← 普鲁塔克

陆生与水生动物孰更为聪明

§16

泰勒斯的骡子与刺猬所展现的动物狡黠与智慧

本节列举动物狡黠与智慧之例:瞒骗泰勒斯的驮盐骡子、护雏的鹧鸪与野兔、筹备冬眠之熊、避敌之鹿,以及用刺刺运葡萄育雏并能预知风向的刺猬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

πανουργίας δὲ πολλῶν παραδειγμάτων ὄντων, ἀφεὶς ἀλώπεκας καὶ λύκους καὶ τὰ γεράνων σοφίσματα καὶ κολοιῶν, ἔστι γὰρ δῆλα, μάρτυρι χρήσομαι Θαλῇ τῷ παλαιοτάτῳ τῶν σοφῶν, ὃν οὐχ ἥκιστα θαυμασθῆναι λέγουσιν ὀρέως τέχνῃ περιγενόμενον. τῶν γὰρ ἁληγῶν ἡμιόνων εἷς ἐμβαλὼν εἰς ποταμὸν ὤλισθεν αὐτομάτως καὶ τῶν ἁλῶν διατακέντων ἀναστὰς ἐλαφρὸς ᾔσθετο τὴν αἰτίαν καὶ κατεμνημόνευσεν ὥστε διαβαίνων ἀεὶ τὸν ποταμόν, ἐπίτηδες ὑφιέναι καὶ βαπτίζειν τὰ ἀγγεῖα, συγκαθίζων καὶ ἀπονεύων εἰς ἑκάτερον μέρος· ἀκούσας οὖν ὁ Θαλῆς ἐκέλευσεν ἀντὶ τῶν ἁλῶν ἐρίων τὰ ἀγγεῖα καὶ σπόγγων ἐμπλήσαντας καὶ ἀναθέντας, ἐλαύνειν τὸν ἡμίονον. ποιήσας οὖν τὸ εἰωθὸς καὶ ἀναπλήσας ὕδατος τὰ φορτία συνῆκεν ἀλυσιτελῆ σοφιζόμενος ἑαυτῷ,1 καὶ τὸ λοιπὸν οὕτω προσέχων καὶ φυλαττόμενος διέβαινε τὸν ποταμόν, ὥστε μηδʼ ἄκοντος αὐτοῦ τῶν φορτίων παραψαῦσαι τὸ ὑγρόν.2 ἄλλην δὲ πανουργίαν ὁμοῦ μετὰ τοῦ φιλοστόργου πέρδικες ἐπιδεικνύντες τοὺς μὲν νεοττοὺς ἐθίζουσι μηδέπω φεύγειν δυναμένους, ὅταν διώκωνται, καταβαλόντας ὑπτίους ἑαυτοὺς βῶλόν τινα ἢ συρφετὸν ἄνω προΐσχεσθαι τοῦ σώματος οἷον ἐπηλυγαζομένους· αὐταὶ δὲ τοὺς διώκοντας ὑπάγουσιν ἄλλῃ καὶ περισπῶσιν εἰς ἑαυτάς, ἐμποδὼν διαπετόμεναι καὶ κατὰ μικρὸν ἐξανιστάμεναι, μέχρι ἂν οὕτως ἁλισκομένων δόξαν ἐνδιδοῦσαι, μακρὰν ἀποσπάσωσι τῶν νεοττῶν. οἱ δὲ δασύποδες πρὸς εὐνὴν ἐπανιόντες ἄλλον ἀλλαχῆ κομίζουσι τῶν λαγιδέων, καὶ πλέθρου διάστημα, πολλάκις ἀλλήλων ἀπέχοντας, ὅπως, ἂν ἄνθρωπος ἢ κύων ἐπίῃ, μὴ πάντες ἅμα συγκινδυνεύωσιν· αὐτοὶ δὲ πολλαχόθι ταῖς μεταδρομαῖς ἴχνη θέντες, τὸ δʼ ἔσχατον ἅλμα μέγα καὶ μακρὰν τῶν ἰχνῶν ἀποσπάσαντες οὕτω καθεύδουσιν. ἡ δʼ ἄρκτος ὑπὸ τοῦ πάθους, ὃ καλοῦσι φωλείαν, καταλαμβανομένη, πρὶν ἢ παντάπασι ναρκῆσαι καὶ γενέσθαι βαρεῖα καὶ δυσκίνητος, τόν τε τόπον ἀνακαθαίρει καὶ μέλλουσα καταδύεσθαι τὴν μὲν ἄλλην πορείαν ὡς ἐνδέχεται μάλιστα ποιεῖται μετέωρον καὶ ἐλαφρὰν ἄκροις ἐπιθιγγάνουσα τοῖς ἴχνεσι, τῷ νώτῳ δὲ τὸ σῶμα προσάγει καὶ παρακομίζει πρὸς τὸν φωλεόν.3 τῶν ἐλάφων δʼ αἱ θήλειαι μάλιστα τίκ τουσι παρὰ τὴν ὁδόν, ὅπου τὰ σαρκοβόρα θηρία μὴ πρόσεισιν οἳ τʼ ἄρρενες, ὅταν αἴσθωνται βαρεῖς ὑπὸ πιμελῆς καὶ πολυσαρκίας ὄντες, ἐκτοπίζουσι σῴζοντες αὑτοὺς τῷ λανθάνειν, ὅτε τῷ φεύγειν οὐ πεποίθασιν. τῶν δὲ χερσαίων ἐχίνων ἡ μὲν ὑπὲρ αὑτῶν ἄμυνα καὶ φυλακὴ παροιμίαν πεποίηκε "πόλλʼ οἶδʼ ἀλώπηξ, ἀλλʼ ἐχῖνος ἓν μέγα" προσιούσης γὰρ αὐτῆς, ὥς φησιν ὁ Ἴων, "στρόβιλος ἀμφʼ ἄκανθαν εἱλίξας δέμας, κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος." γλαφυρωτέρα δʼ ἐστὶν ἡ περὶ τῶν σκυμνίων πρόνοια μετοπώρου γὰρ ὑπὸ τὰς ἀμπέλους ὑποδυόμενος, καὶ τοῖς ποσὶ τὰς ῥᾶγας ἀποσείσας τοῦ βότρυος χαμᾶζε καὶ περικυλινδηθείς, ἀναλαμβάνει ταῖς ἀκάνθαις καὶ παρέσχε ποτὲ πᾶσιν ἡμῖν ὁρῶσιν ὄψιν ἑρπούσης ἢ βαδιζούσης σταφυλῆς· οὕτως ἀνάπλεως ἐχώρει τῆς ὀπώρας· εἶτα καταδὺς εἰς τὸν φωλεὸν τοῖς σκύμνοις χρῆσθαι καὶ λαμβάνειν ἀπʼ αὐτοῦ ταμιευομένοις παραδίδωσι. τὸ δὲ κοιταῖον αὐτῶν ὀπὰς ἔχει δύο, τὴν μὲν πρὸς νότον τὴν δὲ πρὸς βορρᾶν βλέπουσαν· ὅταν δὲ προαίσθωνται τὴν διαφορὰν τοῦ ἀέρος, ὥσπερ ἱστίον κυβερνῆται μεταλαμβάνοντες ἐμφράσσουσι τὴν κατʼ ἄνεμον τὴν δʼ ἑτέραν ἀνοίγουσι. καὶ τοῦτό τις ἐν Κυζίκῳ κατα μαθὼν, δόξαν ἔσχεν ὡς ἀφʼ αὑτοῦ τὸν μέλλοντα πνεῖν ἄνεμον προαγορεύων.

