- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卢基乌斯敦促对主张月亮由空气与柔火混合而成的斯多亚派学者法尔那克斯作出回应,发言者进而通过论证空气在天界之火中无法留存的物理矛盾,以及满月时月表不可能残留阴影的光学不可能,彻底驳斥了斯多亚派的学说。
καὶ ὁ Λεύκιος ἀλλὰ μὴ δόξωμεν1 ἔφη κομιδῇ προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν ἄνδρα πάντως, ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν σελήνην, εἶθʼ οἷον ἐν γαλήνῃ φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμφασιν γίγνεσθαι μορφοειδῆ χρηστῶς γʼ εἶπον ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνόμασιν· οὐχ οὕτω δʼ ὁ ἑταῖρος ἡμῶν, ἀλλʼ, ὅπερ ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν αὐτοὺς τὴν σελήνην, σπίλων καὶ μελασμῶν ἀναπιμπλάντας, ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας, ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδʼ αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα, τυφόμενον ἀεὶ καὶ πυρίκαυστον ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ψολόεντας ὑπὸ τῶν ποιητῶν προσαγορευομένους. ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἷον οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα καὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας2 τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλων χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. εἰ οὖν ἡ σελήνη πῦρ ἐστι, πόθεν αὐτῇ τοσοῦτος ἐγγέγονεν ἀήρ; ὁ γὰρ ἄνω καὶ κύκλῳ φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐσίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης ἐστίν· εἰ δʼ ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σῴζεται καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἧλος ἀραρὼς τοῖς αὐτοῖς ἀεὶ μέρεσι καὶ συγγεγομφωμένος; ἀραιῷ μὲν γὰρ ὄντι καὶ συγκεχυμένῳ μὴ μένειν ἀλλὰ σφάλλεσθαι προσήκει· συμπεπηγέναι δʼ οὐ δυνατὸν ἀναμεμιγμένον πυρὶ καὶ μήτε ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ συμπήγνυσθαι πέφυκεν ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα καὶ τὸν ἐν ψυχρῷ μολίβδῳ συνεκκάει, μήτι γε δὴ τὸν ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι, πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν; ἀλλʼ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον.3 τοῦτο δʼ ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις· διωρίσθαι γὰρ οὐκ ἔδει μέλαν καὶ σκιερόν, ἀλλʼ ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν, ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ παρʼ ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος· ὁ δʼ ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ· πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, διʼ ὅλου τρεπόμενος ἐκφωτίζεται. ταὐτὸν οὖν τοῦτο κεἰ τοῖς εἰς βάθη τινὰ καὶ φάραγγας συνωθοῦσιν ἐν τῇ σελήνῃ τὸν ἀέρα παγκάλως ἔοικε βοηθεῖν, ὑμᾶς γε διεξελέγχει τοὺς ἐξ ἀέρος καὶ πυρὸς οὐκ οἶδʼ ὅπως μιγνύντας αὐτῆς καὶ συναρμόζοντας τὴν σφαῖραν· οὐ γὰρ οἷόν τε λείπεσθαι σκιὰν ἐπὶ τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπῃ τῷ φωτὶ πᾶν, ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα τῇ ὄψει τῆς σελήνης.
