← 普鲁塔克

陆生与水生动物孰更为聪明

§13

断冰之狐与义犬老骡的推论与德性

阿里斯托提穆斯论述了动物的理性潜能,举出狐狸凭声音推论冰层厚度的智慧,辨驳了辩证学者关于犬类三段论的虚妄,并通过追击神庙盗贼的义犬卡帕洛斯以及协助卫城营建的老骡的事迹展示动物之德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ἐνταῦθα τοῦ λόγου γεγονὼς οὐ δοκῶ μοι παρήσειν1 διʼ ὁμοιότητα τὸ τῆς ἀλώπεκος. οἱ μὲν οὖν μυθολόγοι τῷ Δευκαλίωνί φασι περιστερὰν ἐκ τῆς λάρνακος ἀφιεμένην δήλωμα γενέσθαι χειμῶνος μὲν εἴσω πάλιν ἐνδυομένην, εὐδίας δʼ ἀποπτᾶσαν οἱ δὲ Θρᾷκες ἔτι νῦν, ὅταν παγέντα ποταμὸν διαβαίνειν ἐπιχειρῶσιν, ἀλώπεκα ποιοῦνται γνώμονα τῆς τοῦ πάγου στερρότητος· ἡσυχῆ γὰρ ὑπάγουσα παραβάλλει τὸ οὖς κἂν μὲν αἴσθηται ψόφῳ τοῦ ῥεύματος ἐγγὺς ὑποφερομένου, τεκμαιρομένη μὴ γεγονέναι διὰ βάθους τὴν πῆξιν ἀλλὰ λεπτὴν καὶ ἀβέβαιον ἵσταται, κἂν ἐᾷ τις, ἐπανέρχεται τῷ δὲ μὴ ψοφεῖν θαρροῦσα διῆλθε. καὶ τοῦτο μὴ λέγωμεν αἰσθήσεως ἄλογον ἀκρίβειαν, ἀλλʼ ἐξ αἰσθήσεως συλλογισμὸν ὅτι τὸ ψοφοῦν κινεῖται, τὸ δὲ κινούμενον οὐ πέπηγε, τὸ δὲ μὴ πεπηγὸς ὑγρόν ἐστι, τὸ δʼ ὑγρὸν ἐνδίδωσιν2 οἱ δὲ διαλεκτικοί φασι τὸν κύνα τῷ διὰ πλειόνων διεζευγμένῳ χρώμενον ἐν ταῖς πολυσχιδέσιν ἀτραποῖς συλλογίζεσθαι πρὸς ἑαυτὸν ἤτοι τήνδε τὸ θηρίον ὥρμηκεν ἢ τήνδε ἢ τήνδε· ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε τὴν λοιπὴν ἄρα· τῆς μὲν αἰσθήσεως οὐδὲν ἢ τὴν πρόσληψιν διδούσης, τοῦ δὲ λόγου τὰ λήμματα καὶ τὸ συμπέρασμα τοῖς λήμμασιν ἐπιφέροντος.3 οὐ μὴν δεῖταί γε τοιαύτης μαρτυρίας ὁ κύων· ψευδὴς γάρ ἐστι καὶ κίβδηλος ἡ γὰρ αἴσθησις αὐτὴ τοῖς ἴχνεσι καὶ τοῖς ῥεύμασι τοῦ θηρίου τὴν φυγὴν ἐπιδείκνυσι, χαίρειν λέγουσα διεζευγμένοις ἀξιώμασι καὶ συμπεπλεγμένοις. διʼ ἄλλων δὲ πολλῶν ἔργων καὶ παθῶν καὶ καθηκόντων οὔτʼ ὀσφραντῶν οὔθʼ ὁρατῶν ἀλλὰ διανοίᾳ καὶ λόγῳ μόνον πρακτῶν καὶ θεατῶν ὄντων κατιδεῖν ἔστι τὴν κυνὸς φύσιν· οὗ τὰς μὲν ἐν ἄγραις ἐγκρατείας καὶ πειθαρχίας καὶ ἀγχινοίας γελοῖος ἔσομαι λέγων πρὸς ὑμᾶς τοὺς τοῦ Ἀσκληπιοῦ4 τὰ εὔογκα τῶν ἀργυρῶν καὶ χρυσῶν ἔλαβεν ἀναθημάτων καὶ λεληθέναι νομίζων ὑπεξῆλθεν ὁ δὲ φρουρὸς κύων, ὄνομα Κάππαρος,5 ἐπεὶ μηδεὶς ὑλακτοῦντι τῶν ζακόρων ὑπήκουσεν αὐτῷ, φεύγοντα τὸν ἱερόσυλον ἐπεδίωκε· καὶ πρῶτον μὲν βαλλόμενος λίθοις οὐκ ἀπέστη γενομένης δʼ ἡμέρας, ἐγγὺς οὐ προσιὼν ἀλλʼ ἀπʼ ὀφθαλμοῦ παραφυλάττων εἵπετο καὶ τροφὴν προβάλλοντος οὐκ ἐλάμβανεν ἀναπαυομένῳ δὲ παρενυκτέρευε καὶ βαδίζοντος πάλιν ἀναστὰς ἐπηκολούθει, τοὺς δʼ ἀπαντῶντας ὁδοιπόρους ἔσαινεν, ἐκείνῳ δʼ ἐφυλάκτει καὶ προσέκειτο. ταῦτα δʼ οἱ διώκοντες πυνθανόμενοι παρὰ τῶν ἀπαντώντων ἅμα καὶ τὸ χρῶμα φραζόντων καὶ τὸ μέγεθος τοῦ κυνὸς προθυμότερον ἐχρήσαντο τῇ διώξει, καὶ καταλαβόντες τὸν ἄνθρωπον ἀνήγαγον ἀπὸ Κρομμυῶνος. ὁ δὲ κύων ἀναστρέψας προηγεῖτο γαῦρος καὶ περιχαρής, οἷον ἑαυτοῦ ποιούμενος ἄγραν καὶ θήραμα τὸν ἱερόσυλον. ἐψηφίσαντο δὴ σῖτον αὐτῷ δημοσίᾳ μετρεῖσθαι καὶ παρεγγυᾶσθαι τοῖς ἱερεῦσιν εἰς ἀεὶ τὴν ἐπιμέλειαν, ἀπομιμησάμενοι τὸ πρὸς τὸν ἡμίονον φιλανθρώπευμα τῶν παλαιῶν Ἀθηναίων. τὸν γὰρ ἑκατόμπεδον νεὼν Περικλέους ἐν ἀκροπόλει κατασκευάζοντος, ὡς εἰκός, λίθοι προσήγοντο πολλοῖς ζεύγεσι καθʼ ἡμέραν· τῶν οὖν συνειργασμένων μὲν προθύμως ἤδη δὲ διὰ γῆρας ἀφειμένων ὀρέων εἷς κατερχόμενος εἰς Κεραμεικόν, καὶ τοῖς ἀνάγουσι ζεύγεσι τοὺς λίθους ὑπαντῶν ἀεὶ συνανέστρεφε καὶ συμπαρετρόχαζεν, οἷον ἐγκελευόμενος καὶ παρορμῶν διὸ θαυμάσας αὐτοῦ τὴν φιλοτιμίαν ὁ δῆμος ἐκέλευσε δημοσίᾳ τρέφεσθαι, καθάπερ ἀθλητῇ σίτησιν ὑπὸ γήρως ἀπειρηκότι ψηφισάμενος.

