- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:25#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话者依据大地上植物的多样习性与月球的湿润本质,论证无雨的月面亦可存在特有的植物与微食的生物。他进而以海中生物的不可思议作比,并设想月球居民反将阴暗湿浊的地球视为冥界,以此驳斥对月球宜居论的怀疑。
σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶνος τὰ δὲ θέρους ἀκμάζοντος, ὥσπερ σήσαμον καὶ μελίνη· τὸ δὲ θύμον ἢ τὸ κενταύριον ἂν εἰς ἀγαθὴν καὶ πίονα σπαρῇ χώραν καὶ βρέχηται καὶ ἄρδηται, τῆς κατὰ φύσιν ἐξίσταται ποιότητος καὶ ἀποβάλλει τὴν δύναμιν, αὐχμῷ δὲ χαίρει καὶ πρὸς τὸ οἰκεῖον ἐπιδίδωσιν· εἰ δʼ ὥς φασιν οὐδὲ τὰς δρόσους ἀνέχεται, καθάπερ τὰ πλεῖστα τῶν Ἀραβικῶν, ἀλλʼ ἐξαμαυροῦται διαινόμενα καὶ φθείρεται, τί δὴ θαυμαστόν ἐστιν εἰ γίγνονται περὶ τὴν σελήνην1 ῥίζαι καὶ σπέρματα καὶ ὗλαι μηδὲν ὑετῶν δεόμεναι μηδὲ χιόνων ἀλλὰ πρὸς θερινὸν ἀέρα καὶ λεπτὸν εὐφυῶς ἔχουσαι; πῶς δʼ οὐκ εἰκὸς; ἀνιέναι τε πνεύματα θαλπόμενα τῇ σελήνῃ καὶ τῷ σάλῳ τῆς περιφορᾶς αὔρας τε παρομαρτεῖν ἀτρέμα, καὶ δρόσους καὶ ὑγρότητας ἐλαφρὰς περιχεούσας, καὶ διασπειρομένας ἐπαρκεῖν τοῖς βλαστάνουσιν, αὐτὴν δὲ τῇ κράσει μὴ πυρώδη μηδʼ αὐχμηρὰν ἀλλὰ μαλακὴν καὶ ὑδροποιὸν εἶναι; ξηρότητος μὲν γὰρ οὐδὲν ἀφικνεῖται πάθος ἀπʼ αὐτῆς πρὸς ἡμᾶς, ὑγρότητος δὲ πολλὰ καὶ θηλύτητος, αὐξήσεις φυτῶν, σήψεις κρεῶν, τροπαὶ καὶ ἀνέσεις οἴνων, μαλακότητες ξύλων, εὐτοκίαι γυναικῶν. δέδοικα δʼ ἡσυχάζοντα Φαρνάκην αὖθις ἐρεθίζειν καὶ κινεῖν, ὠκεανοῦ τε πλημμύρας ὡς λέγουσιν αὐτοὶ καὶ πορθμῶν ἐπιδόσεις, διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῷ ἀνυγραίνεσθαι, παρατιθέμενος. διὸ πρὸς σὲ τρέψομαι μᾶλλον, ὦ φίλε Θέων λέγεις γὰρ ὑμῖν, ἐξηγούμενος ταυτὶ τὰ Ἀλκμᾶνος "Διὸς θυγάτηρ Ἔρσα τρέφει καὶ δίας Σελάνας," ὅτι νῦν τὸν ἀέρα καλεῖ Δία καί φησιν αὐτὸν ὑπὸ τῆς σελήνης καθυγραινόμενον εἰς δρόσους τρέπεσθαι. κινδυνεύει γάρ, ὦ ἑταῖρε, πρὸς τὸν ἥλιον ἀντιπαθῆ φύσιν ἔχειν· εἴγε μὴ μόνον, ὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος,2 αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν ἀλλὰ καὶ τὴν ἀπʼ ἐκείνου θερμότητα καθυγραίνειν καὶ καταψύχειν προσπίπτουσαν αὐτῇ καὶ συμμιγνυμένην. οἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν, ἐοίκασιν ἀθέατοι3 τῶν περὶ τὴν φύσιν ἀνωμαλιῶν, ἐν αἷς μείζονας ἔστι καὶ πλείονας