- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者阐释了月亮是由大地与火元素交融而成且体积巨大,描述了月蚀时穿越阴影的现象,以及“赫卡忒之渊”与“至福乐土”等月面地形与灵魂在其中的游历与归宿。
ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ μέγεθος καὶ τὸ κάλλος; καὶ τὴν φύσιν οὐχ ἁπλῆν οὐδʼ ἄμικτον, ἀλλʼ οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν· ὡς γὰρ ἡ γῆ πνεύματι μεμιγμένη καὶ ὑγρῷ μαλακὴ γέγονε καὶ τὸ αἷμα τῇ σαρκὶ παρέχει τὴν αἴσθησιν ἐγκεκραμένον, οὕτω τῷ αἰθέρι λέγουσι τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον εἶναι καὶ γόνιμον, ἅμα δʼ ἰσόρροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος.1 καὶ γὰρ αὐτὸν οὕτω τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι παντάπασι τῆς κατὰ τόπον κινήσεως. ταῦτα δὲ καὶ Ξενοκράτης ἔοικεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ, τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν ὁ καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι διὰ τῶν μεταξὺ φύσεων ἀναλογίᾳ δοθεισῶν ἀποφηνάμενος· οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικνεῖσθαι, ᾧ μή τι γῆς ἐμμέμικται καὶ φωτός. ὁ δὲ Ξενοκράτης τὰ μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ ἀέρος καὶ τοῦ τρίτου τῶν πυκνῶν ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθʼ αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν. καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης. εὖρος δὲ καὶ μέγεθος οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν, ἀλλὰ μεῖζον πολλάκις ἐστί καταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν2 οὐχ ὑπὸ σμικρότητος, ἀλλὰ θερμότητος, ᾗ ἐπείγει τὴν κίνησιν ὅπως ταχὺ διεκπερᾷ τὸν σκοτώδη τόπον ὑπεκφέρουσα τὰς τῶν ἀγαθῶν ψυχὰς σπευδούσας καὶ βοώσας οὐκέτι γὰρ ἐξακούουσιν ἐν τῇ σκιᾷ γενόμεναι τῆς περὶ τὸν οὐρανὸν ἁρμονίας· ἅμα δὲ καὶ κάτωθεν αἱ τῶν κολαζομένων ψυχαὶ τηνικαῦτα διὰ τῆς σκιᾶς ὀδυρόμεναι καὶ ἀλαλάζουσαι προσφέρονται· διὸ καὶ κροτεῖν ἐν ταῖς ἐκλείψεσιν εἰώθασιν οἱ πλεῖστοι χαλκώματα καὶ ψόφον ποιεῖν καὶ πάταγον ἐπὶ τὰς ψυχάς· ἐκφοβεῖ δʼ αὐτὰς καὶ τὸ καλούμενον πρόσωπον, ὅταν ἐγγὺς γένωνται, βλοσυρόν τι καὶ φρικῶδες