- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
应阿波罗尼德之请,讲者介绍了克里阿库斯关于“月亮中的面孔是大洋之镜影”的学说,并进而根据大洋的单一性与月斑的分裂性、视线反射在几何与光学上的困难,以及其他天体并不出现此类反射等理由对此进行了反驳。
ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ δόξα τοῦ Κλεάρχου διαπυθομένου, παντὶ μᾶλλον ἔφην ἀγνοεῖν1 ἢ σοὶ προσῆκόν ἐστι λόγον, ὥσπερ ἀφʼ ἑστίας τῆς γεωμετρίας ὁρμώμενον· λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον2 ἥ τε γὰρ ἴτυς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατʼ εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶριν οἴεσθʼ·θʼ ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἥλιον τῆς ὄψεως ἐνορᾶσθαι τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ σύντηξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν ἔξω θάλασσαν οὐκ ἐφʼ ἧς ἐστι χώρας, ἀλλʼ ὅθεν ἡ κλάσις ἐποίησε τῇ ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν· ὥς που πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν "ἢ πόντου μέγα κῦμα καταντία κυμαίνοντος δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου."
当阿波罗尼德接过话头,询问克里阿库斯的见解究竟是什么时,我说:“对于这一仿佛从几何学的炉灶本身出发的论辩,任何别人无知都比你无知来得更合情理。因为此人主张,所谓‘面影’乃是显现在月亮中的大洋的镜中之像与倒影。因为弧形边缘在反射时,天然适宜从多处触及不在正视线上的可见物体,而满月本身在其平滑与明润上,乃是万镜之中最美、最纯净者。因此,正如你们认为,当视线向太阳发生反射时,在获得了微微湿润的平滑与凝结的云层中便能看见彩虹一样;他也同样认为,外海在月亮中被看见,并非显现在其原本所在的地域,而是在反射使视线与海面发生接触并投回反光的地方——正如阿革西阿那克斯在某处再度吟道: ‘抑或对向翻腾之汪洋巨浪之像,现形映照于火炽之明镜。’”
ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης ὡς ἴδιον εἶπε καὶ καινὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ μοῦσαν ἔχοντος ἀνδρός· ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῷ προσῆγε; πρῶτον μέν εἶπον ᾗ μία φύσις τῆς ἔξω θαλάσσης ἐστί, σύρρουν καὶ συνεχὲς πέλαγος, ἡ δʼ ἔμφασις οὐ μία τῶν ἐν τῇ σελήνῃ μελασμάτων, ἀλλʼ οἷον ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ διαιροῦντος καὶ διορίζοντος τὸ σκιερόν· ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας ἴδιον ἔχοντος, αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμματα καὶ τὰ χείλη εἰκόνας φαινομένας ὁμοιότατα διετύπωσαν ὥστʼ ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης, οὐ πιθανὸν εἰκόνα διεσπασμένην οὕτως ἐμφαίνεσθαι. ἐκεῖνο μὲν γὰρ ἐρωτᾶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος, εἰ, τῆς οἰκουμένης εὖρος ἴσης καὶ μῆκος, ἐνδέχεται πᾶσιν ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπιθιγγάνειν τῆς θαλάσσης καὶ τοῖς ἐν αὐτῇ τῇ μεγάλῃ θαλάττῃ πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς, καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης.3 τουτὶ μὲν οὖν ἔφην σὸν ἔργον ἐπισκοπεῖν· τὴν δὲ πρὸς τὴν σελήνην τῆς ὄψεως κλάσιν οὐκέτι σὸν οὐδʼ Ἱππάρχου· καίτοι γε, φίλε πρίαμ ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολογῶν περὶ τῆς ὄψεως, αὐτὴν ὁμοπαθῆ κρᾶσιν ἴσχειν καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀποπηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος. οὐκ ἐθελήσει δέ, οἶμαι, τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλʼ ἄστρον αἰθέριον καὶ φωσφόρον, ὡς φατε· τοιαύτῃ δὲ τὴν ὄψιν θραύειν προσήκει καὶ ἀποστρέφειν, ὥστʼ οἴχεσθαι τὴν ἀνάκλασιν. εἰ δὲ προσδεῖταί τις ἡμᾶς, ἐρησόμεθα πῶς μόνον πρόσωπόν ἐστιν ἐν τῇ σελήνῃ τὸ τῆς θαλάσσης ἔσοπτρον, ἄλλῳ δʼ οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται· καίτοι τὸ γʼ εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηδένα τοῦτο πάσχειν τὴν ὄψιν. ἀλλʼ πρὸς τὸν Λεύκιον ἔφην ἀποβλέψας,· ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον.