πρὸς ἄλληλα τῶν ζῴων ἢ πρὸς τὰ μὴ ζῷα διαφορὰς καὶ ἀνομοιότητας εὑρεῖν. καὶ εὔστομοι μὲν ἄνθρωποι καὶ ὀσμαῖς τρεφόμενοι μὴ ἔστωσαν, οἳ μηδʼ εἶναί μοι δοκοῦσιν· ἣν δʼ Ἀμμώνιος ἡμῖν αὐτὸς ἐξηγεῖτο δύναμιν, ᾐνίξατο μὲν Ἡσίοδος εἰπών "οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ "ἔργῳ δʼ ἐμφανῆ παρέσχεν Ἐπιμενίδης, διδάξας ὅτι μικρῷ παντάπασιν ἡ φύσις ὑπεκκαύματι ζωπυρεῖ καὶ συνέχει τὸ ζῷον, ἂν ὅσον ἐλαίας μέγεθος λάβῃ, μηδεμιᾶς ἔτι τροφῆς δεόμενον. τοὺς δʼ ἐπὶ τῆς σελήνης, εἴπερ εἰσίν, εὐσταλεῖς εἶναι τοῖς σώμασι καὶ διαρκεῖς ὑπὸ τῶν τυχόντων τρέφεσθαι πιθανόν ἐστι· καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἥλιον, ζῷον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τοὺς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν. ἀλλʼ οὔτε ταῦτα συνορῶμεν οὔτε ὅτι καὶ χώρα καὶ φύσις καὶ κρᾶσις ἄλλη πρόσφορός ἐστιν αὐτοῖς· ὥσπερ οὖν εἰ, τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδʼ ἅψασθαι μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ζῷα πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ τινας ἀνθρώπους κατοικεῖν. ἐκείνους δʼ ἂν οἴομαι πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν γῆν, ἀφορῶντας οἷον ὑποστάθμην καὶ ἰλὺν τοῦ παντὸς ἐν ὑγροῖς καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῷα φύει καὶ τρέφει μετέχοντα κινήσεως ἀναπνοῆς θερμότητος· κἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι "σμερδαλέʼ, εὐρώεντα, τά τε στυγέουσι θεοί περ" καὶ "τόσσον ἔνερθʼ Ἀίδεω, ὅσον οὐρανὸς ἔστʼ ἀπὸ γαίης, "ταῦτα φήσουσιν4 ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγεσθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον ἀπῳκίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.
有些庄稼是在冬季临近时播种的,另一些则是在盛夏播种,比如芝麻与谷子;至于百里香或矢车菊,如果播种在肥沃丰饶的土地上,并加以浇灌灌溉,就会丧失其天然品质并失去药效,反而在干旱中欣然成长,发挥其固有的本性;若是真如人们所言,它们连露水也无法忍受,正如绝大多数阿拉伯植物那样,一旦沾湿便会萎靡凋零,那么,若在月球周围生出完全不需要雨雪、反而天然适应稀薄夏日空气的根苗、种子和草木,又有什么好奇怪的呢?而且,因月亮而温煦的气流升腾而起,伴随着旋转的摆动,微风徐徐相随,将轻柔的露水与湿气散布四周,四散弥漫以滋养萌发的草木,而月亮自身的调和性质并非火热或干燥,而是柔和且能生湿润,这难道不是极合情理的吗?因为从月亮那里丝毫没有干燥的侵害传到我们这里,反而有许多湿润与滋阴的作用传达而至:植物的生长、肉类的腐败、葡萄酒的变酸与变淡、木材的软化、妇人的顺产。但我唯恐再次惹恼并惊动刚刚安静下来的法尔纳刻斯,若我援引他们自己所说的海洋潮汐与海峡涌流——即由月亮通过湿润化而使其漫溢并增大——作为例证的话。因此,亲爱的泰翁,我还是转向你吧;因为你向我们讲解阿尔克曼的这些诗句: ‘宙斯与神圣塞勒涅之女露水滋养着,’说诗人在此将空气称为宙斯,并说空气被月亮湿润后转化成了露水。因为,我的同伴,月亮往往对太阳具有相反相克的本性;如果说太阳所凝聚和干燥的一切,月亮天然具有软化和消解的能力,不仅如此,她还能将从太阳射来并落在她身上与之混合的热量加以湿润和冷却。因此,那些认为月球是炽热燃烧之实体的人犯了错误,而那些要求那里的动物必须拥有这里动物所具备的繁衍、营养和生活所需之一切的人,也同样显得对自然界的不均等现象视而不见;而在这些现象中,动物彼此之间所能发现的差异与不相似之处,比动物与非动物之间的还要更大、更多。至于无口而靠气味为生的人,就算他们不存在也无妨,反正我也不认为有这种人;然而对于阿摩尼奥斯亲自向我们阐释的那种能力,赫西俄德早已通过这句话暗示过: ‘锦葵与日光兰中蕴含着何等巨大的益处,’而埃庇米尼得斯更以实际行动作出了证明,他指出,只要摄取橄榄大小的养分,不再需要任何其他食物,自然就能凭借极微小的燃料使动物的生命重新燃起并加以维持。如果月亮上确实有居民,那么他们拥有轻盈精炼的躯体,能依靠微不足道的偶得之物维持生存,这是合乎情理的;因为人们说,连月亮自身就像太阳一样——太阳作为火性的生物,体积是大地的数倍——都是靠大地升腾的湿气来滋养的,那无尽的群星亦是如此;他们认为,居于上方之地的生物对于生存必需品就是这般轻少而朴素。然而我们既没有看清这些,也没有看清另一处适宜于他们的土地、自然与气候调和;这就好比我们若无法靠近也无法触碰大海,仅仅从远处眺望其景象,并听说那是苦涩、不可饮用且咸涩的水,此时若有人说深渊之中滋养着许多硕大而形态万千的动物,并且充满了如同你们使用空气一样使用水的生灵,那人便会被认为是在讲些神话与怪谈——我们对待月球似乎也处于同样的境地,遭受着同样的误解,不相信那里有人类居住。然而我想,那些月球居民若是眺望大地,看到这仿佛宇宙的沉渣与污泥穿透湿气、薄雾与云层显露出来,是一片无光、低洼且静止的地方,却能孕育并滋养具有运动、呼吸和热量的动物,他们反而会感到惊奇得多;而如果他们偶然能听到荷马的这些诗句: ‘阴森腐臭,连诸神亦厌恶憎恶,’以及 ‘位于冥府之下,正如天穹距大地那般遥远,’他们定会宣称,这完全是在描述眼前的这个地方,冥府与塔尔塔罗斯已被迁置于此,而月球才是唯一真正的大地,与上方的那诸界和下方的这诸界保持着相等的距离。
- 25ὥσπερ οὖν εἰ, τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδʼ ἅψασθαι μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ζῷα πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην
长大的比较相关句(ὥσπερ οὖν εἰ... οὕτως...)。从句中嵌套了由多个分词构成的独立属格结构(τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν... ἀφορώντων καὶ πυνθανομένων...),其核心为与过去事实相反的虚拟条件句(ἔλεγέ τις... ἐδόκει ἄν...),整个比喻结构与主句 οὕτως ἐοίκαμεν ἔχειν...('我们对待月亮也处于同样的境地')紧密相连。
- 940bὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος
关系从句中的紧缩省略构文(brachylogy),省略了支配动词 πέφυκεν(或 δύναται)。关系代词 ὅσα 充当副词性宾格('在……的所有方面')或不定式 πυκνοῦν καὶ ξηραίνειν 的直接宾语,与主句中的 αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν 形成对比。
- 940bοἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν, ἐοίκασιν ἀθέατοι
两个并列主语之间的构文转换(anacoluthon):第一个主语 οἵ τε... νομίζοντες 支配限定动词 ἁμαρτάνουσιν,而第二个主语 οἵ τε... ἀξιοῦντες 则连接动词 ἐοίκασιν,并带有主格补足语形容词 ἀθέατοι,构成人称构文('他们似乎未曾目睹/忽视了……')。
- 940eκἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι... ταῦτα φήσουσιν
词组 κἂν εἰ 为 καὶ ἂν εἰ 的混成缩略(crasis),其中的 ἄν 预先出现或作为惯用假设引词。条件从句使用希求语气 ἐγγένοιτο(潜在假设),而在归结从句中则采用直陈语气将来时 φήσουσιν,构成表示确信的混合条件构文。
