- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:12-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲话者指出,即便假定月亮在天穹中的位置违背本性,它依然是大地,并以灵魂与肉体的结合、宙斯的形态变化,以及将万物机械归位于自然场所必将抹杀摄理并导致原初混沌为例进行反驳。他论证道,正是神圣的摄理将各元素调和并重塑至更优状态,因此正如烈火在天球中作圆周运动一样,具泥土性质的月亮顺应周围天球的旋转而运动亦完全合乎情理。
οὐ μὴν ἀλλὰ θέντες, εἰ βούλει, παρὰ φύσιν ἐν οὐρανῷ τοῖς γεώδεσι τὰς κινήσεις ὑπάρχειν, ἀτρέμα, μὴ τραγικῶς, ἀλλὰ πράως σκοπῶμεν; ὅτι τοῦτο τὴν σελήνην οὐ δείκνυσι γῆν μὴ οὖσαν1 ἀλλὰ γῆν ὅπου μὴ πέφυκεν οὖσαν· ἐπεὶ καὶ τὸ πῦρ τὸ Αἰτναῖον ὑπὸ γῆν παρὰ φύσιν ἐστὶν, ἀλλὰ πῦρ ἐστι· καὶ τὸ πνεῦμα τοῖς ἀσκοῖς περιληφθὲν ἔστι μὲν ἀνωφερὲς φύσει καὶ κοῦφον, ἥκει δʼ ὅπου μὴ πέφυκεν ὑπʼ ἀνάγκης. αὐτὴ δʼ ἡ ψυχή, πρὸς Διός εἶπον οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε, καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτʼ οὖν σώματι ψυχὴν μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον ὑπὸ βρίθους ἢ πάχους, οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦντα καὶ διιπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας. ὁ δὲ Ζεὺς ὑμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δʼ ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῶμα γεγονὼς καὶ γιγνόμενος ἐν ταῖς μεταβολαῖς; ὥσθʼ ὅρα καὶ σκόπει, δαιμόνιε, μὴ μεθιστὰς καὶ ἀπάγων ἕκαστον, ὅπου πέφυκεν εἶναι, διάλυσίν τινα κόσμου φιλοσοφῇς καὶ τὸ νεῖκος ἐπάγῃς τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι·2 μᾶλλον δὲ τοὺς παλαιοὺς κινῇς Τιτᾶνας ἐπὶ τὴν φύσιν καὶ Γίγαντας καὶ τὴν μυθικὴν ἐκείνην καὶ φοβερὰν ἀκοσμίαν καὶ πλημμέλειαν ἐπιδεῖν ποθῇς, χωρὶς τὸ βαρὺ πᾶν καὶ χωρὶς τιθεὶς τὸ κοῦφον "ἔνθʼ οὔτʼ ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος, οὐδὲ μὲν οὐδʼ αἴης λάσιον γένος, οὐδὲ θάλασσα" ὥς φησιν Ἐμπεδοκλῆς· οὐ γῆ θερμότητος μετεῖχεν, οὐχ ὕδωρ πνεύματος, οὐκ ἄνω τι τῶν βαρέων οὐ κάτω τι τῶν κούφων, ἀλλʼ ἄκρατοι καὶ ἄστοργοι καὶ μονάδες αἱ τῶν ὅλων ἀρχαί, μὴ προσιέμεναι σύγκρισιν ἑτέρου πρὸς ἕτερον μηδὲ κοινωνίαν, ἀλλὰ φεύγουσαι καὶ ἀποστρεφόμεναι καὶ φερόμεναι φορὰς ἰδίας καὶ αὐθάδεις οὕτως εἶχον, ὡς ἔχει πᾶν οὗ θεὸς ἄπεστι, κατὰ Πλάτωνα, τουτέστιν, ὡς ἔχει τὰ σώματα, νοῦ καὶ ψυχῆς ἀπολιπούσης· ἄχρι οὗ τὸ ἱμερτὸν ἧκεν ἐπὶ τὴν φύσιν ἐκ προνοίας, φιλότητος ἐγγενομένης καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ὡς Ἐμπεδοκλῆς λέγει καὶ Παρμενίδης καὶ Ἡσίοδος, ἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπʼ ἀλλήλων μεταλαβόντα καὶ τὰ μὲν κινήσεως τὰ δὲ μονῆς ἀνάγκαις ἐνδεθέντα καὶ καταβιασθέντα πρὸς τὸ βέλτιον, ἐξ οὗ πέφυκεν, ἐνδοῦναι καὶ μεταστῆναι ἁρμονίαν καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός.3
