- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:27-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
异邦人向叙拉阐明分属大地与月亮的德墨忒尔与科瑞的真正神话、构成人的肉体、灵魂与理智三要素及两次死亡,以及灵魂死后的净化与升入月球的过程。
θαυμάζοντος δʼ ἐμοῦ ταῦτα καὶ δεομένου σαφέστερον ἀκοῦσαι, πολλά εἶπεν ὦ Σύλλα, περὶ θεῶν οὐ πάντα δὲ καλῶς λέγεται παρʼ Ἕλλησιν. οἷον εὐθὺς ὀρθῶς Δήμητρα καὶ Κόρην ὀνομάζοντες οὐκ ὀρθῶς ὁμοῦ καὶ περὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τόπον νομίζουσιν ἡ μὲν γὰρ ἐν γῇ καὶ κυρία τῶν περὶ γῆν ἐστιν ἡ δʼ ἐν σελήνῃ καὶ τῶν περὶ σελήνην. κόρη δὲ καὶ Φερσεφόνη κέκληται τὸ μὲν ὡς φωσφόρος οὖσα, κόρη δʼ ὅτι καὶ τοῦ ὄμματος, ἐν ᾧ τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος, ὥσπερ τὸ ἡλίου φέγγος ἐνορᾶται τῇ σελήνῃ, κόρην προσαγορεύομεν. τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν αὐτῶν λεγομένοις ἔνεστι ἀληθές· ἀλλήλων γὰρ ἐφίενται χωρὶς οὖσαι καὶ συμπλέκονται περὶ τὴν σκιὰν πολλάκις· τὸ δὲ νῦν μὲν ἐν οὐρανῷ καὶ φωτί, νῦν δʼ ἐν σκότῳ καὶ νυκτὶ γενέσθαι περὶ τὴν Κόρην, ψεῦδος μὲν οὐκ ἔστιν, ὁ δὲ χρόνος τῷ ἀριθμῷ πλάνην παρέσχηκεν. οὐ γὰρ ἓξ μῆνας ἀλλὰ παρʼ ἓξ μῆνας1 ὁρῶμεν αὐτὴν ὑπὸ τῆς γῆς, ὥσπερ ὑπὸ τῆς μητρός, τῇ σκιᾷ λαμβανομένην, ὀλιγάκις δὲ τοῦτο διὰ πέντε μηνῶν πάσχουσαν· ἐπεὶ τὸν γʼ Ἅιδην ἀπολιπεῖν ἀδύνατόν ἐστιν αὐτήν, τοῦ Ἅιδου πέρας οὖσαν, ὥσπερ καὶ Ὅμηρος ἐπικρυψάμενος οὐ φαύλως τοῦτʼ εἶπεν "ἀλλʼ εἰς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης·" ὅπου γὰρ ἡ σκιὰ τῆς γῆς ἐπινεμομένη παύεται, τοῦτο τέρμα τῆς γῆς ἔθετο καὶ πέρας· εἰς δὲ τοῦτο φαῦλος μὲν οὐδεὶς οὐδʼ ἀκάθαρτος ἄνεισιν, οἱ δὲ χρηστοὶ μετὰ τὴν τελευτὴν κομισθέντες αὐτόθι, ῥᾷστον μὲν οὕτω βίον, οὐ μὴν μακάριον οὐδὲ θεῖον ἔχοντες, ἄχρι τοῦ δευτέρου θανάτου διατελοῦσι.
当我对此深感惊异并请求听取更清晰的解说时,他说道:“叙拉啊,在希腊人中关于诸神流传着许多说法,但并非全都正确。例如,他们首先把两位女神正当地称作德墨忒尔和科瑞,却错误地认为她们二者同在一处。因为前者在大地上,掌管大地之事,而后者在月亮上,掌管关于月亮之事。她既被称为科瑞,又被称为珀耳塞福涅——后者是因为她带来了光芒,而被称为科瑞,则是因为正如在月亮中可以看见太阳的光芒一样,眼睛中反照出观看者影像的那部分,我们也称之为科瑞。关于她们的流浪与寻觅的传闻中亦含有真理;因为她们虽各处一方却相互渴望,并常常在阴影周围彼此交织。至于科瑞有时处在天空与光明之中,有时处在黑暗与黑夜之中,这并非虚妄,只是计算时间的数目带来了误解。因为并非有六个月之久,而是每隔六个月,我们看到她被大地——如同被母亲一般——捕获于阴影之中,极少的时候则是相隔五个月经受一次;因为她既然自身就是哈得斯的界限,便绝无可能离开哈得斯,正如荷马亦非拙劣地隐晦道出: ‘而是前往至福乐土与大地的边陲。’ 因为凡大地蔓延的阴影止息之处,他便将其定为大地的界线与终点。没有任何卑劣或不洁之人能升至此处,唯有善者在死后被带至该处,过着极其从容却绝非福乐亦非神圣的生活,直到经历第二次死亡。”
