← 普鲁塔克

论月轮中显现的面容

§6

关于大地般的月亮为何不会坠落的争论

法尔那克斯指责阿卡德米学派只顾反驳他人而不为自身学说辩护,卢基乌斯则反驳道,若庞大的大地可以悬浮于空中,那么月亮即便具有大地的性质也可以依靠其旋回运动(如投石器般)防止坠落,无需担忧其下坠;法尔那克斯随即回应称大地之所以静止是因为它占据了作为万物重力汇聚点的宇宙中心这一本然场所。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

καὶ ὁ Φαρνάκης, ἔτι μου λέγοντος, τοῦτʼ ἐκεῖνο πάλιν εἶπεν· ἐφʼ ἡμᾶς ἀφῖκται τὸ περίακτον ἐκ τῆς Ἀκαδημείας,1 ἐν τῷ πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ λέγουσιν,2 ἀλλʼ ἀπολογουμένοις ἀεὶ χρῆσθαι μὴ κατηγοροῦσιν, ἂν ἐντυγχάνωσιν ἐμὲ δʼ οὖν οὐκ ἐξάξεσθε τήμερον εἰς τὸ διδόναι λόγον ὧν ἐπικαλεῖτε τοῖς Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν παρʼ ὑμῶν, ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων καὶ ὁ Λεύκιος γελάσας μόνον εἶπεν ὦ τάν, μὴ κρίσιν ἡμῖν ἀσεβείας ἐπαγγείλῃς, ὥσπερ Ἀρίσταρχον ᾤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας,3 ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι τὰ φαινόμενα σῴζειν ἁνὴρ ἐπειρᾶτο, μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην. ἡμεῖς μὲν οὖν οὐδὲν αὐτοὶ παρʼ αὑτῶν λέγομεν, οἱ δὲ γῆν ὑποτιθέμενοι τὴν σελήνην, ὦ βέλτιστε, τί μᾶλλον ὑμῶν ἄνω τὰ κάτω ποιοῦσι, τὴν γῆν ἱδρυόντων ἐνταῦθα μετέωρον ἐν τῷ ἀέρι, πολλῷ τινι μείζονα τῆς σελήνης οὖσαν, ὡς ἐν τοῖς ἐκλειπτικοῖς πάθεσιν οἱ μαθηματικοὶ καὶ ταῖς διὰ τοῦ σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος ἀναμετροῦσιν; ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ ἄνω καὶ στενὸν οὐδʼ Ὅμηρον, ὥς φασιν, ἔλαθεν, ἀλλὰ τὴν νύκτα θοήν ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν ὑπὸ τούτου δʼ ὅμως ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται.4 σκόπει δὴ πόσων, γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ᾗ βραχυτάτη, πλάτος τρισέληνον. ἀλλʼ ὅμως ὑπὲρ τῆς σελήνης μὴ πέσῃ δεδοίκατε· περὶ δὲ τῆς γῆς ἴσως Αἰσχύλος ὑμᾶς πέπεικεν, ὡς ὁ Ἄτλας "ἕστηκε, κίονʼ οὐρανοῦ τε καὶ χθονὸς ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον" εἰ τῇ μὲν σελήνῃ κοῦφος ἀὴρ ὑποτρέχει καὶ στερεὸν ὄγκον οὐκ ἐχέγγυος ἐνεγκεῖν, τὴν δὲ γῆν κατὰ Πίνδαρον ἀδαμαντοπέδιλοι κίονες περιέχουσι· καὶ διὰ τοῦτο Φαρνάκης αὐτὸς μὲν ἐν ἀδείᾳ τοῦ πεσεῖν τὴν γῆν ἐστιν, οἰκτίρει δὲ τοὺς ὑποκειμένους τῇ μεταφορᾷ τῆς σελήνης Αἰθίοπας ἢ Ταπροβηνούς, μὴ βάρος αὐτοῖς ἐμπέσῃ τοσοῦτον. καίτοι τῇ μὲν σελήνῃ βοήθεια πρὸς τὸ μὴ πεσεῖν ἡ κίνησις αὐτὴ καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει τὴν κύκλῳ περιδίνησιν5 ἄγει γὰρ ἕκαστον ἡ κατὰ φύσιν κίνησις, ἂν ὑπʼ ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς τὴν ῥοπὴν ἐκκρουόμενον. ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι· τὴν δὲ γῆν, ἑτέρας κινήσεως ἄμοιρον οὖσαν, εἰκὸς ἦν μόνῳ τῷ βαρύνοντι κινεῖν· βαρυτέρα δʼ ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλʼ ἔτι μᾶλλον, ἅτε δὴ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γεγενημένης. ὅλως δʼ ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη, μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ᾗ βέβηκε καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν· οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σῳζόμενον· γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν. πάνυ μὲν οὖν εἶπεν ὁ Φαρνάκης τὸν μέσον τόπον ἔχουσαν, ὥσπερ αὐτῇ οἰκεῖον καὶ κατὰ φύσιν· οὗτος γάρ ἐστι, περὶ ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δʼ ἄνω χώρα πᾶσα, κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναρριφέν, εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δʼ ἀφίησιν, πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον.

