← 普鲁塔克

论月轮中显现的面容

§1-2

驳月斑系眼睛衰弱所致视觉错觉之说

叙拉正准备讲述关于月亮的神话,叙述者(兰普里亚斯)向他介绍了众人对既有通说的驳难,借助与阳光的对比、不同视力的观察结果以及月斑清晰如画的轮廓,驳斥了月斑乃眼睛衰弱所致视觉幻象的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὁ μὲν οὖν Σύλλας ταῦτʼ εἶπε τῷ γʼ ἐμῷ μύθῳ προσήκει κἀκεῖθέν ἐστι· ἀλλʼ εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι.1 τί δʼ οὐκ ἐμέλλομεν εἶπον ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπʼ ἐκείνους ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλʼ ἐπᾴδειν ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν.

叙拉于是说:“这些事情属于我的神话,源自那一方面;但如果你们针对月亮中的面影这一人手一份、人人口传的常见见解,预先提出了什么反驳,我想我会很乐意先听一听。” “我们怎能不这样做呢,”我说,“我们正是由于在这些问题上的困惑,才被推向了那个神话。正如患慢性病的人,在对寻常疗法和日常养生绝望之后,便转向净罪礼、护身符与梦境一样;在艰深困惑的探究中也是如此,每当流行、公认且熟悉的论点不能令人信服时,便有必要尝试更为奇特的说法,并且不可轻视它们,而应当切实地用古人的话语为自己吟诵,通过一切途径来检验真理。

§2

ὁρᾷς γὰρ εὐθὺς, ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως, ὑπεικούσης τῇ λαμπρότητι διʼ ἀσθένειαν, ὃ καλοῦμεν·2 οὐ συνορῶν ὅτι πρὸς τὸν ἥλιον ἔδει τοῦτο γίγνεσθαι μᾶλλον, ὀξὺν ἀπαντῶντα καὶ πλήκτην ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφορὰν "ἥλιος ὀξυβελὴς ἠδʼ ἱλάειρα σελήνη" τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτω προσαγορεύσας· ἔπειτα λόγον ἀποδιδούς, καθʼ ὃν αἱ ἀμυδραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ μορφῆς ἐνορῶσιν, ἀλλὰ λεῖος αὐταῖς ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δʼ ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου, καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον ἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν· ὅπου τὸ πάσχον ἀσθενέστερον, σαφέστερον εἶναι τὸ φαινόμενον.3 ἡ δʼ ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον· οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλʼ οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε "πᾶσα μὲν ἥδε πέριξ πυρὶ λάμπεται ἐν δʼ ἄρα μέσσῃ γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν·" ὄντως γὰρ ὑποδύεται περιιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ, καὶ πιέζει πάλιν ὑπʼ αὐτῶν καὶ ἀποκοπτόμενα, καὶ ὅλως πέπλεκται διʼ ἀλλήλων· ὥστε γραφικὴν τὴν διατύπωσιν εἶναι τοῦ σχήματος· τοῦτο δὲ καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης,4 εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν.

因为你一眼就能看出,那位声称月亮中显现的形状是视觉因虚弱而屈服于其光辉所产生的病态感受(即我们所谓眩惑)的人,是多么荒谬。他没有察觉到,这种情况本更应当发生在太阳上,因为太阳迎面而来,锐利而具击打性,正如恩培多克勒在某处恰当地道出二者的差异: ‘锐箭般的太阳与温和的月亮;’ 他以此称呼月亮的诱人、怡人与无害;随后,他又无法解释,为何模糊而微弱的视力在月亮中看不到任何形态的差异,反而对其而言月盘呈现出平滑而充盈的反光,而那些视力敏锐而强烈的人却能更精确地辨明并区分出印现其上的面孔形态,更清楚地把握这种差异。因为我认为,倘若是败退之眼的病态感受造就了这种表象,情况本应相反:遭受影响的器官越衰弱,显现的现象就应当越清晰。此外,其参差不齐的特征也完全驳倒了这一论点;因为那并非一片连续而混杂的阴影的景象,正如阿革西阿那克斯并不拙劣地描写道: ‘此轮四周皆为烈火所辉映,而在正中, 现出比深青更为青灰之色,宛若少女的 明眸与湿润的前额;其对面则有如面容。’ 因为事实上,阴影部分环绕并潜入明亮部分之下,又反被明亮部分所压制和割断,并且整体上相互交织,以致这形态的轮廓如同图画一般。亚里士多德啊,这一点针对你们的那位克里阿库斯提出,也被认为并非不可信;因为此人与你们大有渊源,他曾是古老亚里士多德的密友,尽管他偏离了逍遥学派的许多学说。”

语法注4 条
  1. 920bπρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι

    小词 ἄν 修饰不定式 πυθέσθαι,表示潜能(“我想我应当很乐意获悉”)。在人称构式 δοκῶ μοι(“我自以为……”)中,ἄν 在句法上修饰从属的不定式而非主动词。

  2. 920cὃ καλοῦμεν

    关系从句 ὃ καλοῦμεν 以 πάθος τῆς ὄψεως 为先行词,意指日常对该视觉感受的称谓(如“眩晕”、“眩惑”),但在抄本流传中该具体名词或因惯用省略或脱落,直接接上分词 οὐ συνορῶν。

  3. 920dἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν· ὅπου τὸ πάσχον ἀσθενέστερον, σαφέστερον εἶναι τὸ φαινόμενον

    非人称未完成过去时动词 ἔδει 引出与事实相反的推论,与条件从句 εἴπερ... ἐποίει(“如果……产生了……”)相呼应。依附于 ἔδει 的核心不定式结构是 σαφέστερον εἶναι τὸ φαινόμενον,τοὐναντίον 为先行的副词性宾格,ὅπου 引导表示条件/比例的关系副词从句。

  4. 920eὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης

    此句承接对对话者亚里士多德的呼告(ὦ Ἀριστότελες)。ὑμέτερος ἁνήρ 意为“你们的人/同门”,预设对话者属于逍遥学派,在将他与学派创始人“古老亚里士多德”(Ἀριστοτέλους τοῦ παλαιοῦ)区分开的同时,指出克里阿库斯同属该门派。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:1-2