之同伴一同出猎;及至老者精疲力竭,便坐而等候,青年狮则往前捕猎;若有所获,便发出如牛犊之哞鸣以相呼唤;老者立时察知,奔赴而至,共同享用猎物。
ἔρωτες δὲ πολλῶν οἱ μὲν ἄγριοι καὶ περιμανεῖς γεγόνασιν, οἱ δʼ ἔχοντες οὐκ ἀπάνθρωπον ὡραϊσμὸν οὐδʼ ἀναφρόδιτον ὁμιλίαν. οἷος ἦν ὁ τοῦ ἐλέφαντος ἐν Ἀλεξανδρείᾳ τοῦ ἀντερῶντος Ἀριστοφάνει τῷ γραμματικῷ· τῆς γὰρ αὐτῆς ἤρων στεφανοπώλιδος, καὶ οὐχ ἧττον ἦν ὁ ἐλέφας διάδηλος· ἔφερε γὰρ αὐτῇ τῆς ὀπώρας ἀεὶ τὰ πρατήρια παραπορευόμενος, καὶ χρόνον πολὺν ὑφίστατο καὶ τὴν προβοσκίδα τῶν χιτωνίων ἐντὸς ὥσπερ χεῖρα παραβαλὼν ἀτρέμα τῆς περὶ τὸ στῆθος ὥρας ἔψαυεν. ὁ δὲ δράκων ὁ τῆς Αἰτωλίδος ἐρασθεὶς ἐφοίτα νύκτωρ παρʼ αὐτὴν καὶ τοῦ σώματος ὑποδυόμενος ἐν χρῷ καὶ περιπλεκόμενος οὐδὲν οὔθʼ ἑκὼν οὔτʼ ἄκων ἔβλαψεν ἀλλὰ καὶ κοσμίως ἀεὶ περὶ τὸν ὄρθρον ἀπηλλάττετο. συνεχῶς δὲ τοῦτο ποιοῦντος αὐτοῦ, μετῴκισαν οἱ προσοικοῦντες ἀπωτέρω τὴν ἄνθρωπον· ὁ δὲ τρεῖς μὲν ἢ τέτταρας ἡμέρας οὐκ ἦλθεν ἀλλʼ ὡς ἔοικε περιῄει ζητῶν καὶ πλανώμενος· μόλις δέ πως ἐξανευρὼν καὶ περιπεσὼν οὐ πρᾶος ὥσπερ εἰώθει ἀλλὰ τραχύτερος, τῷ μὲν ἄλλῳ σπειράματι τὰς χεῖρας αὐτῆς ἔδησε πρὸς τὸ σῶμα, τῷ δʼ ἀπολήγοντι τῆς οὐρᾶς ἐμαστίγου τὰς κνήμας, ἐλαφράν τινα καὶ φιλόστοργον καὶ πλέον ἔχουσαν τοῦ κολάζοντος τὸ φειδόμενον2 ὀργὴν ἀποδεικνύμενος. τὸν δʼ ἐν Αἰγίῳ παιδεραστοῦντα χῆνα καὶ τὸν ἐπιθυμήσαντα Γλαύκης τῆς κιθαρῳδοῦ κριόν·3 περιβόητοι γάρ εἰσι καὶ πολλῶν οἶμαι διηγημάτων τοιούτων διακορεῖς ὑμᾶς εἶναι· διὸ ταῦτα μὲν ἀφίημι.
许多动物的情爱固然有狂暴癫乱者,但亦有不乏人情之优美与妩媚相交者。如在亚历山大里亚与文法家阿里斯托芬争风吃醋之象即属此类:二者爱上同一位卖花环之女,大象之情亦毫不逊色而昭然若揭;它每经果摊必为她衔来鲜果,久久伫立其侧,将长鼻如手般探入其短袍之内,轻抚其胸前青春之丰姿。又有一条巨蛇钟情于埃托利亚少妇,每至夜间便寻访其寝室,贴身钻入其衣物缠绕其躯,无论故意与过失皆未尝伤损分毫,且恒在拂晓时规矩离去。因巨蛇日日如此,邻人便将该女迁至远方;巨蛇三四日未至,显然四处巡游寻觅;及至勉强寻获而扑向她时,态度不如往昔温存而颇显粗暴,以其躯体卷缠其双臂贴于身侧,以尾梢鞭笞其胫足,所显露之怒意既显轻微而富于深情,且含宽宥之意远多于责罚之念。至于在艾吉翁恋慕美少年的鹅,以及倾心于琴师格劳克之公羊,因其事迹喧腾人口,且我想诸位对此类传说已听之过饱,故此姑且从略。
- 17εὐχῇ χρῆσθαι θεῶν
名词 εὐχῇ(祈告)所带的属格 θεῶν 为宾格性属格(“向诸神的祈告”),表示祈祷的对象,而非主格性属格(“神明所作的祈祷”)。
- 972eπλέον ἔχουσαν τοῦ κολάζοντος τὸ φειδόμενον
分词 ἔχουσαν 的宾语为实质化的中性单数分词 τὸ φειδόμενον(留情、宽宥),而属格分词 τοῦ κολάζοντος(惩治、惩戒)则由比较级 πλέον 引出,作比较属格,构成“所含留情之意多于惩罚之念”的对照结构。
- 972eτὸν δʼ ἐν Αἰγίῳ παιδεραστοῦντα χῆνα καὶ τὸν ἐπιθυμήσαντα Γλαύκης τῆς κιθαρῳδοῦ κριόν·
句首并列的前置宾格名词短语属于主题性宾格(悬垂宾格),在经过原因从句(περιβόητοι γάρ εἰσι...)的插叙后,最终由主句 διὸ ταῦτα μὲν ἀφίημι(“故此我姑且略过这些”)中的代词 ταῦτα 予以统摄承接。
