- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:26#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉描述了克洛诺斯之岛上从役者宁静的生活及其神谕梦境的机制,并叙述了一位异邦人在服役三十年后启程周游世界,最终在迦太基发现神圣卷轴并劝导人们格外崇奉月亮的故事。
μηδʼ ἄλλους τινὰς ἐνοικεῖν ἢ σφᾶς τʼ αὐτοὺς καὶ τοὺς πρὸ αὐτῶν ἀποπεμφθέντας· ἐξεῖναι μὲν γὰρ ἀποπλεῖν οἴκαδε τοὺς τῷ θεῷ τὰ τρὶς δέκʼ ἔτη συλλατρεύσαντας,1 αἱρεῖσθαι δὲ τοὺς πλείστους ἐπιεικῶς αὐτόθι κατοικεῖν, τοὺς μὲν ὑπὸ συνηθείας, τοὺς δʼ ὅτι πόνου δίχα καὶ πραγμάτων ἄφθονα πάρεστι πάντα, πρὸς θυσίαις καὶ χορηγίαις ἢ περὶ λόγους τινὰς ἀεὶ καὶ φιλοσοφίαν διατρίβουσι. θαυμαστὴν γὰρ εἶναι τῆς τε νήσου τὴν φύσιν καὶ τὴν πραότητα τοῦ περιέχοντος ἀέρος, ἐνίοις δὲ καὶ τὸ θεῖον ἐμποδὼν γίγνεσθαι διανοηθεῖσιν ἀποπλεῖν ὥσπερ συνήθεσι καὶ φίλοις ἐπιδεικνύμενον οὐκ ὄναρ γὰρ μόνον οὐδὲ διὰ συμβόλων, ἀλλὰ καὶ φανερῶς ἐντυγχάνειν πολλοὺς ὄψεσι δαιμόνων καὶ φωναῖς. αὐτὸν μὲν γὰρ τὸν Κρόνον ἐν ἄντρῳ βαθεῖ περιέχεσθαι πέτρας χρυσοειδοῦς καθεύδοντα, τὸν γὰρ ὕπνον αὐτῷ μεμηχανῆσθαι δεσμὸν ὑπὸ τοῦ Διός, ὄρνιθας δὲ τῆς πέτρας κατὰ κορυφὴν εἰσπετομένους ἀμβροσίαν ἐπιφέρειν αὐτῷ, καὶ τὴν νῆσον εὐωδίᾳ κατέχεσθαι πᾶσαν, ὥσπερ ἐκ πηγῆς σκιδναμένῃ τῆς πέτρας· τοὺς δὲ δαίμονας ἐκείνους περιέπειν καὶ θεραπεύειν τὸν Κρόνον, ἑταίρους αὐτῷ γενομένους, ὅτε δὴ θεῶν καὶ ἀνθρώπων ἐβασίλευε καὶ πολλὰ μὲν ἀφʼ ἑαυτῶν μαντικοὺς ὄντας προλέγειν, τὰ δὲ μέγιστα καὶ περὶ τῶν μεγίστων ὡς ὀνείρατα τοῦ Κρόνου κατιόντας ἐξαγγέλλειν ὅσα γὰρ ὁ Ζεύς προδιανοεῖται, ταῦτʼ ὀνειροπολεῖν τὸν Κρόνον· εἶναι δʼ ἀνάστασιν τὰ τιτανικὰ πάθη καὶ κινήματα τῆς ψυχῆς ἐν αὐτῷ παντάπασιν ὁ ὕπνος καὶ γένηται τὸ βασιλικὸν καὶ θεῖον αὐτὸ καθʼ ἑαυτὸ καθαρὸν καὶ ἀκήρατον. ἐνταῦθα δὴ κομισθείς, ὡς ἔλεγεν, ὁ ξένος καὶ θεραπεύων τὸν θεὸν ἐπὶ σχολῆς, ἀστρολογίας μὲν ἐφʼ ὅσον γεωμετρήσαντι πορρωτάτω προελθεῖν δυνατόν ἐστιν ἐμπειρίαν ἔσχε,2 φιλοσοφίας δὲ τῆς ἄλλης τῷ φυσικῷ χρώμενος. ἐπιθυμίαν δέ τινα καὶ πόθον ἔχων γενέσθαι τῆς μεγάλης νήσου θεατής· οὕτω γὰρ ὡς ἔοικε τὴν παρʼ ἡμῖν οἰκουμένην ὀνομάζουσιν ἐπειδὴ τὰ τριάκοντʼ ἔτη διῆλθεν, ἀφικομένων τῶν διαδόχων οἴκοθεν, ἀσπασάμενος τοὺς φίλους ἐξέπλευσε, τὰ μὲν ἄλλα κατεσκευασμένος εὐσταλῶς ἐφόδιον δὲ συχνὸν ἐν χρυσοῖς ἐκπώμασι κομίζων. ἃ μὲν οὖν ἔπαθε καὶ ὅσους ἀνθρώπους διῆλθεν, ἱεροῖς τε γράμμασιν ἐντυγχάνων ἔν τε τελεταῖς πάσαις τελούμενος, οὐ μιᾶς ἡμέρας ἔργον ἐστὶ διελθεῖν, ὡς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, εὖ μάλα καὶ καθʼ ἕκαστον ἀπομνημονεύων ὅσα δʼ οἰκεῖα τῆς ἐνεστώσης διατριβῆς ἐστιν, ἀκούσατε. πλεῖστον γὰρ ἐν Καρχηδόνι χρόνον διέτριψεν, ἅτε δὴ παρʼ ἡμῖν μεγάλας ἔχοντος3 καί τινας, ὅθʼ ἡ προτέρα πόλις ἀπώλλυτο, διφθέρας ἱερὰς ὑπεκκομισθείσας κρύφα καὶ διαλαθούσας πολὺν χρόνον ἐν γῇ κειμένας ἐξευρὼν τῶν τε φαινομένων θεῶν ἔφη χρῆναι καί μοι παρεκελεύετο τιμᾶν διαφερόντως τὴν Σελήνην, ὡς τοῦ βίου κυριωτάτην οὖσαν ἐχομένην.