τίς δʼ οὗτός ἐστιν, ὦ Σύλλα; μὴ περὶ τούτων ἔρῃ, μέλλω γὰρ αὐτὸς διηγεῖσθαι. τὸν ἄνθρωπον οἱ πολλοὶ σύνθετον μὲν ὀρθῶς, ἐκ δυεῖν δὲ μόνων σύνθετον οὐκ ὀρθῶς ἡγοῦνται· μόριον γὰρ εἶναί πως ψυχῆς οἴονται τὸν νοῦν, οὐδὲν ἧττον ἐκείνων ἁμαρτάνοντες, οἷς ἡ ψυχὴ δοκεῖ μόριον εἶναι τοῦ σώματος· νοῦς γὰρ ψυχῆς ὅσῳ ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειότερον.2 ποιεῖ δʼ ἡ μὲν ψυχῆς καὶ σώματος μῖξις τὸ ἄλογον καὶ τὸ παθητικόν, ἡ δὲ νοῦ καὶ ψυχῆς σύνοδος λόγον, ὧν τὸ μὲν ἡδονῆς ἀρχὴ καὶ πόνου τὸ δʼ ἀρετῆς καὶ κακίας. τριῶν δὲ τούτων συμπαγέντων, τὸ μὲν σῶμ̓ ἡ γῆ τὴν δὲ ψυχὴν ἡ σελήνη, τὸν δὲ νοῦν ὁ ἥλιος παρέσχεν εἰς τὴν γένεσιν ὥσπερ αὖ τῇ σελήνῃ τὸ φέγγος. ὃν δʼ ἀποθνήσκομεν θάνατον, ὁ μὲν ἐκ τριῶν δύο ποιεῖ τὸν ἄνθρωπον ὁ δʼ ἓν ἐκ δυεῖν, καὶ ὁ μέν ἐστιν ἐν τῇ τῆς Δήμητρος ἐν αὐτῇ τελεῖν, καὶ τοὺς νεκροὺς Ἀθηναῖοι Δημητρείους ὠνόμαζον τὸ παλαιόν· ὁ δʼ ἐν τῇ σελήνῃ τῆς Φερσεφόνης, καὶ σύνοικός ἐστι τῆς μὲν χθόνιος ὁ Ἑρμῆς τῆς δʼ οὐράνιος· λύει δʼ αὕτη μὲν ταχὺ καὶ μετὰ βίας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἡ δὲ Φερσεφόνη πράως καὶ χρόνῳ πολλῷ τὸν νοῦν ἀπὸ τῆς ψυχῆς καὶ διὰ τοῦτο μονογενὴς κέκληται· μόνον γὰρ γίγνεται τὸ βέλτιστον τἀνθρώπου διακρινόμενον αὐτῆς. συντυγχάνει δʼ οὕτως κατὰ φύσιν ἑκάτερον· πᾶσαν ψυχήν, ἄνουν τε καὶ σὺν νῷ, σώματος ἐκπεσοῦσαν εἱμαρμένον ἐστὶν ἐν τῷ μεταξὺ γῆς καὶ σελήνης χωρίῳ πλανηθῆναι χρόνον οὐκ ἴσον ἀλλʼ αἱ μὲν ἄδικοι καὶ ἀκόλαστοι δίκας τῶν ἀδικημάτων τίνουσι· τὰς δʼ ἐπιεικεῖς, ὅσον ἀφαγνεῦσαι καὶ ἀποπνεῦσαι3 τοὺς ἀπὸ τοῦ σώματος ὥσπερ ἀτμοῦ πονηροῦ μιασμούς, ἐν τῷ πραοτάτῳ τοῦ ἀέρος, ὃν λειμῶνας Ἅιδου καλοῦσι, δεῖ γίγνεσθαι χρόνον τινὰ τεταγμένον· εἶθʼ οἷον ἐξ ἀποδημίας ἀνακομιζόμεναι φυγαδικῆς εἰς πατρίδα, γεύονται χαρᾶς, οἵαν οἱ τελούμενοι μάλιστα θορύβῳ καὶ πτοήσει συγκεκραμένην μετʼ ἐλπίδος ἡδείας ἔχουσι· πολλὰς γὰρ ἐξωθεῖ καὶ ἀποκυματίζει γλιχομένας ἤδη τῆς σελήνης, ἐνίας δὲ καὶ τῶν ἐκεῖ περικάτω τρεπομένας οἷον εἰς βυθὸν αὖθις ὁρῶσι καταδυομένας, αἱ δʼ ἄνω γενόμεναι καὶ βεβαίως ἱδρυθεῖσαι πρῶτον μέν, ὥσπερ οἱ νικηφόροι, περιίασιν ἀναδούμεναι στεφάνοις πτερῶν εὐσταθείας λεγομένοις, ὅτι τῆς ψυχῆς τὸ ἄλογον καὶ τὸ παθητικὸν εὐήνιον ἐπιεικῶς τῷ λόγῳ καὶ κεκοσμημένον ἐν τῷ βίῳ παρέσχοντο. δεύτερον, ἀκτῖνι τὴν ὄψιν ἐοικυῖαι, πυρὶ δὲ τὴν ψυχὴν ἄνω κουφιζομένην, ὥσπερ ἐνταῦθα, τῷ περὶ τὴν σελήνην αἰθέρι, καὶ τόνον ἀπʼ αὐτοῦ καὶ δύναμιν, οἷον τὰ στομούμενα βαφὴν, ἴσχουσι· τὸ γὰρ ἀραιὸν ἔτι καὶ διακεχυμένον ῥώννυται καὶ γίγνεται σταθερὸν καὶ διαυγές, ὥσθʼ ὑπὸ τῆς τυχούσης ἀναθυμιάσεως τρέφεσθαι· καὶ καλῶς Ἡράκλειτος εἶπεν ὅτι αἱ ψυχαὶ ὀσμῶνται καθʼ Ἅιδην.
