← 普鲁塔克

论月轮中显现的面容

§7-8

批判斯多亚派中心引力说与整体亲和论

叙述者介入谈话以便给卢基乌斯留出思考时间,通过详细列举斯多亚派中心引力说所导致的种种荒谬反常的物理推论对其予以反驳。进而他提出引力并非朝向宇宙几何中心的运动,而是各部分朝向其自身整体的自然亲和性运动,从而为月亮具有独立重心并独立存留提供了理论依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

πρὸς τοῦτʼ ἐγὼ τῷ Λευκίῳ χρόνον ἐγγενέσθαι βουλόμενος ἀναμιμνησκομένῳ, τὸν Θέωνα καλέσας τίς ἔφην ὦ Θέων, εἴρηκε τῶν τραγικῶν ὡς ἰατροὶ "πικρὰν πικροῖς κλύζουσι φαρμάκοις χολήν;" ἀποκριναμένου δὲ τοῦ Θέωνος ὅτι Σοφοκλῆς, καὶ δοτέον εἶπον ὑπʼ ἀνάγκης ἐκείνοις· φιλοσόφων δʼ οὐκ ἀκουστέον, ἂν τὰ παράδοξα παραδόξοις ἀμύνεσθαι βούλωνται καὶ μαχόμενοι πρὸς τὰ θαυμάσια τῶν δογμάτων ἀτοπώτερα καὶ θαυμασιώτερα πλάττωσιν, ὥσπερ οὗτοι τὴν ἐπὶ τὸ μέσον φορὰν εἰσάγουσιν. ᾗ τί παράδοξον οὐκ ἔνεστιν;1 οὐχὶ τὴν γῆν σφαῖραν εἶναι, τηλικαῦτα βάθη καὶ ὕψη καὶ ἀνωμαλίας ἔχουσαν; οὐκ ἀντίποδας οἰκεῖν, ὥσπερ θρῖπας ἢ γαλεώτας τραπέντα ἄνω τὰ κάτω τῇ γῇ προσισχομένους; ἡμᾶς δʼ αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκότας ἀλλὰ πλαγίους ἐπιμένειν ἀπονεύοντας ὥσπερ οἱ μεθύοντες; οὐ μύδρους χιλιοταλάντους διὰ βάθους τῆς γῆς φερομένους, ὅταν ἐξίκωνται πρὸς τὸ μέσον, ἵστασθαι, μηδενὸς ἀπαντῶντος μηδʼ ὑπερείδοντος· εἰ δὲ ῥύμῃ κάτω φερόμενοι τὸ μέσον ὑπερβάλλοιεν, αὖθις ὀπίσω στρέφεσθαι καὶ ἀνακάμπτειν ἀπʼ αὐτῶν; οὐ τμήματα δοκῶν ἀποπρισθέντα τῆς γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον; οὐ ῥεῦμα λάβρον ὕδατος κάτω φερόμενον εἰ πρὸς τὸ μέσον ἔλθοι σημεῖον, ὅπερ αὐτοὶ λέγουσιν ἀσώματον, ἵστασθαι περικρεμαννύμενον ἢ κύκλῳ περιπολεῖν, ἄπαυστον αἰώραν καὶ ἀκατάπαυστον αἰωρούμενον; οὐδὲ γὰρ ψευδῶς ἔνια τούτων βιάσαιτο ἄν τις αὑτὸν εἰς τὸ δυνατὸν τῇ ἐπινοίᾳ καταστῆσαι. τοῦτο γάρ ἐστι τὰ ἄνω κάτω καὶ πάντα τραπέμπαλιν εἶναι, τῶν ἄχρι τοῦ μέσου κάτω τῶν δʼ ὑπὸ τὸ μέσον αὖ πάλιν ἄνω γιγνομένων· ὥστʼ, εἴ τις συμπαθείᾳ τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφαλόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν τὸν αὐτόν·2 κἂν μὲν διασκάπτῃ τις τὸν ἐπέκεινα τόπον, ἀνακύπτον αὐτοῦ τὸ εἶναι καὶ κάτω ἄνωθεν ἕλκεσθαι τὸν ἀνασκαπτόμενον εἰ δὲ δὴ τούτῳ τις ἀντιβεβηκὼς νοοῖτο, τοὺς ἀμφοτέρων ἅμα πόδας ἄνω γίγνεσθαι καὶ λέγεσθαι.