“然而,即使你愿意假设泥土性质的物体在天穹中运动是违背本性的,我们也应当心平气和、而非戏剧化地大肆惊呼,从容地考虑这一点:这并不能证明月亮不是泥土大地,而只能证明它是处于非其本性所宜之所的大地。因为埃特纳火山的烈火位于地底下也是违背本性的,但它依然是火;被装入皮囊中的空气在本性上也是轻且向上的,却被迫处于非其本性所宜之所。而灵魂本身,指着宙斯发誓,”我说道,“难道不也是违背本性地被禁锢于身体之中吗——正如你们所说,迅疾的灵魂与迟缓的身体结合,炽热的灵魂与冰冷的身体结合,不可见的灵魂与可感知的身体结合?难道我们能因此就断言身体中没有灵魂,或者说,那能同时游历并飞越整个天穹、大地与海洋的属于理智的神圣事物,由于沉重或粗浊,并未降入肉体、肌腱、骨髓以及充斥着无数激情的体液之中吗?至于你们所崇奉的宙斯,按其自身的本性而言,难道不是一道巨大而连续的烈火吗?然而如今他却已松弛、屈折并变化形态,在诸般变易中已经成为、并且正在成为一切色彩。因此,可敬的朋友,请审视并考虑,你若把每一事物都迁回并驱赶至其天然本性之所,是否反而在哲学上论证了宇宙的解体,并将恩培多克勒式的‘争斗’引向万物?抑或是你正在鼓动古老的泰坦与巨人们反抗自然,并渴望亲眼目睹那神话中可怕的无序与混乱——将所有沉重之物分立于一处,将所有轻盈之物分立于另一处: ‘在那里既看不见太阳辉煌的面容, 亦见不到大地的茂密生灵,更见不到海洋,’ 正如恩培多克勒所言。大地不沾一丝热力,水不含半点空气,沉重之物无一居于上方,轻盈之物无一居于下方,而是万物的本原皆未混合、缺乏亲爱、孤立隔绝,不容许彼此之间的混合与交往,反而是互相逃避、彼此背离,沿着各自任性专断的轨迹运行。正如柏拉图所说,它们处于一种‘凡神不在之处的一切所呈现的状态’,即犹如理智与灵魂离弃之后的躯体状态;直到出于前瞻预见(摄理),渴望降临到自然之中,生出了友爱、阿佛洛狄忒和厄洛斯,正如恩培多克勒、巴门尼德和赫西俄德所言;从而使各元素交换处所,从彼此身上汲取力量,一些受制于运动的必然,另一些受制于静止的必然,被迫放弃其原本的本性而趋向于更完善的状态,进而造就了整个宇宙的和谐与融通。
εἰ μὲν γὰρ οὐδʼ ἄλλο τι τῶν τοῦ κόσμου μερῶν παρὰ φύσιν ἔσχεν, ἀλλʼ ἕκαστον πέφυκε κεῖται, μηδεμιᾶς μεθιδρύσεως μηδὲ μετακοσμήσεως δεόμενον μηδʼ ἐν ἀρχῇ δεηθέν, ἀπορῶ τί τῆς προνοίας ἔργον ἐστὶν ἢ τίνος γέγονε ποιητὴς καὶ πατὴρ δημιουργὸς ὁ Ζεὺς ὁ ἀριστοτέχνας. οὐ γὰρ ἐν στρατοπέδῳ τακτικῶν ὄφελος, εἴπερ εἰδείη τῶν στρατιωτῶν ἕκαστος ἀφʼ ἑαυτοῦ τάξιν τε καὶ χώραν κατὰ καιρόν, οὗ δεῖ, λαβεῖν καὶ διαφυλάσσειν οὐδὲ κηπουρῶν οὐδʼ οἰκοδόμων, εἰ πῆ μὲν αὐτὸ τὸ ὕδωρ ἀφʼ αὑτοῦ πέφυκεν ἐπιέναι τοῖς δεομένοις καὶ κατάρδειν ἐπιρρέον, πῆ δὲ πλίνθοι καὶ ξύλα καὶ λίθοι ταῖς κατὰ φύσιν χρώμενα ῥοπαῖς καὶ νεύσεσιν ἐξ ἑαυτῶν καταλαμβάνειν τὴν προσήκουσαν ἁρμονίαν καὶ χώραν. εἰ δʼ οὗτος μὲν ἄντικρυς ἀναιρεῖ τὴν πρόνοιαν ὁ λόγος, τῷ θεῷ δʼ ἡ τάξις τῶν ὄντων προσήκει καὶ τὸ διαιρεῖν, τί θαυμαστὸν οὕτω τετάχθαι, καὶ διηρμόσθαι τὴν φύσιν, ὡς ἐνταῦθα μὲν πῦρ ἐκεῖ δʼ ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν γῆν ἄνω δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρῳ τοῦ κατὰ φύσιν τῷ κατὰ λόγον δεσμῷ περιληφθεῖσαν; ὡς, εἴ γε πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ φέρεσθαι καθʼ ὃ πέφυκε, μήθʼ ἥλιος κυκλοφορείσθω μήτε φωσφόρος μηδὲ τῶν ἄλλων ἀστέρων ἄνω γὰρ οὐ κύκλῳ τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν. εἰ δὲ τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστʼ ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ, ὅταν δʼ εἰς τὸν οὐρανὸν παραγένηται, τῇ δίνῃ συμπεριστρέφεσθαι, τί θαυμαστὸν εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ γενομένοις συμβέβηκεν ὡσαύτως εἰς ἄλλο κινήσεως εἶδος ὑπὸ τοῦ περιέχοντος ἐκνενικῆσθαι; οὐ γὰρ δὴ τῶν μὲν ἐλαφρῶν τὴν ἄνω φορὰν ἀφαιρεῖσθαι τῷ οὐρανῷ κατὰ φύσιν ἐστί, τῶν δὲ βαρέων καὶ κάτω ῥεπόντων οὐ δύναται κρατεῖν, ἀλλʼ ᾗ ποτʼ ἐκεῖνα δυνάμει καὶ ταῦτα μετακοσμήσας ἐχρήσατο τῇ φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον.4
因为如果宇宙的其他任何部分也未曾处于违背本性的状态,而是各自都天然地各就其位,既不需要任何迁动或重新安排,最初亦不需要,那么我实在不知摄理的功用何在,也不知那至高无上的匠人宙斯究竟成了何物的造物者、父亲与缔造者。因为在军队中,如果每个士兵自己就能懂得在适当时机去占据并坚守自己该去的阵列与位置,那么战术指挥官便毫无用处;如果水能自动流向需要之处并予以浇灌,砖石与木料能凭借其天然的倾向与重力自行占据相宜的和谐构造与位置,那么园丁与建筑师亦毫无用处。如果这种观点完全抹杀了摄理,而对神而言理应由其来对存在之物予以秩序化和划分,那么,为了让火居于此处而星辰居于彼处,大地居于此处而月亮居于上方,并以一种比自然更坚固的理法纽带将其维系在一起,自然被如此秩序化与调和,又有什么可奇怪的呢?因为,如果一切事物都必须顺应其天然的倾向并依照其天性运动,那么太阳与启明星,乃至其他任何星辰都不应当作圆周运动;因为轻盈而具火焰性质之物的本性是向上运动,而非沿圆周运动。但如果自然因处所不同而呈现出如此的变异——以至于火在此处看似向上运动,而一旦进入天穹,便随着旋转的漩涡一同盘旋——那么,当沉重且具泥土性质之物来到彼处时,同样被周围之物所压倒而转变为另一种运动形式,又有什么可奇怪的呢?因为天穹绝不会天然地具有剥夺轻盈之物向上运动的能力,却无力制伏那些沉重且向下倾坠之物;相反,它正是凭借当年重新安排那些元素的同一力量,也将这些重新安排,并为了更优的状态而运用了它们的本性。”
- 926cσκοπῶμεν; ὅτι τοῦτο τὴν σελήνην οὐ δείκνυσι γῆν μὴ οὖσαν ἀλλὰ γῆν ὅπου μὴ πέφυκεν οὖσαν
σκοπῶμεν 为第一人称复数的劝勉虚拟语气。尽管文本中有时带有问号(;),但在构词和句法上它自然支配由 ὅτι 引导的名词性宾语从句(“让我们考察……这一点”)。分词 μὴ οὖσαν 充当 δείκνυσι 的补充宾语从句分词(“并未证明月亮不是大地”)。
- 926dμὴ μεθιστὰς καὶ ἀπάγων ἕκαστον, ὅπου πέφυκεν εἶναι, διάλυσίν τινα. κόσμου φιλοσοφῇς καὶ τὸ νεῖκος ἐπάγῃς τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι
由前文的祈使句 ὥσθʼ ὅρα καὶ σκόπει(“因此请审视并考虑”)引导,μὴ 搭配虚拟语气(φιλοσοφῇς, ἐπάγῃς, κινῇς, ποθῇς)构成表示担忧或警惕不良后果的句式(“免得你……在哲学上论证了……”)。分词 μεθιστὰς καὶ ἀπάγων 充当状语,表示手段或条件。
- 927aἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπʼ ἀλλήλων μεταλαβόντα ... ἁρμονίαν καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός
在目的从句 ἵνα ... ἀπεργάσηται 中,一系列中性复数主格分词(ἀμείψαντα, μεταλαβόντα, ἐνδεθέντα, καταβιασθέντα)指代宇宙的诸元素或物体(τὰ σώματα),并按希腊语中性复数主语搭配单数动词的通例充当单数动词 ἀπεργάσηται 的主语。不定式 ἐνδοῦναι καὶ μεταστῆναι 从属于 καταβιασθέντα。
- 927dἀλλʼ ᾗ ποτʼ ἐκεῖνα δυνάμει καὶ ταῦτα μετακοσμήσας ἐχρήσατο τῇ φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον
ᾗ ποτʼ ἐκεῖνα δυνάμει 为关系从句的同化/并入结构,先行词 [ταύτῃ τῇ δυνάμει] 被省略,名词 δυνάμει 被并入关系代词 ᾗ 之中(“凭借当初重新整顿那些轻盈之物的同一力量”)。分词 μετακοσμήσας 与主谓动词 ἐχρήσατο 共享同一主语(神性力量或天球)。
