- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:26#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉打断了兰普里亚斯的话,转而讲述关于遥远的大西洋奥吉吉亚岛、克洛诺斯的囚禁、外洋大陆上的希腊人后裔及其三十年一次的远航祭祀的神话。
ἔτι δʼ ἐμοῦ σχεδὸν λέγοντος, ὁ Σύλλας ὑπολαβών ἐπίσχες εἶπεν ὦ Λαμπρία, καὶ παραβαλοῦ τὸ θυρίον τοῦ λόγου,1 μὴ λάθῃς τὸν μῦθον ὥσπερ εἰς γῆν ἐξοκείλας καὶ συγχέῃς τὸ δρᾶμα τοὐμὸν ἑτέραν ἔχον σκηνὴν καὶ διάθεσιν, ἐγὼ μὲν οὖν ὑποκριτής εἰμι, πρότερον δʼ αὐτοῦ φράσω τὸν ποιητὴν ὑμῖν εἰ μή τι κωλύει καθʼ Ὅμηρον ἀρξάμενος "Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται" δρόμον ἡμερῶν πέντε Βρεττανίας ἀπέχουσα πλέοντι πρὸς ἑσπέραν· ἕτεραι δὲ τρεῖς ἴσον ἐκείνης ἀφεστῶσαι καὶ ἀλλήλων πρόκεινται μάλιστα κατὰ δυσμὰς ἡλίου θερινάς· ὧν ἐν μιᾷ τὸν Κρόνον οἱ βάρβαροι καθεῖρχθαι μυθολογοῦσιν ὑπὸ τοῦ Διός, τὸν δʼ ὡς υἱὸν ἔχοντα φρουρὸν τῶν τε νήσων ἐκείνων καὶ τῆς θαλάττης, ἣν Κρόνιον πέλαγος ὀνομάζουσι, πέραν κατῳκίσθαι2 τὴν δὲ μεγάλην ἤπειρον, ὑφʼ ἧς ἡ μεγάλη περιέχεται κύκλῳ θάλαττα, τῶν μὲν ἄλλων ἔλαττον ἀπέχειν, τῆς δʼ Ὠγυγίας περὶ πεντακισχιλίους σταδίους κωπήρεσι πλοίοις κομιζομένῳ· βραδύπορον γὰρ εἶναι καὶ πηλῶδες ὑπὸ πλήθους ῥευμάτων τὸ πέλαγος· τὰ δὲ ῥεύματα τὴν μεγάλην ἐξιέναι γῆν καὶ γίγνεσθαι προσχώσεις ἀπʼ αὐτῶν καὶ βαρεῖαν εἶναι καὶ γεώδη τὴν θάλατταν, ᾗ καὶ πεπηγέναι δόξαν ἔσχε.3 τῆς δʼ ἠπείρου τὰ πρὸς τῇ θαλάττῃ κατοικεῖν Ἕλληνας περὶ κόλπον οὐκ ἐλάττονα τῆς Μαιώτιδος, οὗ τὸ στόμα τῷ στόματι τοῦ Κασπίου πελάγους μάλιστα κατʼ εὐθεῖαν κεῖσθαι· λαλεῖν δὲ καὶ νομίζειν ἐκείνους ἠπειρώτας μὲν αὑτοὺς νησιώτας δὲ τοὺς ταύτην τὴν γῆν κατοικοῦντας, ὡς καὶ κύκλῳ περίρρυτον οὖσαν ὑπὸ τῆς θαλάσσης· οἴεσθαι δὲ τοῖς Κρόνου λαοῖς ἀναμιχθέντας ὕστερον τοὺς μεθʼ Ἡρακλέους παραγενομένους καὶ ὑπολειφθέντας ἤδη σβεννύμενον τὸ Ἑλληνικὸν ἐκεῖ καὶ κρατούμενον γλώττῃ τε βαρβαρικῇ καὶ νόμοις καὶ διαίταις οἷον ἀναζωπυρῆσαι πάλιν ἰσχυρὸν καὶ πολὺ γενόμενον διὸ τιμὰς ἔχειν πρώτας τὸν Ἡρακλέα, δευτέρας δὲ τὸν Κρόνον. ὅταν οὖν ὁ τοῦ Κρόνου ἀστήρ, ὃν Φαίνοντα μὲν ἡμεῖς, ἐκείνους δὲ Νυκτοῦρον ἔφη καλεῖν, εἰς Ταῦρον παραγένηται διʼ ἐτῶν τριάκοντα, παρασκευασαμένους ἐν χρόνῳ πολλῷ τὰ περὶ τὴν θυσίαν καὶ τὸν ἀπόπλουν ἐκπέμπειν κλήρῳ λαχόντας4 ἐν πλοίοις