← 普鲁塔克

论月轮中显现的面容

§30

守护神灵的职权与心灵的解体循环

本段记叙了神灵的职权、知性与灵魂的分离(即第二次死亡)、灵魂向月亮的消融,以及日月地三者生成与循环人类三要素的结构,最后以叙述者苏拉结束对异邦人神话的转述作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30

οὐκ ἀεὶ δὲ διατρίβουσιν ἐπʼ αὐτῆς οἱ δαίμονες, ἀλλὰ χρηστηρίων δεῦρο κατίασιν ἐπιμελησόμενοι, καὶ ταῖς ἀνωτάτω συμπάρεισι καὶ συνοργιάζουσι τῶν τελετῶν κολασταί τε γίνονται καὶ φύλακες ἀδικημάτων καὶ σωτῆρες ἔν τε πολέμοις καὶ κατὰ θάλατταν ἐπιλάμπουσιν. ὅ τι δʼ ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλʼ ὑπʼ ὀργῆς ἢ πρὸς ἄδικον χάριν ἢ φθόνῳ,1 δίκην τίνουσιν· ὠθοῦνται γὰρ αὖθις ἐπὶ γῆν συνειργνύμενοι σώμασιν ἀνθρωπίνοις. ἐκ δὲ τῶν βελτιόνων ἐκείνων οἵ τε περὶ τὸν Κρόνον ὄντες ἔφασαν αὐτοὺς εἶναι· καὶ πρότερον ἐν τῇ Κρήτῃ τοὺς Ἰδαίους Δακτύλους, ἔν τε Φρυγίᾳ τοὺς Κορύβαντας γενέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιάδας καὶ μυρίους ἄλλους πολλαχόθι τῆς οἰκουμένης· ὧν ἱερὰ καὶ τιμαὶ καὶ προσηγορίαι διαμένουσιν ἔτι· ἀπολείπουσι δʼ αἱ δυνάμεις ἐνίων, εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων.2 τυγχάνουσι δʼ οἱ μὲν πρότερον οἱ δʼ ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῇ τῆς ψυχῆς· ἀποκρίνεται δʼ ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, διʼ ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δʼ ἄλλως, ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίγνεσθαι ὀρεγομένην ἀπʼ αὐτοῦ τὸ γονιμώτατον. λείπεται δʼ ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σελήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα· καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχθαι τὸ "ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται·" οὐδὲ γὰρ εὐθὺς οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν, ἀλλʼ ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη γένηται. καὶ Ὅμηρος ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθʼ Ἅιδου "τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην, εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιν." αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν3 οὐδὲ φόβος οὐδʼ ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδʼ ὑγρότητες, ἀλλʼ ᾧ διανοούμεθα καὶ φρονοῦμεν· ἥ τε ψυχὴ τυπουμένη μὲν· ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ τὸ σῶμα καὶ περιπτύσσουσα πανταχόθεν ἐκμάττεται τὸ εἶδος· ὥστε κἂν πολὺν χρόνον χωρὶς ἑκατέρου γένηται, διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον, εἴδωλον ὀρθῶς ὀνομάζεται. τούτων δʼ ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν· ἀναλύονται γὰρ εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγμονα καὶ φιλόσοφον στέρξασαι βίον· ἀφεθεῖσαι γὰρ ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐδὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπομαραίνονται· τῶν δὲ φιλοτίμων καὶ πρακτικῶν ἐρωτικῶν τε περὶ σώματα καὶ θυμοειδῶν αἱ μὲν οἷον ἐν ὕπνῳ ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ Ἐνδυμίωνος· ἐπεὶ δʼ αὐτὰς τὸ ἄστατον καὶ τὸ εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς ἄλλην γένεσιν, οὐκ ἐᾷ ἀλλʼ ἀνακαλεῖται καὶ καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδʼ ἥσυχον οὐδʼ ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται. Τιτυοὶ δὲ καὶ Τυφῶνες ὅ τε Δελφοὺς κατασχὼν καὶ συνταράξας τὸ χρηστήριον ὕβρει καὶ βίᾳ Τυφὼν ἐξ ἐκείνων ἄρα τῶν ψυχῶν ἦσαν, ἐρημίᾳ λόγου καὶ τύφῳ πλανηθέντι τῷ παθητικῷ χρησαμένων.4 χρόνῳ δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς· ἡ δὲ γῆ τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσι μετὰ θάνατον, ἢ ὅσα λαμβάνει πρὸς γένεσιν ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντίθησι καὶ διαιρεῖ κατʼ ἄλλην καὶ ἄλλην δύναμιν, ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις δʼ ἣ διαιρεῖ, καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν Ἄτροπος περὶ τὸν ἥλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν· ἐσχάτη δὲ συνεφάπτεται περὶ γῆν ἡ Λάχεσις, ᾗ πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπʼ ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ μικτὸν δὲ καὶ μέσον ἡ ψυχὴ καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμμιγμα καὶ μετακέρασμα ὑπὸ τοῦ θεοῦ γέγονε, τοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον, ὃν. ἔχει γῆ πρὸς σελήνην.5 15. ταῦτʼ εἶπεν ὁ Σύλλας ἐγὼ μὲν ἤκουσα τοῦ ξένου διεξιόντος ἐκείνῳ δʼ οἱ τοῦ Κρόνου κατευνασταὶ καὶ θεράποντες, ὡς ἔλεγεν αὐτός, ἐξήγγειλαν· ὑμῖν δʼ, ὦ Λαμπρία, χρῆσθαι τῷ λόγῳ πάρεστιν βούλεσθε.

