← 普鲁塔克

论月轮中显现的面容

§9-11

批判宇宙中心说与论月亮属于大地领域

说话者向天文学家阿波罗尼德斯阐述了天体间的巨大距离以及月亮与大地的极度靠近,并从空间与宇宙论角度批判了宇宙中心说及对上下方位的定义,论证月亮理应归属于大地的领域。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

ἀλλʼ ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω περιφορᾶς φατε εἶπον ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσφόρον ἐπʼ αὐτῷ καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνητας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν διαστάσεσι μεγάλαις φέρεσθαι· τοῖς δὲ βαρέσι καὶ γεώδεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν ἐν ἑαυτῷ καὶ διάστασιν ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω περιφορᾶς μυριάσι σταδίων τοσαύταις καὶ ὥσπερ εἰς βυθόν τινα καταδεδυκυῖαν τῶν μὲν γʼ ἄστρων κατωτέρω τοσοῦτὸν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλʼ ἐπιλείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀριθμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον "ἅρματος ὥσπερ ἂν ἴχνος ἑλίσσεται" φησὶν Ἐμπεδοκλῆς "ἥ τε περὶ ἄκραν" οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷ παμμέγεθες εἶναι τὸ φωτίζον· ἀλλʼ οὕτως ἔοικεν ἐν χρῷ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστʼ ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπʼ αὐτῆς, μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς τῆς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην.

“然而,亲爱的阿波罗尼德斯,”我说道,“你们声称太阳距离上方的天球运行轨道有无数万斯塔迪昂之遥,而紧随其后的启明星、水星以及其余行星都在恒星天之下运行,且彼此之间相隔巨大的距离;但对于沉重且具泥土性质之物,你们难道认为宇宙在自身之内没有为其提供任何广阔的空间与间隔吗?请看看这是多么可笑:如果仅仅因为月亮远离下方的区域,我们便否认它是泥土大地,反而称它为星辰,尽管我们目睹它从上方的运行轨道被推挤开如此多数万斯塔迪昂,犹如沉入某种深渊一般。事实上,它位于星辰之下如此遥远之处,其跨度甚至无法以尺度言表,以至于你们数学家在推算时数字都会显得不够用;而它在某种意义上触及大地,在邻近之处旋转环绕,正如恩培多克勒所说‘犹如战车之辙旋转,绕着转折标柱巡行’。事实上,月亮常常连大地的阴影也超越不了,而这阴影由于发光体极其巨大,只升起到微小的高度;然而月亮看起来如此紧贴着大地的表皮,几乎是在大地的怀抱中巡游,以至于它被大地遮蔽而挡住了太阳,从未越过这片作为大地封邑的阴暗、厚土与黑夜之所。因此我认为,我们可以充满信心地说,月亮处于大地的边界之内,为其边缘所遮挡。

§10

σκόπει δὲ τοὺς ἄλλους ἀφεὶς ἀπλανεῖς καὶ πλάνητας, ἃ δείκνυσιν Ἀρίσταρχος ἐν τῷ Περὶ μεγεθῶν καὶ ἀποστημάτων ὅτι τὸ τοῦ ἡλίου ἀπόστημα τοῦ ἀποστήματος τῆς σελήνης ὃ ἀφέστηκεν ἡμῶν πλέον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δʼ ἢ εἰκοσαπλάσιόν ἐστι καίτοι ὁ τὴν σελήνην ἐπὶ μήκιστον αἴρων ἀπέχειν φησὶν ἡμῶν ἓξ καὶ πεντηκονταπλάσιον τῆς ἐκ τοῦ κέντρου τῆς γῆς·1 αὕτη δʼ ἐστὶ τεσσάρων μυριάδων καὶ κατὰ τοὺς μέσως ἀναμετροῦντας· καὶ ἀπὸ ταύτης συλλογιζομένοις ἀπέχει ὁ ἥλιος τῆς σελήνης πλέον ἢ τετρακισχιλίας τριάκοντα μυριάδας οὕτως ἀπῴκισται τοῦ ἡλίου διὰ βάρος καὶ τοσοῦτο τῇ γῇ προσκεχώρηκεν, ὥστε, εἰ τοῖς τόποις τὰς οὐσίας διαιρετέον, ἡ γῆς μοῖρα καὶ ὥρα προσκαλεῖται σελήνην καὶ τοῖς περὶ γῆν πράγμασι καὶ σώμασιν ἐπίδικὸς ἐστι κατʼ ἀγχιστείαν καὶ γειτνίασιν.2 καὶ οὐδὲν, οἶμαι, πλημμελοῦμεν, ὅτι τοῖς ἄνω προσαγορευομένοις βάθος τοσοῦτο καὶ διάστημα διδόντες ἀπολείπομὲν τινα καὶ τῷ κάτω περιδρομὴν καὶ πλάτος, ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην οὔτε γὰρ ὁ τὴν ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω τἄλλα δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθʼ ὁ τῇ γῇ μᾶλλον δʼ ὁ τῷ κέντρῳ τὸ κάτω περιγράφων ἀνεκτός· ἀλλὰ καὶ κινητικο ταύτῃ διάστημα τὸ δέον ἐπιχωροῦντος τοῦ κόσμου διὰ μέγεθος. πρὸς δὲ τὸν ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι τὸ ἀπὸ τῆς γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι κάτω τὸ ἀπὸ τῆς ἀπλανοῦς περιφορᾶς.