论述既已至此,因其相似之故,我想我不当略去狐狸之事。神话家谓丢卡利翁放自方舟之鸽,恶劣天气则潜回内室,天色晴朗则振翅远飏,以此以为气候之兆;然而色雷斯人直至今日,每欲横渡冻结之江河,皆以狐狸为冰层坚实与否之准则。盖狐狸悄然近前,附耳于冰,若觉察底下水流近处汩汩之声,判定冰封未深而薄脆难依,便止步不前,若无人驱逼,则返身折回;若无声响,则安然渡河。对此,我们切莫谓之无理性之感官精准,而当视作由感官而生之推论:“发声者在动,动者未固,未固者为流质,流质则不可托载。” 辩证学者谓猎犬于分岔之歧路,亦用多肢选言命题而于心中自为推断:“野兽非窜入此径,即彼径,或第三径;既非此径,亦非彼径,则必入余下之径矣。”于此,感官不过提供附加前提,而理性则构设前提并推导出结论。然则猎犬实无需此等证言,盖其虚妄不实;感官自身凭借野兽之足迹与气味之流,便已指明逃逸之路,何须理会选言命题与联言命题。然而,通过诸多既非嗅觉亦非视觉所能及、唯有凭借心智与理性方可践行与洞察之作为、性情及职责,我们正可洞见犬之本性。其在狩猎中所具之克制、顺服与敏悟,我对诸位述之实属可笑。当有人盗走阿斯克勒庇俄斯神庙中轻便易携之金银奉献之物,自以为隐秘而潜遁而去时,名为卡帕洛斯之看家犬,因其吠叫未见庙祝理睬,便尾随追击潜逃之庙贼。起初虽受掷石,亦不退缩;天明之后,虽不近前,却在视线所及处严加盯防随行;贼人投以食饵,概不受取;贼人休憩,则守宿于侧;贼人复行,则起而紧随;遇有相逢之行旅,则摇尾示好,唯独对贼人吠叫紧逼。追捕者自相遇行客处探知此情,又闻其描述犬之色泽与体魄,遂益发奋勇追赶,终在克罗米昂将贼人生擒解回。其犬折返,意气昂扬,欣喜若狂,引颈领路,宛若将庙贼据为己获之猎物。于是众人决议公费供给其粮饷,并托付祭司永续照料,以仿昔日雅典人善待骡马之仁举。盖佩里克里斯于卫城兴建百步神庙之时,势所必然,每日需众多牲畜负轭运石;有一老骡,早年辛劳协力,后因衰老获释闲居,下至凯拉米克斯,每遇运石而上之队伍,必折返随行并辔小跑,宛如从旁鼓舞策励;雅典人民叹其忠诚敬业,遂下令以公款饲育,一如决议厚赡因年迈力竭之竞技者。