对此,我为了给卢基乌斯留出回忆思考的时间,便召唤泰翁说道: “泰翁,是哪位悲剧诗人说过,医生们 ‘用苦药涤除苦胆汁’?” 当泰翁回答说是索福克勒斯时,我说道: “对他们我们出于无奈必须予以宽容;但对于哲学家,若他们企图用荒谬对抗荒谬,并在反驳那些令人惊异的学说时,捏造出更为乖谬和惊人的说法,就像这些人引入指向中心的运动那样,我们便绝不可听从。在这里面难道还有什么荒唐事是没有的吗?难道大地具有如此巨大的深度、高度和起伏,竟然是一个球体?难道还住着倒悬的对跖点居民,像蛀虫或壁虎一样上下颠倒地附着在大地上?难道我们自己不是垂直站立,而是像醉汉一般倾斜地驻足?难道重达千塔兰同的铁块穿过地底坠落时,一旦到达中心,便在没有任何阻挡也没有任何支撑的情况下静止不动;而如果它们因下落的冲力越过了中心,便又会自动掉头并折返回来?难道从大地两端锯断的木梁碎块不会一直向下穿行,反而是从外部撞击大地后被推挤向内部,隐匿在中心周围?难道迅猛下坠的水流如果到达了中心点——即他们自己所谓的无形体之点——便会悬停在其周围,或在其周围循环巡游,进行着无休无止的摇摆?因为即便在虚构中,也没有人能强迫自己在想象中把这些事情中的某些视为可能。因为这意味着上下颠倒,万物翻转,到达中心之前是下,而在中心之下又再次变成了上;以至于如果有人因与大地同感而使其肚脐恰好位于大地中心站立,这同一个人的头也是朝上,脚也是朝上;若是有人挖掘对面的地方,他冒出来的部分便是‘上’,而被掘出的人则是从上面被拉向下;而若是设想有人与他脚底相对而立,则两人的脚便同时变为、且被称为是‘朝上’。

§8

τοιούτων μέντοι καὶ τοσούτων παραδοξολογιῶν οὐ μὰ Δία πήραν, ἀλλὰ θαυματοποιοῦ τινος ἀποσκευὴν καὶ πυλαίαν κατανωτισάμενοι καὶ παρέλκοντες ἑτέρους φασὶ γελοιάζειν ἄνω τὴν σελήνην, γῆν οὖσαν, ἐνιδρύοντας οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γʼ εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη, αὐτῆς ὄντα τὰ βάρη·3 καὶ τεκμήριον ἔσται τῶν ῥεπόντων οὐ τῇ γῇ μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυΐας τοῖς ἀπωσμένοις αὐτῆς εἶτα πάλιν καταφερομένοις. ὡς γὰρ ὁ ἥλιος εἰς ἑαυτὸν ἐπιστρέφει τὰ μέρη ἐξ ὧν συνέστηκε, καὶ ἡ γῆ τὸν λίθον ὥσπερ ἴδιον καὶ προσήκοντα δέχεται καὶ φέρει πρὸς ἐκεῖνον· ὅθεν ἑνοῦται τῷ χρόνῳ καὶ συμφύεται πρὸς αὐτὴν τῶν τοιούτων ἕκαστον. εἰ δέ τι τυγχάνει σῶμα τῇ γῇ μὴ προσνενεμημένον ἀπʼ ἀρχῆς μηδʼ ἀπεσπασμένον, ἀλλά που καθʼ αὑτὸ σύστασιν ἔσχεν ἰδίαν καὶ φύσιν, ὡς φαῖεν ἂν ἐκεῖνοι τὴν σελήνην, τί κωλύει χωρὶς εἶναι καὶ μένειν περὶ αὑτό, τοῖς αὑτοῦ πεπιεσμένον μέρεσι καὶ συμπεπεδημένον; οὔτε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται τὸν τρόπον, ᾧ μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σελήνην εἰκός ἐστιν. ὁ δὲ πάντα τὰ γεώδη καὶ βαρέα συνελαύνων εἰς μίαν χώραν καὶ μέρη ποιῶν ἑνὸς σώματος, οὐχ ὁρῶ διὰ τί τοῖς κούφοις τὴν αὐτὴν ἀνάγκην οὐκ ἀνταποδίδωσιν, ἀλλʼ ἐᾷ χωρὶς εἶναι συστάσεις πυρὸς τοσαύτας καὶ οὐ πάντας εἰς ταὐτὸ συνάγων τοὺς ἀστέρας σαφῶς οἴεται δεῖν καὶ σῶμα κοινὸν εἶναι τῶν ἀνωφερῶν καὶ φλογοειδῶν ἁπάντων.