“叙拉啊,这死亡究竟是什么?” “切莫探问这些事,因为我正要亲自讲述。众人认为人是复合体,这固然正确,但认为人仅仅由两部分复合而成,则是不正确的;因为他们以为理智不知怎的是灵魂的一部分,其所犯的错误丝毫不亚于那些认为灵魂是肉体一部分的人;因为理智胜过灵魂且比灵魂更为神圣的程度,恰如灵魂胜过肉体。灵魂与肉体的混合产生了无理性与被动承受的部分,而理智与灵魂的结合则产生了理性;前者是快乐与痛苦的开端,后者是美德与邪恶的开端。在这三者结合生成时,大地提供了肉体,月亮提供了灵魂,而太阳则为生成提供了理智,正如太阳反过来将光辉赐予月亮一样。在我们所经历的死亡中,一种死亡使人从三部分变为两部分,另一种死亡则使人从两部分变为单一部分;前者发生在德墨忒尔的领域内于大地中终结,古时雅典人称死者为‘属德墨忒尔之人’;后者发生在月亮上珀耳塞福涅的领域内,前者〔德墨忒尔〕的同伴是地下的赫耳墨斯,后者〔珀耳塞福涅〕的同伴则是天上的赫耳墨斯。前者〔德墨忒尔〕迅速且暴烈地将灵魂从肉体中解脱出来,而珀耳塞福涅则温和且历经悠久时光将理智从灵魂中解离出来,因此她被称为‘独生者’;因为当人最优秀的部分从她那里分离出来时,便化为独一之体。这两者皆依照自然按如下方式发生:凡灵魂,不论无理智还是具理智者,一旦脱离肉体,皆命中注定要在大地与月亮之间的空间中徘徊不相等的时间。不义与纵欲的灵魂将偿清罪愆之罚;而端正善良的灵魂,只需在被称作‘哈得斯草场’的最温和的大气中停留一段注定的时日,以涤除并呼出如同来自肉体的恶臭蒸气般的污秽。随后,她们如同自流亡归国一般,品尝到一种喜悦,恰如受密仪灌顶者所感受到的那样,混杂着骚动与惊惧,又伴随着甜蜜的希望。因为许多灵魂在已经渴望登上月亮时却被推回并被波涛卷走,她们甚至看到某些已到达彼处者倒栽葱般再次沉入深渊之中。然而那些升至高处并稳固确立的灵魂,首先像得胜者一般巡游,头戴被称为‘稳固’的羽冠,因为她们在生前使灵魂的无理性与被动承受部分在理性面前保持着极好的顺服与整肃。其次,她们外貌如同光线,灵魂如火一般在环绕月亮的以太中向上升腾——正如在尘世中一样——并从中获得紧致与力量,如同淬火之刃获得坚固;因为那原本稀薄弥散的部分得以刚强,变得稳固而通透,以致哪怕偶然的散发物亦足以资养她们;赫拉克利特说得极好: ‘灵魂在哈得斯依嗅觉而感知。’”
- 942eπαρʼ ἓξ μῆνας
介词 παρά 后接宾格表示时间间隔(“每隔……”)。此处与前面的 ἓξ μῆνας(表示持续时间的宾格,“持续六个月之久”)形成对照,指并非连续六个月处于阴影之中,而是每隔六个月的周期(即月食周期)被大地的阴影捕获一次。
- 943aνοῦς γὰρ ψυχῆς ὅσῳ ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειότερον.
比例比较结构。属格 ψυχῆς 由比较级 ἄμεινον ... καὶ θειότερον 支配。在由关系副词(程度与差异的与格)ὅσῳ 引导的从句中省略了比较级谓语部分,构成了“理智胜过灵魂且比灵魂更为神圣的程度,恰如灵魂胜过肉体”(理智 : 灵魂 = 灵魂 : 肉体)的比率对照。
- 943cὅσον ἀφαγνεῦσαι καὶ ἀποπνεῦσαι
关系/相关代词 ὅσον 后接不定式 ἀφαγνεῦσαι 和 ἀποπνεῦσαι,表示限制或结果(相当于 ὥστε 后接不定式,“足以……的程度/时间”)。它修饰后文中的 δεῖ γίγνεσθαι χρόνον τινὰ τεταγμένον,指灵魂为了彻底洗净并呼出肉体留下的污秽所必需度过的那段预定时期。