阿波罗尼德听后甚喜,说道:“这一见解的构造是何等独特而全然新颖,实乃出自兼具胆略与诗才之人!然而,他又是从何处对其提出反驳的呢?” “首先,”我说,“因为外海的本性是单一的,是一片汇流而连续的渊薮,而月亮中黑斑的呈现却非单一,反而宛如有地峡一般,明亮之处将阴影之处分割并划定边界。因此,每个区域都被隔开并具有各自的边界,明亮部分对阴暗部分的重叠获得了高低深浅的形象,极逼真地塑造出了眼眸与口唇周围显现的形态。因而,要么必须假定存在数个由某些地峡与大陆所隔断的外海,而这既荒谬又虚妄;要么在海为单一的情况下,映现出如此四分五裂的影像乃是难以置信的。因为在你在场的情况下,提出质问比直接断言更为稳妥:如果说已知世界的长宽相等,从月亮反射的视线是否可能对所有人一样触及海洋,甚至——凭宙斯起誓——对航行在乃至居住在大海之中的人(例如不列颠人)也是如此,更何况按照你们的说法,大地甚至并不具有相对于月球天球的中心之比。那么,”我说,“审视这一问题是你的职责;但视线朝向月亮的反射,则不再是你或喜帕恰斯的范围了。然而,我的朋友,不过他在对视力作自然哲学解释时并不为许多人所赞同,视力本身具有同质的融和与凝聚,比起伊壁鸠鲁为原子所虚构的那类撞击与弹跳,乃是更为合理的。我想,克里阿库斯也不会愿意向你们假定月亮是一个沉重而坚固的物体,反而会如你们所说,假定它是一颗以太的、发光的天体。但这样的〔月亮〕理应击碎视线并将其转折开去,以致反射归于泯灭。如果有人进一步向我们提出要求,我们便要问,为何作为海洋之镜的‘面影’仅存在于月亮中,而在如此众多的其他天体中却一个也看不见;然而合理性要求视线要么对所有天体都遭受这种影响,要么对任何天体都不遭受。不过,”我转向卢基乌斯说道,“请提醒我们一下,我们这一方最初说了些什么。”
- 3παντὶ μᾶλλον ... ἢ σοὶ προσῆκόν ἐστι λόγον ... ἀγνοεῖν
短语 παντὶ μᾶλλον ἢ σοί 为惯用表达,意为“对于除你之外的任何人而言……比起对你”。在 προσῆκόν ἐστι 配合不定式 ἀγνοεῖν 的无人称结构中,与格作为不定式的逻辑主语,宾格 λόγον 则作 ἀγνοεῖν 的直接宾语。
- 3εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον
在由 λέγει ἁνήρ 所引导的宾格加不定式结构中,位于句末的 τὸ καλούμενον πρόσωπον 为主语宾格,而前置的 εἰκόνας ἐσοπτρικὰς καὶ εἴδωλα ... ἐμφαινόμενα 则为谓语宾格。语序的倒装突出了作者旨在强调的核心观点(镜影说)。
- 921cκαὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης
καὶ ταῦτα 为习惯用语,意为“而且、况且”,引导其后的独立属格结构(τῆς γῆς ... κέντρου λόγον ἐπεχούσης)。在天文几何学语境中,κέντρου λόγον ἐπέχειν 是一个专门术语,意为“处于(微不可计的)几何中心点的比例或地位”。