然而,他们背负并拖拽着这样且如此繁多的荒诞怪论——指天发誓,那绝非行囊,而是魔术师的全部道具和集市行头——却声称别人把身为大地的月亮安置在上方而非中心所在之处是可笑的。然而,如果每一个沉重的物体都汇聚到同一处,并以其全部部分相互支撑着冲向其自身的中心,那么大地将把作为其自身部分的沉重物体收归己有,并非因为大地是宇宙的中心,而毋宁是因为它是一个整体;而下坠之物的倾向,所证明的不是大地对于宇宙的居中性,而是那些被排斥离开大地后又再次下坠的物体与大地之间具有某种共性与浑然一体的联系。因为正如太阳把构成自身的各个部分引向自身,大地亦将石头当作其固有且属于它之物而接纳,并将之带向自身;因此随着时间的推移,这类事物中的每一件都与大地合一并长为一体。但如果碰巧有某个物体从一开始便未分配给大地,亦未从大地中剥离出来,而是在某处具有其自身独立的构成与本性——正如他们对月亮所说的那样——那么究竟有什么能阻止它分立存在并围绕着自身存留,被其自身的部分紧紧压实并束缚在一起呢?因为大地既未被证明是宇宙的中心,而此地之物朝向大地的相互支撑与聚合,亦提示了彼处聚合于月亮之物顺理成章地存留的方式。然而,那个把所有泥土性质的和沉重的东西驱赶到一个场所并使之成为单一物体的各个部分的人,我真看不出他为何不将同样的必然性施加于轻盈的物体,反而任由如此众多的火的独立构成分散存在,且不把所有的星辰聚集到同一处,显然并不认为所有向上运动的和火焰状的物体也必须存在一个共同的实体。”

语法注3 条
  1. 924aᾗ τί παράδοξον οὐκ ἔνεστιν;

    接下来的长串不定词从句(οὐχὶ τὴν γῆν σφαῖραν εἶναι... οὐκ ἀντίποδας οἰκεῖν... ἡμᾶς δʼ αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκότας... ἐπιμένειν... οὐ μύδρους... ἵστασθαι... οὐ τμήματα... μὴ φέρεσθαι... οὐ ῥεῦμα... ἵστασθαι)均受此修辞性反问统领,以宾格加不定式结构列举斯多亚派向心引力说所导致的种种荒谬物理推论。

  2. 924cὥστʼ, εἴ τις συμπαθείᾳ τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφαλόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν τὸν αὐτόν

    在表示结果的 ὥστε 之后嵌套了条件从句(εἰ... σταίη),并在结论部分使用宾格加不定式结构(τὸν αὐτὸν... ἔχειν)。这里论证如果某人因与大地的“同感”(συμπαθείᾳ)而使其身体中心(肚脐)恰好重合于大地的几何中心,由于离开中心向外的方向皆被定义为“上”,便会导致此人的头与脚同时朝向“上”的悖论。

  3. 924dοὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη, αὐτῆς ὄντα τὰ βάρη

    由 οὐχ ὡς... 与 μᾶλλον ἢ ὡς... 构成的对比结构,意为“与其说是因为身为宇宙中心,不如说是因为身为一个整体”。主语是 ἡ γῆ,谓语是 οἰκειώσεται,宾语是 μέρη,并带有同位分词短语 αὐτῆς ὄντα τὰ βάρη。作者在此将重物的聚集解释为部分朝向自身所属整体的自然亲和力,而非朝向宇宙几何中心的吸附。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:7-8