关于机敏与狡黠的事例甚多,但我将略过狐狸、狼以及鹤与寒鸦的伎俩,因其显而易见;我愿引智者中最古老的泰勒斯为证,相传他因以计策胜过一头骡子而颇受赞叹。盖有一头驮盐之骡,涉入河中时偶然滑倒,因盐融化,起身顿觉轻便,遂察知其由并铭记于心,以致往后每逢渡河,必蓄意俯身沉浸驮篓,蹲伏并左右倾侧身躯。泰勒斯闻知此事,遂命人改以羊毛与海绵充塞其篓,负于骡背而驱之。此骡依样施行,致使负载吸饱水分,方省悟此番弄巧反贻自身之祸;自此以后,其渡河极为审慎戒备,纵非本意亦不令水分稍触驮物。 鹧鸪亦然,兼显狡黠与慈爱:教导尚不能飞遁之雏鸟,逢追逐之际仰卧于地,于体上支起土块或碎屑,宛如自设遮蔽;母鸟则引追逐者往他方,翻飞于道途之间,徐徐起落以分其专注,直至借由看似垂手可得之假象,将追敌远远引离雏鸟。野兔归隐巢穴之际,将幼兔各携至不同处所,往往相隔一普勒特隆之遥,以免人或猎犬袭来时全体同罹灾难;其自身则辗转反复留下交错足迹,最终以一记巨跃远远跳脱足印之外,方才安睡。 母熊罹于所谓“冬眠”之症候时,及至尚未完全麻木、身重滞行之前,必先洒扫其穴;入穴之际,其余路程步履极尽轻浮凌虚之态,仅以足尖微触地面,而用背部将身躯挪近并运至洞穴。母鹿多在路旁产仔,因肉食野兽不敢近临;而雄鹿觉察自身因肥膏肉厚而身形沉重之际,因自知无力奔逃,遂远遁僻处,借由潜匿自全。 至于陆生刺猬,其自卫与防范甚至演为谚语: “狐狸知多端,刺猬知一绝。” 盖当狐狸接近之际,正如伊翁所言: “如旋球般将身躯紧裹于荆刺, 僵卧莫能触,亦莫能噬。” 而其育雏之深谋尤见巧妙:秋日潜入葡萄架下,以足将成串果粒摇落于地,翻滚其上,借针刺负起果实,曾令见者如我等皆睹如一串匍匐而行之葡萄,其满载果实而行竟至于此;及入洞穴,遂任幼雏自行取食调度。其巢穴辟有二穴,一向南一向北;一旦预知气候变易,如舵手调适风帆,立闭迎风之穴而启其另一穴。在基齐库斯曾有人暗察此术,遂获自能预言来风之令誉。

语法注3 条
  1. 971cσυνῆκεν ἀλυσιτελῆ σοφιζόμενος ἑαυτῷ

    动词 συνῆκεν 接补足分词 σοφιζόμενος,与主语一致(“觉察到自己正在施展伎俩”)。ἀλυσιτελῆ 为中性复数宾格形容词,作内动宾语修饰其狡计性质,意为“对自己毫无益处的诡计”。

  2. 971cὥστε μηδʼ ἄκοντος αὐτοῦ τῶν φορτίων παραψαῦσαι τὸ ὑγρόν

    在由 ὥστε 引导的结果从句中,不定式 παραψαῦσαι 的主语是 τὸ ὑγρόν(水分),其支配的属格宾语是 τῶν φορτίων(货物)。μηδʼ ἄκοντος αὐτοῦ 为独立属格,意为“纵使其非出于本意(即绝非偶然)”。

  3. 971eτῷ νώτῳ δὲ τὸ σῶμα προσάγει καὶ παρακομίζει πρὸς τὸν φωλεόν

    与格 τῷ νώτῳ 作手段与格,意为“用背部”。此举系为不留足迹,用背部将身体挪近并运向洞穴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:16