然而神灵们并非始终在月亮上度日,而是降临此处掌管神谕,参与并同修至高的秘仪,充当不法之事的惩戒者与看守者,并在战争中与海面上作为拯救者显灵放光。倘若他们在这类事上处置不当,而是出于愤怒、不公的徇私或嫉妒而行事,就必须受到惩罚;因为他们会被再度推回大地,被囚禁在人的肉体之中。侍奉于克洛诺斯身边者说,他们属于那些更为优秀的神灵,而且从前克里特岛的伊达山达克提利、弗吕癸亚的科律班忒斯、玻俄提亚乌多拉的特罗福尼俄斯的侍者,以及居住世界许多地方无数其他的神灵也都属于此类;其圣所、荣衔与尊称至今犹存。然而当其中某些灵魂获得前往另一处所的最善转化时,其力量便会衰竭。在知性脱离灵魂之时,有些较早获得转化,有些则较晚;知性是因热爱环绕太阳的影像而脱离的,借由这影像,所向往的、美好的、神圣的与至福之物显现光芒,而一切受造之物皆以各异的方式渴求着它。盖因月亮本身亦是出于对太阳的爱而始终盘桓巡行,渴望从他那里领受最富生殖力的要素而与之交合。然而灵魂的本性却被留在月亮之上,保留着生命的某种痕迹与梦境;关于它,你当认为那句话说得极对: ‘灵魂如梦飘然飞去。’ 因为灵魂并非立即、亦非一旦脱离肉体便遭逢此事,而是在日后脱离了知性、变得孑然孤独之时才如此。而荷马在所言的一切之中,论及冥府之事似乎最为切合神意: ‘其后我得见赫拉克勒斯的雄威,是其虚影;他本人则与不死诸神同在。’ 因为我们各自的‘自身’既非气概,亦非恐惧或欲望,恰如它不是肉躯也不是津液一样,而是我们借以思考与明理的机能;灵魂受知性所塑造,又反过来塑造肉体并在各个方向包覆之,从而印下其形态;因此,纵使灵魂长久脱离二者,因保有其相似性与烙印,仍被恰当地称为虚影。一如先前所言,月亮乃是这些灵魂的元素;因为灵魂亦消融于月亮,如同死者的肉体消融于大地一样:那些有节制的、在闲暇中钟爱清静与哲思生活的灵魂消融得很快,因为既被知性放下,且不再动用各种情念,便自然衰褪凋零;但在那些渴慕荣名、热衷事务、眷恋肉体或性格暴烈者的灵魂中,有些如同在睡眠中借助生命的记忆做梦一般游荡漂泊,恰如恩底弥翁的灵魂;然而,当其不稳固与易感性使它们发狂并拽离月亮、奔向另一次受生时,月亮并不允许,反而唤回它们并将之抚慰平息。因为一旦没有知性而单凭情念之力执取肉体,其所作所为决无微小、宁静或井然可言。提堤俄斯们、堤丰们,以及那以狂暴与强力霸占德尔斐并搅乱神谕所的堤丰,正是出自那些在缺乏理性和虚妄中驱使流离之情念的灵魂。随时间的推移,月亮亦将它们接纳回自身之中并加以规整;随后,当太阳以生命之力再度播撒知性时,月亮领受之并造就新的灵魂;而大地则作为第三者提供肉体。因为大地在死后不再赋予任何东西,只是收回出生时所领受之物;太阳亦一无所取,而是收回其所赐予的知性;月亮则依照不同的力量既受且授、既组合又分离:其中组合的力量被称为厄勒梯亚,分离的力量则被称为阿尔忒弥斯。三位命运女神中,端坐于太阳周围的阿特洛波斯赋予生成的开端;环绕月亮运转的克洛托加以纽结与混调;最后在围绕大地之处,分得最多命运机遇的拉刻西斯参与其工。因为无灵魂之物自身无力且任由外物作用,知性则免于受动且自主至尊;灵魂乃是混合的中介物,正如月亮被神造成上下两界之物的混合体与调配物,因而相对于太阳拥有着与大地相对于月亮相同的比例一样。 苏拉说:‘这些事情是我听那位异邦人详述的;而据他亲口所说,是克洛诺斯的侍寝者与仆从通报给他的。拉姆普里阿斯,至于你们如何运用这个故事,全凭你们的心意。’