τοσούτοις θεραπείαν τε πολλὴν καὶ παρασκευὴν ἀναγκαίαν μέλλουσι πλεῖν πέλαγος τοσοῦτον εἰρεσίᾳ καὶ χρόνον ἐπὶ ξένης βιοτεύειν πολὺν ἐμβαλλομένους· ἀναχθέντας οὖν χρῆσθαι τύχαις, ὡς εἰκός, ἄλλους ἄλλαις· τοὺς δὲ διασωθέντας ἐκ τῆς θαλάττης πρῶτον μὲν ἐπὶ τὰς προκειμένας νήσους οἰκουμένας δʼ ὑφʼ Ἑλλήνων κατίσχειν καὶ τὸν ἥλιον ὁρᾶν κρυπτόμενον ὥρας μιᾶς ἔλαττον ἐφʼ ἡμέρας τριάκοντα καὶ νύκτα τοῦτʼ εἶναι, σκότος ἔχουσαν ἐλαφρὸν καὶ λυκαυγὲς ἀπὸ δυσμῶν περιλαμπόμενον ἐκεῖ διατρίψαντας ἡμέρας ἐνενήκοντα, μετὰ τιμῆς καὶ φιλοφροσύνης ἱεροὺς νομιζομένους καὶ προσαγορευομένους, ὑπὸ πνευμάτων ἤδη περαιοῦσθαι·
正当我几乎还在述说之际,苏拉打断道: “止步吧,兰普里亚斯,快关上你话语的门板,免得你不知不觉间像冲上陆地般让我的神话搁浅,扰乱了我这幕另有布景和构思的戏剧。我不过是个演员,但若无阻碍,我将依照荷马的风格起头,先向你们引述这出戏的作者: ‘奥吉吉亚之岛遥卧于大海汪洋之中,’ 对于向西航行的人而言,它距不列颠有五日的航程。另有三座岛屿与它以及彼此之间距离相等,主要横亘于夏日落日方位的海面上。在其中一座岛上,据蛮族的神话相传,克洛诺斯被宙斯囚禁于此,宙斯将其子作为那些岛屿以及他们称之为‘克洛诺斯之海’的大海的守护者,而将克洛诺斯安置在彼岸。环抱浩瀚海洋的辽阔大陆距其他岛屿较近,而距奥吉吉亚则约有五千斯塔德,这是对于乘桨船渡海者而言的距离;因为由于众多水流的冲击,这片海域航行缓慢且泥泞不堪。那些水流自辽阔的大陆奔涌而出,冲刷形成冲积沙洲,使得海水沉重且充满泥沙,甚至因此获得了已经冻结的传闻。在那片大陆临海之处,希腊人定居在一处不小于迈奥提斯湖的海湾周围,该海湾的水口与里海的水口几乎处于同一直线上。他们称自己为大陆居民并以此自视,却将居住在我们这片土地上的人视为岛民,因为我们这里同样被大海环绕。他们认为,后来跟随赫拉克勒斯前来并滞留下来的人,与克洛诺斯的人民融合在一起,使得当地原本已被蛮族语言、法令与生活习惯逐渐湮没与压制的希腊血统与风尚重新焕发了生机,再度变得强盛而繁盛;因此赫拉克勒斯享有第一等的崇敬,克洛诺斯则居第二位。因此,每当克洛诺斯之星——我们称之为‘费农’,而据他说那些人称之为‘尼克图洛斯’——历经三十年运行至金牛座时,他们便耗费漫长岁月筹备祭祀与远航之事,选派抽签中选之人乘坐众多船只启程,并为这些打算以划桨航行如此广阔海面并在异邦长期居留的人装载大量的侍从与必需物资。出海之后,他们自然各随天命,遭遇各不相同;但那些幸免于海难的人首先抵靠前方的岛屿——那些由希腊人居住的岛屿——并在三十天的时间里看到太阳隐没不到一个小时;这就是当地的夜晚,伴随着微弱的黑暗,四周辉映着落日余晖的薄暮。在那里度过九十天,受到尊崇与殷勤款待,被视作神圣之人并受此尊称之后,他们便趁风渡向彼岸。
- 26παραβαλοῦ τὸ θυρίον τοῦ λόγου
字面意为“关上你话语的门板”。动词 παραβάλλω 在此有“关上(门窗)”之义,是一种生动比喻,意指“止住话头、闭口不言”。
- 941aτὸν δʼ ὡς υἱὸν ἔχοντα φρουρὸν τῶν τε νήσων ἐκείνων καὶ τῆς θαλάττης... πέραν κατῳκίσθαι
属于间接引语的不定词句结构。τὸν δέ 为不定词 κατῳκίσθαι 的宾格主语,并由分词 ἔχοντα 修饰;κατῳκίσθαι 为被动完成时不定词,句意为他(克洛诺斯)以儿子作为诸岛和海洋的守卫者,被安置在彼岸。
- 941bᾗ καὶ πεπηγέναι δόξαν ἔσχε
关系副词 ᾗ 在此具有原因意义(“因此”),承接前文关于海水沉重、泥沙淤积的叙述。δόξαν ἔσχε 意为“获得了……的名声/传闻”,接完成时不定词 πεπηγέναι(冻结、凝结)。
- 941cπαρασκευασαμένους... ἐκπέμπειν κλήρῳ λαχόντας
间接引语中不定词 ἐκπέμπειν 的逻辑主语为大陆居民,前置的宾格分词 παρασκευασαμένους 与之同格。κλήρῳ λαχόντας 为 ἐκπέμπειν 的直接宾语(“派遣抽签中选之人”),而其后的分词 ἐμβαλλομένους 则与主语一致(“装载……”)。