且撇开其余的恒星与行星不谈,请看阿里斯塔克在《论大小与距离》中所证明的:太阳的距离大于月亮距离我们之值的十八倍,而小于二十倍。然而,即便把月亮距离定得最远的人,也声称它距我们为大地中心距表面距离的五十六倍;而即便根据适中测量者们的看法,这一距离为四万斯塔迪昂。以此推算,太阳距离月亮达四千零三十万斯塔迪昂以上。月亮由于其重量而距太阳如此遥远,并向大地靠拢得如此紧密,以至于若按位置划分实体的属性,大地所分得的疆界与领域必然召唤月亮归属于己,且月亮凭着血缘相近和地邻关系,亦可被归入属于大地的万物与实体。而且我认为,我们毫无过错:我们在给予被称为‘上方’之物如此巨大的深度与间隔的同时,也为‘下方’保留了某种周转的范围与宽度,其宽度相当于从大地到月亮的距离。因为,仅把天穹的最外表面称为上方而将其余一切均称为下方的人既失分寸,将下方限定在大地、或者更确切地说限定在中心点之上的人亦不可容忍;由于宇宙的庞大体量,宇宙在这运动的领域内也赋予了应有的间隔。面对主张凡自大地离开之物立刻便属上方且悬于空中者,另一个人反过来自然会回应道,凡离开恒星运行轨道之物立刻便属下方。

§11

ὅλως δὲ πῶς λέγεται καὶ τίνος ἡ γῆ μέση κεῖται; τὸ γὰρ πᾶν ἄπειρόν ἐστι; τῷ δʼ ἀπείρῳ μήτε ἀρχὴν ἔχοντι μήτε πέρας οὐ προσήκει μέσον ἔχειν· πέρας γάρ τι καὶ τὸ μέσον, ἡ δʼ ἀπειρία περάτων στέρησις. ὁ δὲ μὴ τοῦ παντὸς ἀλλὰ τοῦ κόσμου μέσην εἶναι τὴν γῆν ἀποφαινόμενος ἡδύς ἐστιν, εἰ μὴ καὶ τὸν κόσμον αὐτὸν ἐνέχεσθαι ταῖς αὐταῖς ἀπορίαις νομίζει· τὸ γὰρ πᾶν οὐδὲ τούτῳ μέσην ἀπέλιπεν,3 ἀλλʼ ἀνέστιος καὶ ἀνίδρυτός ἐστιν ἐν ἀπείρῳ κενῷ φερόμενος πρὸς οὐδὲν οἰκεῖον, ἢ ἄλλην τινὰ τοῦ μένειν εὑράμενος αἰτίαν ἕστηκεν, οὐ κατὰ τὴν τοῦ τόπου φύσιν. ὅμοια καὶ περὶ γῆς καὶ περὶ σελήνης εἰκάζειν τινὶ πάρεστιν, ὡς ἑτέρᾳ τινὶ ψυχῇ καὶ φύσει μᾶλλον διαφορᾷ, τῆς μὲν ἀτρεμούσης ἐνταῦθα τῆς δὲ καὶ φερομένης. ἄνευ δὲ τούτων, ὅρα μὴ μέγα τι λέληθεν αὐτούς· εἰ γὰρ ὅ τι ἂν καὶ ὁπωσοῦν ἐκτὸς γένηται τοῦ κέντρου τῆς γῆς ἄνω ἐστίν, οὐδέν ἐστι τοῦ κόσμου κάτω μέρος, ἀλλʼ ἄνω καὶ ἡ γῆ καὶ τὰ ἐπὶ γῆς καὶ πᾶν ἁπλῶς σῶμα τὸ κέντρῳ περιεστηκὸς ἢ περικείμενον ἄνω γίγνεται· κάτω δὲ μόνον ἕν, τὸ ἀσώματον σημεῖον ἐκεῖνο, ὃ πρὸς πᾶσαν ἀντικεῖσθαι τὴν τοῦ κόσμου φύσιν ἀναγκαῖον εἴ γε δὴ τὸ κάτω πρὸς τὸ ἄνω κατὰ φύσιν ἀντίκειται. καὶ οὐ τοῦτο μόνον τὸ ἄτοπον, ἀλλὰ καὶ τὴν αἰτίαν ἀπόλλυσι τὰ βάρη, διʼ ἣν δεῦρο καταρρέπει καὶ φέρεται· σῶμα μὲν γὰρ οὐθέν ἐστι κάτω πρὸς ὃ κινεῖται, τὸ δʼ ἀσώματον οὔτʼ εἰκὸς οὔτε βούλονται τοσαύτην ἔχειν δύναμιν, ὥστε πάντα κατατείνειν ἐφʼ ἑαυτὸ καὶ περὶ αὑτὸ συνέχειν. ἀλλʼ ὅλως ἄλογον εὑρίσκεται καὶ μαχόμενον τοῖς πράγμασι τὸ ἄνω τὸν κόσμον ὅλον εἶναι, τὸ δὲ κάτω μηδὲν ἀλλʼ ἢ πέρας ἀσώματον καὶ ἀδιάστατον· ἐκεῖνο δʼ εὔλογον, ὡς λέγομεν ἡμεῖς, τῷ τʼ ἄνω χώραν καὶ τῷ κάτω πολλὴν καὶ πλάτος ἔχουσαν διῃρῆσθαι.