语法注5 条
  1. 944dὅ τι δʼ ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλʼ ὑπʼ ὀργῆς ἢ πρὸς ἄδικον χάριν ἢ φθόνῳ

    中性宾格关系代词 ὅ τι 作为动词 πράξωσιν 的直接宾语,构成“ἄν + 虚拟式”的不定泛指从句,意为“凡是在这些事情上处置不当”。随后的介词短语与与格(ὑπʼ ὀργῆς、πρὸς ἄδικον χάριν、φθόνῳ)相并列,表示出于愤怒、徇私或嫉妒的不同动机。

  2. 944eἀπολείπουσι δʼ αἱ δυνάμεις ἐνίων, εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων

    主语 αἱ δυνάμεις 与不及物动词 ἀπολείπουσι(消竭、衰落)搭配,属格 ἐνίων 作所属或定语属格。随后的分词短语 τυγχανόντων 与 ἐνίων 一致,表示伴随或时间状态(“当其中某些灵魂获得……最善转化时”)。

  3. 944eαὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν

    承接荷马的引文(εἴδωλον· αὐτὸς δὲ...),αὐτὸς ἕκαστος ἡμῶν 构成主语(“我们各自的‘自身/本我’”)。它与肉体或情绪性要素形成对比,并在后文以工具与格关系从句 ᾧ διανοούμεθα καὶ φρονοῦμεν(“我们借以思索与明理者”)阐明真我的本质所在。

  4. 945bἐρημίᾳ λόγου καὶ τύφῳ πλανηθέντι τῷ παθητικῷ χρησαμένων

    属格复数分词 χρησαμένων 修饰前文的 ἐκείνων τῶν ψυχῶν。因动词 χράομαι 要求与格宾语,其实质受词为中性名词化与格 τῷ παθητικῷ(受动/情念部分),并由被动分词 πλανηθέντι 及表示原因/方式的与格 ἐρημίᾳ λόγου καὶ τύφῳ(因缺乏理性与狂妄迷妄)加以修饰。

  5. 945dτοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον, ὃν ἔχει γῆ πρὸς σελήνην

    这里的 λόγος 指数学及哲学上的“比例”(ratio/proportion)。句式 ἔχω τὸν λόγον πρὸς... ὃν ἔχει... πρὸς... 构成严格的连比关系:月亮相对于太阳的比例,恰如大地相对于月亮的比例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:30