- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:14-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为论证人对陆生动物亦应具正义,作者援引投身主人火葬柴堆的忠犬、悉心护卫负伤波鲁斯王的战象,以及仅侍奉亚历山大的布刻法罗斯之例。随后指出动物之举常兼备多重美德,并以避击伏地之人的犬性、唯战雄狮的印度神犬,以及不食力竭而亡之兔的猎犬为例,展现其高贵节操。
διὸ τοὺς λέγοντας, ὡς ἡμῖν οὐδὲν πρὸς τὰ ζῷα δίκαιόν ἐστι, ῥητέον εὖ λέγειν ἄχρι τῶν ἐνάλων καὶ βυθίων1 ἄμικτα γὰρ ἐκεῖνα κομιδῇ πρὸς χάριν καὶ ἄστοργα καὶ πάσης ἄμοιρα γλυκυθυμίας καὶ καλῶς Ὅμηρος εἶπε γλαυκὴ δὲ σ᾽ ἔτικτε θάλασσα πρὸς τὸν ἀνήμερον εἶναι δοκοῦντα καὶ ἄμικτον, ὡς μηδὲν τῆς θαλάσσης εὐνοϊκὸν μηδὲ πρᾶον φερούσης. ὁ δὲ καὶ πρὸς τὰ χερσαῖα τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον,2 ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, καομένου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς ἑαυτὸν ἐπέρριψε. τὰ δʼ αὐτὰ καὶ τὸν Ἀστὸν δρᾶσαι λέγουσιν, ὃν Πύρρος οὐχ ὁ βασιλεὺς ἀλλʼ ἕτερός τις ἰδιώτης ἔθρεψεν· ἀποθανόντος γὰρ αὐτοῦ περὶ τὸ σῶμα διατρίβων καὶ περὶ τὸ κλινίδιον αἰωρούμενος ἐκφερομένου, τέλος εἰς τὴν πυρὰν στειλάμενος ἀφῆκεν ἑαυτὸν καὶ συγκατέκαυσε. Πώρου δὲ τοῦ βασιλέως ὁ ἐλέφας, ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ κατατετρωμένου, πολλὰ τῶν ἀκοντισμάτων ἀτρέμα καὶ φειδόμενος ἐξῄρει τῇ προβοσκίδι, καὶ κακῶς ἤδη διακείμενος αὐτὸς οὐ πρότερον ἐνέδωκεν ἢ τοῦ βασιλέως ἐξαίμου γενομένου καὶ περιρρέοντος αἰσθόμενος καὶ φοβηθεὶς μὴ πέσῃ πράως ὑφῆκε, παρέχων ἐκείνῳ τὴν ἀπόκλισιν ἄλυπον. ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς προκοσμίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν Ἀλέξανδρον· τοῖς δʼ ἄλλοις, εἰ πειρώμενοι προσίοιεν, ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ κατεπάτει τοὺς μὴ πρόσω ἵεσθαι μηδʼ ἀποφεύγειν φθάσαντας.
因此,必须说那些断言我们对动物毫无正义可言的人,若仅就海产与深海动物而言,所言尚属中肯;盖彼等完全不受恩义,毫无慈爱,亦无丝毫温和柔情。正如荷马对那看似冷酷不可亲近之人所言: “苍茫的大海生下了你,”此言极为恰切,意谓大海绝不产出任何友善温和之物。然而,若有人将此论调亦用于陆生动物,则未免冷酷残暴;抑或他竟敢声称,利西马科斯与那只赫尔卡尼亚犬之间亦无任何正义可言?彼犬在其身死之后独守于侧,待其遗体火化之际,竟冲入火中,投身其上。相传一只名为阿斯图斯的犬亦有相同之举,蓄养它者乃皮洛士——非那位君王,而是一介布衣;及主人弃世,犬徘徊于遗体周遭,出殡时紧随灵床不离,最终奔赴柴堆投身烈焰,同归于尽。波鲁斯王之战象,在与亚历山大交战而王身负重伤之际,以长鼻轻柔审慎地拔除多枚投枪;尽管其自身亦已伤势沉重,直至察知国王血尽虚脱,恐其坠地,方才轻柔地伏下身躯,使之无痛滑落,此前决不退缩屈服。布刻法罗斯未着装具之时,亦任由马夫乘骑,然一旦披上王室之饰物与颈环,除亚历山大本人外便不纳任何人;若有他人胆敢试欲接近,它便迎面奔逐,大声嘶鸣,腾空扑击,凡未及迅速远遁逃离者,皆被其践踏于蹄下。