卢基乌斯说道:“不过,为了不让我们因这般不置一词地掠过斯多亚派的见解而显得全然在侮辱法尔那克斯,你务必要对那个人说点什么;他假定月亮是空气与柔火的混合物,随后声称,正如无风的平静海面上微波掠过一样,随着空气变黑,便产生了具有形状特征的显象。” “卢基乌斯啊,”我说,“你真是宽厚,用温和委婉的辞藻包裹起这种荒谬。但我们的同伴却不是这样,而是正如事实所呈现的那样,他说他们是在把月亮打得青肿,让它布满斑痕与黑迹;他们一方面将它呼唤为阿耳忒弥斯和雅典娜,另一方面却又将它造作幽暗空气与炭火般的火的混合物与揉捏之物,既没有固有的引燃也没有本有的光芒,而是某种难以分辨的躯体,始终冒着烟并被火灼焦,宛如诗人们所称呼的那些无光而烟熏的雷霆。然而,炭火般的火(正如他们所构想的月亮之火)若不附着于既能遮闭又能滋养它的坚固质料,就根本无法持久也全无稳固,我认为,那些在戏谑中声称赫淮斯托斯之所以被称为跛子、乃是因为火若无薪柴就如同跛子没有拐杖便无法前行的人,比某些哲学家看得更为透彻。那么,如果月亮是火,何以会有如此多的空气产生于其中?因为这一处于上方并作圆周运动的场所并非属于空气,而是属于更高的实体,即天然具有使万物精微化并一同燃起之本性的实体;而如果它确实产生了,它又怎能不被火所艾忒尔化、转变成另一种形态而消逝,反而被保存下来并与火共处如此长久的时间,宛如一颗钉子永远紧固并铆接在同一部位?因为如果空气是稀薄而散乱的,它理应无法存留而会溃散;而与火混合、且既不分有湿气又不分有泥土(而这二者乃是空气天然唯一赖以凝结之物),它也是不可能凝结的。况且急旋的气势甚至连石头中和冷铅中的空气都能一同焚尽,更何况在火中以如此高速旋转的空气呢。实际上,他们对恩培多克勒感到不满,因为他将月亮造作由火的天球所包围的雹状冻结空气;而他们自己却声称月亮本身虽是一个火球,却包纳着各处被撕裂的空气,更何况月亮本身既无裂缝也无深谷和洼地(而那些将月亮视作类地之物的人是承认这些的),显然只是空气附着在凸面之上。但这无论就持久性而言是荒谬的,就满月时的视觉而言也是不可能的;因为当月亮被太阳所笼罩时,黑色与阴影之处不该截然分明,而理应因被遮蔽而晦暗,或者一同放射光芒。因为在我们这里也是如此,大地的深处与洼地中那些光线穿透不到之处,空气依然阴暗且无光;而从外部流布于大地周围的空气,则具有光辉和明亮的色泽。因为由于其稀薄,它极易与每一种性质和力量相融合,尤其是如果它仅仅轻触并触及光,正如你们所说,它便会全体转化而被彻底照亮。因此,这同一个论据,即使看起来极好地帮助了那些把月亮中的空气挤压进某些深渊与峡谷之中的人,却彻底驳倒了你们这些不知如何将月亮的球体由空气与火混合拼合起来的人;因为当太阳用光芒照耀我们通过视线所截取的月亮全部范围时,表面上是不可能留有阴影的。”
- 5ἀλλὰ μὴ δόξωμεν
第一人称复数虚拟式,作谨慎的劝告或预防性表达(“免得我们显得……”或“让我们不要显得……”),构成后文祈使句 εἰπὲ δή τι(“务必说点什么”)的前提动机。在句法上属于独立的顾虑性虚拟式,表达避免不愿见到的局面的意愿。
- 922bβέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας
带有比较表达的“宾格加不定式”结构。不定式 συνορᾶν 充当主句动词 οἶμαι 的宾语,其逻辑主语是宾格分词短语 τοὺς ... λέγοντας。属格 ἐνίων φιλοσόφων 作比较属格,受比较级副词(或中性宾格)βέλτιον 管辖,构成“开玩笑说……的人比某些哲学家看得更透彻”的句式。
- 922dἀλλʼ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον
超步法(倒置离隔)与分词呼应分析。阳性单数宾格分词 ἐπικείμενον 并非修饰紧邻的阴性名词(月亮),而是修饰前文的宾格名词 ἀέρα(“空气显然附着在凸面之上”)。由于其间插入了伴随/让步分句(καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν...)及其与主语 τὴν σελήνην 一致的阴性分词 ἔχουσαν,造成了修饰成分的远距离离隔;主干句式实际为 φασὶν [τὴν σελήνην] περιέχειν ἀέρα ... ἐπικείμενον。