我还在说着的时候,法尔那克斯便说道: “那老一套又来了!阿卡德米学派的舞台旋转装置又转到我们头上来了:他们总是在反驳别人中消磨时光,从不让自己所说的话接受检验,而总是把碰到的所有人当作申辩者而非控告者来对待。无论如何,今天你们休想引诱我去为你们加在斯多亚派身上的指责作答,除非先从把宇宙颠倒过来的你们那里清算清楚!” 卢基乌斯笑着说道: “我的好先生,只要你别向我们提起不敬神罪的诉讼就行,就像当年克勒安忒斯认为希腊人应当以不敬神罪控告萨摩斯的阿里斯塔克斯那样,理由是他移动了宇宙的壁炉,因为此人试图通过假定天穹静止不动、而大地沿着黄道旋转并同时绕着自身轴线自转来拯救现象。我们自己倒没有擅自发表任何主张;但是,最优秀的先生,那些假定月亮如同大地的人,何以比把大地这般悬空安置在空气之中的你们更是在颠倒上下呢?——大地比月亮大得多,正如天文学家在日食和月食现象中以及通过月球穿过地球阴影的经行时间所测算其大小那样。因为大地的阴影被更大的照明体收拢而向上尖削,据说甚至荷马也没有忽略阴影本身的顶端是纤细而狭窄的,而是由于阴影的锐利而把黑夜称为‘迅速的’。然而月亮在食甚时被这阴影捕获,勉强经过自身直径的三倍距离才脱离出来。那么请考虑一下,如果大地在最狭窄处的阴影宽度就达三个月亮之阔,大地等于多少个月亮。然而你们却替月亮担忧,害怕它掉下来;而对于大地,或许埃斯库罗斯已经说服了你们,说是阿特拉斯 ‘站立着,用双肩支撑着天地之柱,那可不是容易揽抱的重负’; 若说月亮下方流动的只是轻微的空气,无法保证承载坚实的体块,而依品达之言, ‘金刚石为履的柱石’ 环绕着大地;因此法尔那克斯自己对于大地坠落毫无惧意,却怜悯那些处于月亮运行路径下方的埃塞俄比亚人或塔普罗巴内人,生怕如此巨大的重物砸在他们头上!然而,对于月亮而言,其运动本身和运转的呼啸气势正是防止坠落的救星,就像放入投石带中的物体因圆周旋转而得以阻止其下落一样;因为只要不受任何其他事物的偏折,本性的运动就会引导每一个物体。因此重量并不会将月亮拽下,其坠落的倾向被周转运动所抵消。相反,倘若它完全像大地一样静止不动,或许倒更有理由令人惊奇。但如今,月亮有着不被带向这里的充分理由;而大地既然不分有任何其他运动,按理本该单单被重力所驱动;而且大地比月亮更重,不仅因其体量更大,更因月亮由于炎热和燃烧而变轻,大地因而越发沉重。总之,按照你的说法,月亮若是火,似乎反而更需要大地和质料,火在其中立足、生根、凝聚并重新激发出力量;因为脱离质料而得以存续的火是不可想象的。然而你们却说大地没有任何基座与根基而存留。” “正是如此,”法尔那克斯说,“因为它占据了中心的位置,如同那是它固有的且合乎本性的场所一样。因为这正是所有下坠的重物互相支撑、并从各方被带向且汇聚于此的场所;而上方的一切区域,即使接纳了某种被强力抛上来的泥土性质之物,也会立刻将它挤压排斥到这里,或者更确切地说是任其离去,如同它天然依靠固有的倾向下坠一样。”

语法注5 条
  1. 6τὸ περίακτον ἐκ τῆς Ἀκαδημείας

    名词 περίακτος 原指古希腊剧场中用于转换舞台布景的三棱柱旋转装置。在此处用作隐喻,戏指阿卡德米怀疑学派惯用的论辩套路(机制),即一味盘问和驳斥对手的命题,而从不提出或捍卫自己的确立主张。

  2. 6ἐν τῷ πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ λέγουσιν

    宾格分词 διατρίβοντας 作不定式 παρέχειν 的逻辑主语(指代阿卡德米派学人),构成带宾格的不定式结构,对前文的 περίακτον(戏法/套路)进行同位语式的具体说明,意为“(他们)把时间花在反驳他人上,却从不为自己所说的主张提供检验证据”。

  3. 923aὥσπερ Ἀρίσταρχον ᾤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας

    嵌套的宾格不定式句式。主语 Κλεάνθης 作 ᾤετο 的主语,带非人称不定式 δεῖν;δεῖ 的逻辑主语为宾格 τοὺς Ἕλληνας,支配不定式 προσκαλεῖσθαι;该不定式带宾格直接宾语 Ἀρίσταρχον τὸν Σάμιον 及表示控罪的属格 ἀσεβείας,整句意为“正如克勒安忒斯认为希腊人应当以不敬神罪传讯萨摩斯的阿里斯塔克斯那样”。

  4. 923bτρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται

    与格短语 τρισὶ... τοῖς αὑτῆς μεγέθεσιν 为表示量度、幅度的与格,意为“以相当于其自身直径三倍的距离”。这指涉当时的天文学观测,即月亮在月全食穿越地球圆锥形阴影时,必须行经大约相当于其自身视直径三倍的跨度才能彻底脱离阴影。

  5. 923dτῆς καταφορᾶς κώλυσιν ἴσχει τὴν κύκλῳ περιδίνησιν

    双重宾格结构(直接宾语与补足语)。τὴν κύκλῳ περιδίνησιν(圆周旋转)为动词 ἴσχει 的直接宾语,κώλυσιν(阻止/阻碍)作述语性同位补足语,属格 τῆς καταφορᾶς(向下坠落)作 κώλυσιν 的宾格性属格,意为“将圆周旋转作为防止向下坠落的阻碍”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:6