ὁρώμενον. ἔστι δʼ οὐ τοιοῦτον, ἀλλʼ ὥσπερ ἡ παρʼ ἡμῖν ἔχει γῆ κόλπους βαθεῖς καὶ μεγάλους, ἕνα μὲν ἐνταῦθα διὰ στηλῶν Ἡρακλείων ἀναχεόμενον εἴσω πρὸς ἡμᾶς, ἔξω δὲ τὸν Κάσπιον καὶ τοὺς περὶ τὴν Ἐρυθρὰν θάλατταν, οὕτω βάθη ταῦτα τῆς σελήνης ἐστὶ καὶ κοιλώματα· καλοῦσι δʼ αὐτῶν τὸ μὲν μέγιστον Ἑκάτης μυχόν, ὅπου καὶ δίκας διδόασιν αἱ ψυχαὶ καὶ λαμβάνουσιν ὧν ἂν ἤδη γεγενημέναι δαίμονες ἢ πάθωσιν ἢ δράσωσι· τὰ δὲ δύο μακρά· περαιοῦνται γὰρ αἱ ψυχαὶ διʼ αὐτῶν, νῦν μὲν εἰς τὰ πρὸς οὐρανὸν τῆς σελήνης, νῦν δὲ πάλιν εἰς τὰ πρὸς γῆν ὀνομάζεσθαι δὲ τὰ μὲν πρὸς οὐρανὸν τῆς σελήνης Ἠλύσιον πεδίον, τὰ δʼ ἐνταῦθα Φερσεφόνης ἀντίχθονος.3
灵魂首先目睹了月亮自身的宏大与秀美,并看到其本性既非单一亦非未经混合,而仿佛是星辰与大地的交融之体。因为正如大地与气及水分混合而变得柔和,血液渗入肉体而提供知觉一样,他们说,月亮因通体与以太深相混融,既具生命且富繁殖力,又拥有轻与重相互均等的均势平衡。因为宇宙本身亦是如此由本性向上运动与向下运动者结合而成,从而完全摆脱了位置上的运动。色诺克拉底似乎也是凭某种神圣的推论领会了这些道理,而他的开端取自柏拉图。因为正是柏拉图表明,每一颗星辰亦是通过依比例赋予的中介本性而由大地与火调和构成的;盖因凡不兼杂大地与光芒之物,皆无法被感官所及。而色诺克拉底则主张,星辰与太阳由火及第一种稠密物构成,月亮由第二种稠密物及其固有的空气构成,大地由水、空气及第三种稠密物构成;大体而言,稠密物本身与稀薄物本身皆无法承载灵魂。关于月亮的实体大致如此。其广阔与体积绝非几何学家所言的那般大小,而是数倍于此;它以自身的尺寸度量大地阴影的次数极少,并非因其渺小,而是因其炽热,凭借这股热力它加速运行,以便迅疾穿过阴暗之地,将善者的灵魂带出,而灵魂们则急切呼喊;因为一旦进入阴影,他们便再也听不见环绕天空的和谐之音。与此同时,受惩罚之人的灵魂此时正从下方穿越阴影,哀号呼号着迎面逼来;因此人们在月蚀时大多习惯于敲击铜器,对着灵魂制造声响与喧闹。当他们临近时,所谓的‘面孔’亦令其惊怖,呈现出威严可惧的模样。然而实情并非如此,恰如我们的大地拥有幽深浩瀚的海湾——一处在此经由赫拉克勒斯石柱向内流向我们,在外则有里海及围绕红海的海湾——月亮亦同样拥有这些深邃的凹陷。他们将其中最大者称为‘赫卡忒幽冥之渊’,在此处已化作神灵的灵魂不论受苦抑或施为,皆为其所受或所作而受惩与取偿;另外两个则是修长的通路,灵魂通过它们穿梭往来,时而前往月亮朝向天空之侧,时而重返朝向大地之侧。月亮朝向天空之侧被称为‘至福乐土’,而此侧的领域则被称为‘对跖地珀耳塞福涅之境’。
- 29ἰσόρροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος
从句法上看,τῆς κουφότητος 修饰 τὴν συμμετρίαν,而介词短语 πρὸς τὸ βαρύ 则表示相平衡的对象,意为“保持轻相对于重的匀称均势”。这描述了月亮在上升(火/以太)与下降(土)倾向之间达到的物理平衡。
- 944aκαταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν
动词 καταμετρέω 意为“用尺度度量”或“量取跨过”。整句指月亮“用自身的尺度去度量地球阴影的次数很少”(即月亮穿过地影所耗费的自身直径跨度很少),下文解释这并非因其体积小,而是因其运行受热力驱动而极为迅捷。
- 944cὀνομάζεσθαι δὲ τὰ μὲν πρὸς οὐρανὸν τῆς σελήνης Ἠλύσιον πεδίον, τὰ δʼ ἐνταῦθα Φερσεφόνης ἀντίχθονος
不定式 ὀνομάζεσθαι 承接上文的间接引语结构(承接 λέγουσι 等传闻动词)。后半句的属格短语 Φερσεφόνης ἀντίχθονος 依赖于前面并列的省略名词(如“平原”或“区域”),意为“属于对跖地的珀耳塞福涅之境”。