οὐκ ἀγνοῶ δʼ ὅτι τὸ τῶν παραδειγμάτων ὑμῖν φανεῖταί τι ποικίλον· οὐκ ἔστι δὲ ῥᾳδίως τῶν εὐφυῶν ζῴων πρᾶξιν εὑρεῖν μιᾶς ἔμφασιν ἀρετῆς ἔχουσαν· ἀλλʼ ἐμφαίνεται καὶ τῷ φιλοστόργῳ τὸ φιλότιμον αὐτῶν καὶ τῷ γενναίῳ τὸ θυμόσοφον, ἥ τε πανουργία καὶ τὸ συνετὸν οὐκ ἀπήλλακται τοῦ θυμοειδοῦς καὶ ἀνδρώδους. οὐ μὴν ἀλλὰ βουλομένοις διαιρεῖν καὶ διορίζειν καθʼ ἕκαστον, ἡμέρου μὲν ἔμφασιν ὁμοῦ καὶ ὑψηλοῦ φρονήματος ποιοῦσιν οἱ κύνες, ἀποτρεπόμενοι τῶν συγκαθεζομένων ὥς που καὶ ταῦτʼ εἴρηται "οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς ἕζετο κερδοσύνῃ, σκῆπτρον δὲ οἱ ἔκπεσε χειρός·" οὐκέτι γὰρ προσμάχονται τοῖς ὑποπεσοῦσι καὶ γεγονόσι ταπεινοῖς τὰς ἕξεις ὁμοίοις.3 φασὶ δὲ καὶ τὸν πρωτεύοντα κύνα τῶν Ἰνδικῶν καὶ μαχεσθέντα πρὸς Ἀλέξανδρον, ἐλάφου μὲν ἀφιεμένου καὶ κάπρου καὶ ἄρκτου, ἡσυχίαν ἔχοντα κεῖσθαι καὶ περιορᾶν· ὀφθέντος δὲ λέοντος, εὐθὺς ἐξαναστῆναι καὶ διακονίεσθαι, καὶ φανερὸν εἶναι αὑτοῦ ποιούμενον ἀνταγωνιστήν, τῶν δʼ ἄλλων ὑπερφρονοῦντα πάντων. οἱ δὲ τοὺς δασύποδας διώκοντες, ἐὰν μὲν αὐτοὶ κτείνωσιν, ἥδονται διασπῶντες καὶ τὸ αἷμα λάπτουσι προθύμως· ἐὰν δʼ ἀπογνοὺς ἑαυτὸν ὁ λαγωός, ὃ γίγνεται πολλάκις, ὅσον ἔχει πνεύματος εἰς τὸν ἔσχατον ἀναλώσας δρόμον ἐκλίπῃ, νεκρὸν καταλαβόντες οὐχ ἅπτονται τὸ παράπαν, ἀλλʼ ἵστανται τὰς οὐρὰς κινοῦντες, ὡς οὐ κρεῶν χάριν ἀλλὰ νίκης καὶ φιλονεικίας ἀγωνιζόμενοι.
我非不知诸位将觉此等事例略显杂驳;然在富有灵性之动物身上,实难寻得仅彰显单一美德之举动。其慈爱中彰显好胜之心,高贵中流露天赋睿智,而其机警与通达亦未脱离勇毅与血气。话虽如此,对于欲逐项分辨界定之人,犬类在面对屈膝坐下之人退避不前,正显其温和与器局之高远,正如某处所云: “它们狂吠着猛扑而上;但奥德修斯 心生机智坐倒在地,木杖自手中滑落;”盖彼等不再攻击已然屈服、在姿态上类同谦卑之人。相传印度犬中之魁首、被引至亚历山大面前试斗者,当鹿、野猪与熊被放出时,皆安然卧地不予理睬;及至狮子现身,立时奋起抖擞应战,昭然若揭其视〔狮〕为己之对手,而蔑视其余诸兽。追捕野兔之猎犬,若由其自身捕杀,则欣然撕裂其肉并贪婪舐血;然若野兔自知绝望——正如屡见者——将浑身仅存之气息耗尽于最后一奔而力竭毙命,则纵赶及尸身亦绝不触碰,反摇尾伫立其旁,宛若其相争非为口腹之肉,乃为求胜与争先也。
- 14ῥητέον εὖ λέγειν ἄχρι τῶν ἐνάλων καὶ βυθίων
非人称动形词 ῥητέον(“须说/必须承认”)统领其宾格主体 τοὺς λέγοντας 及不定式 εὖ λέγειν。介词短语 ἄχρι τῶν ἐνάλων καὶ βυθίων(“仅至海生及深海之物为止”)修饰 εὖ λέγειν,将其断言的合理性严格限定于水生生物。
- 970cἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον
第三人称单数虚拟式 φήσῃ 紧接前文,由连词 ἤ 引出具有反诘与挑战意味的疑问句(“抑或他竟敢声称……”)。μηδέ 否定不定式 γεγονέναι,而 δίκαιον 则充当 γεγονέναι 的主语/谓语(“任何正义/正当关系”)。
- 970eτοῖς ὑποπεσοῦσι καὶ γεγονόσι ταπεινοῖς τὰς ἕξεις ὁμοίοις
受动词 οὐκέτι προσμάχονται 支配的与格结构。分词 τοῖς ὑποπεσοῦσι 与 γεγονόσι 并列,后面的 ὁμοίοις 修饰/补充 ταπεινοῖς(“犹如谦卑卑屈者”)。复数名词 τὰς ἕξεις 为关系/视点宾格(accusative of respect),表“在姿态/举止/仪态方面”。