总的来说,大地究竟以何种方式被称作居于中心,又是居于何物的中心呢?因为全宇宙是无限的;而对于既无开端亦无终点的无限者而言,拥有中心是绝不相称的;因为中心乃是一种界限,而无限则是对界限的剥夺。至于断言大地不是全宇宙的中心而是宇宙秩序之中心的人,如果他不认为宇宙秩序本身亦陷入同样的疑难之中,那他未免过于天真了。因为全宇宙甚至未曾给宇宙秩序留下一个居中的场所,它在无限的虚空中漂泊,无家可归,无所立足,不朝向任何属于自己的处所运动;抑或是它找到了某种留驻的其他原因而静止,并非出于场所的自然本性。人们同样可以对大地和月亮作出类似的推测:一者在此处静止不动,而另一者则持续运行,毋宁是由于某种相异的灵魂与本性差异所致。抛开这些不谈,请看他们是否忽略了某件重大之事:因为如果凡是无论以何种方式离开大地中心之物皆属于‘上方’,那么宇宙便根本不存在‘下方’的部分,反而大地、地上之物以及一切环绕或包围中心的物体全都变成了‘上方’;而所谓的‘下方’便只剩下一物,即那个无形体之点——如果下方按本性确实与上方相反,那么该点就必须与宇宙的整个本性相对立。不仅这一荒唐现象存在,沉重的物体还会丧失其向下倾坠并运动到此处的根本原因;因为在下方根本不存在任何物体供它们朝之运动,而无形体之物既不可能、他们也不愿承认它具有如此巨大的力量,竟能将万物拉向自身并在自身周围维系聚拢。因此,整个宇宙均为‘上方’、而‘下方’除却一个无形体且无广延的界限点之外别无他物,这被证明是彻底荒谬且背离事实的;相反,正如我们所说,合理的主张乃是:对于‘上方’与‘下方’,均划分出了广阔而具有宽度的领域。”

语法注3 条
  1. 925dτῆς ἐκ τοῦ κέντρου τῆς γῆς

    阴性单数属格冠词 τῆς 后省略了所修饰的名词。在古希腊天文学术语中,这是表示地球半径(从地心引出的线段)的常见省略表达,省略了如 γραμμή(线)等阴性名词。

  2. 925dἐπίδικὸς ἐστι κατʼ ἀγχιστείαν καὶ γειτνίασιν

    使用了雅典法律中遗产诉讼与近亲继承权术语 ἐπίδικος(可诉请继承之财产/嗣女)的隐喻构词。介词短语 κατʼ ἀγχιστείαν καὶ γειτνίασιν 说明其法律依据(凭近亲关系与邻近性),形象地表达月亮在法理上应归属于大地一方事物。

  3. 925eτὸ γὰρ πᾶν οὐδὲ τούτῳ μέσην ἀπέλιπεν

    阴性单数宾格形容词 μέσην 承前省略了被修饰的名词(如 χώραν,处所)。与格代词 τούτῳ 指代前文的宇宙秩序(τὸν κόσμον),整体结构表示“因为全宇宙甚至未曾给这个宇宙秩序留下居中的处所”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:9-11