除了他们自身以及在他们之前被派遣出去的人以外,没有其他任何人居住在那里。因为尽管那些一同侍奉该神三十年的人获准启程返乡,但大多数人通常还是选择在当地定居下来——一部分人是出于习惯,另一部分人则是因为对于终日流连于祭祀与仪典,或专注于某些论辩与哲学的人而言,一切所需无需辛劳烦扰便唾手可得。因为这座岛屿的自然禀赋与周围空气的和煦确实令人惊叹;对于某些动念要起航返乡的人,神明甚至会像对待熟人与朋友般亲自现身进行阻拦。实际上,不仅在梦境中或通过征兆,许多人甚至能公然目睹代蒙们的面貌并听见他们的声音。据他说,克洛诺斯本人被困在一座金色岩石的深邃洞穴之中沉睡,这睡眠是宙斯为他设下的羁绊;飞鸟越过岩石顶端飞入洞中,为他衔来甘露琼浆,整座岛屿都洋溢着自岩石如泉水般弥散开来的芬芳。那些代蒙正是克洛诺斯统治神祇与凡人时成为其同伴的人,他们侍奉并照顾着克洛诺斯;由于他们赋有预言之才,许多事情凭其自身便能预先道出,但最重大、关乎最崇高事项的预兆,则是他们降临下来,作为克洛诺斯的梦境加以宣告的;因为凡是宙斯预先构想的一切,克洛诺斯都会在梦中见到。而这睡眠正是他体内提坦式的激情与灵魂骚动彻底平息之态,从而使那王者般神圣的部分得以自存其身,保持纯洁而毫无瑕疵。 据他所说,那位异邦人被送至该处后,便优游从容地侍奉神祇,他在天文学方面达到了一个精通几何学的人所能达到的最深造诣,而在其余哲学领域则专攻自然之学。他萌生了亲眼一睹‘大岛’——他们似乎就是这样称呼我们这片人居世界的——的愿望与渴望;待到三十年期满,来自故乡的接替者抵达之后,他便辞别友人,扬帆启程,在其他行装方面简朴轻便,却在金杯中携带了丰厚的旅费。至于他经历了何等遭遇,游历了多少人群,如何接触神圣典籍并领受了所有秘仪的灌顶,若要像他向我们巨细靡遗、条分缕析地回忆复述的那样完整讲述出来,绝非一日之工;但请听听那些与当下讨论相关的内容。他在迦太基逗留的时间最长,在我们那里享有极高礼遇;由于找到了在昔日城邦毁灭时被秘密转移出城并在地下久藏未被人发现的某些神圣羊皮书卷,他宣称在可见诸神之中应当格外崇奉月亮,并劝勉我也如此行,因为月亮对生命拥有着最至高无上的支配力。
- 26ἐξεῖναι μὲν γὰρ ἀποπλεῖν οἴκαδε τοὺς τῷ θεῷ τὰ τρὶς δέκʼ ἔτη συλλατρεύσαντας
间接引语(宾格不定式结构)的延续。承接前文的 ἐνοικεῖν,在省略引述主动词(如 ἔφη)的情况下接续不定式 ἐξεῖναι 和 αἱρεῖσθαι。无人称动词 ἐξεῖναι 的逻辑主语由宾格分词短语 τοὺς ... συλλατρεύσαντας 充当,αἱρεῖσθαι 的逻辑主语则是 τοὺς πλείστους。
- 942bἀστρολογίας μὲν ἐφʼ ὅσον γεωμετρήσαντι πορρωτάτω προελθεῖν δυνατόν ἐστιν ἐμπειρίαν ἔσχε
此处出现超步倒装(hyperbaton)。动词短语 ἔσχε ἐμπειρίαν(获得经验/学识)与其宾格性属格 ἀστρολογίας 发生大幅离隔,中间插入了限制性关系从句 ἐφʼ ὅσον ... δυνατόν ἐστιν(“就一个修习了几何学的人所能达到的最远程度而言”)。与格分词 γεωμετρήσαντι 作无人称短语 δυνατόν ἐστιν 的参考与格。
- 942cἅτε δὴ παρʼ ἡμῖν μεγάλας ἔχοντος
文本存在讹误或争议之处(学者多推测 μεγάλας 后脱落了 τιμάς,或认为属格分词 ἔχοντος 原为主格 ἔχων)。从文脉上看,意指该异邦人在“我们之中”享有“极大礼遇/尊荣(补入 τιμάς)”。属格分词 ἔχοντος 可视作不规则的属格绝对结构,或是指代该异邦人时的破格构文(anacoluthon)。