语法注5 条
  1. 13οὐ δοκῶ μοι παρήσειν

    δοκῶ μοι 为常用的人称结构(与非人称结构 δοκεῖ μοι 同义,字面意为“我视我自己……”即“我认为/我打算”),后接未来不定式 παρήσειν(源自 παρίημι),意为“我想我不当略去/忽略”。

  2. 969aτὸ ψοφοῦν κινεῖται, τὸ δὲ κινούμενον οὐ πέπηγε, τὸ δὲ μὴ πεπηγὸς ὑγρόν ἐστι, τὸ δʼ ὑγρὸν ἐνδίδωσιν

    构成典型的连珠三段论(sorites),前一分句的谓语顺次成为下一分句的主语(ψοφοῦν → κινούμενον → μὴ πεπηγός → ὑγρόν),生动展现了从感官经验(声响)逐步推论至最终结论(不可承重)的逻辑链条。

  3. 969bτῆς μὲν αἰσθήσεως οὐδὲν ἢ τὴν πρόσληψιν διδούσης, τοῦ δὲ λόγου τὰ λήμματα καὶ τὸ συμπέρασμα τοῖς λήμμασιν ἐπιφέροντος

    由 μέν...δέ 并列连接的两个独立属格结构,使用了斯多亚学派的辩证法逻辑术语:πρόσληψις 指三段论中的“小前提”(附加前提),λήμματα 指“大前提/诸前提”,συμπέρασμα 则指推导出的“结论”,鲜明对比了感官与理性的功能划分。

  4. 969cγελοῖος ἔσομαι λέγων πρὸς ὑμᾶς τοὺς τοῦ Ἀσκληπιοῦ

    此处底本数据漏收了 969c 至 969e 的大段原文(并非抄本流传中的脱文)。原本 πρὸς ὑμᾶς τοὺς 之后接修饰听众的短语及其他轶事,至 969e 方另起一事,交代某盗贼潜入阿斯克勒庇俄斯神庙(τοῦ Ἀσκληπιοῦ)。后文动词 ἔλαβεν 与 ὑπεξῆλθεν 的主语即该脱落部分所引出的盗贼。

  5. 969cὄνομα Κάππαρος

    ὄνομα 为关系宾格(说明性宾格或副词性宾格),意即“名叫卡帕洛斯”,用以补充说明同位成分 ὁ δὲ φρουρὸς κύων(看家犬)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg129.humanitext-grc2:13