- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:25#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
兰普里亚斯回应了狄翁诙谐的质疑,主张月亮即便无人居住也绝非徒然,因其有助于宇宙的整体和谐与气候调和。接着,他通过论述天体运行的秩序性、极端温度的相互抵消,以及陆地上无雨亦能繁衍的各类植物实例,为月球上存在居住可能进行了辩护。
ταῦτα τοῦ Θέωνος εἰπόντος, κάλλιστὰ γʼ ἔφην καὶ ἄριστα τῇ παιδιᾷ τοῦ λόγου τὰς ὀφρῦς ἡμῶν ἔλυσας, διʼ ἃ καὶ θάρσος ἡμῖν ἐγγίγνεται πρὸς τὴν ἀπόκρισιν, μὴ πάνυ πικρὰν μηδʼ αὐστηρὰν εὐθύνην προσδοκῶσι· καὶ γὰρ ὡς ἀληθῶς τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα διαφέρουσιν οὐδὲν οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς καὶ διαπιστοῦντες1 ἀλλὰ μὴ πράως τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἐθέλοντες ἐπισκοπεῖν, εὐθὺς οὖν τὸ πρῶτον οὐκ ἀναγκαῖόν ἐστιν, εἰ μὴ κατοικοῦσιν ἄνθρωποι τὴν σελήνην, μάτην γεγονέναι καὶ πρὸς μηδέν. οὐδὲ γὰρ τήνδε τὴν γῆν διʼ ὅλης ἐνεργὸν οὐδὲ προσοικουμένην ὁρῶμεν, ἀλλὰ μικρὸν αὐτῆς μέρος, ὥσπερ ἄκροις τισὶν ἢ χερρονήσοις ἀνέχουσιν ἐκ βυθοῦ γόνιμόν ἐστι ζῴων καὶ φυτῶν, τῶν δʼ ἄλλων τὰ μὲν ἔρημα καὶ ἄκαρπα χειμῶσι καὶ αὐχμοῖς, τὰ δὲ πλεῖστα κατὰ τῆς μεγάλης δέδυκε θαλάσσης. ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγιγνώσκοντος2 "Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν." ἀλλὰ πολλοῦ δεῖ μάτην ταῦτα γεγονέναι· καὶ γὰρ ἀναθυμιάσεις ἡ θάλασσα μαλακὰς ἀνίησι καὶ τῶν πνευμάτων τὰ ἥδιστα, θέρους ἀκμάζοντος, ἐκ τῆς ἀοικήτου καὶ κατεψυγμένης αἱ χιόνες ἀτρέμα διατηκόμεναι χαλῶσι καὶ διασπείρουσιν ἡμέρας τε καὶ νυκτὸς ἕστηκεν ἀτρεκὴς ἐν μέσῳ φύλαξ κατὰ Πλάτωνα καὶ δημιουργός. οὐδὲν οὖν κωλύει καὶ τὴν σελήνην ζῴων μὲν ἔρημον εἶναι, παρέχειν δʼ ἀνακλάσεις τε τῷ φωτὶ περὶ αὐτὴν διαχεομένῳ καὶ συρροὴν ταῖς τῶν ἀστέρων αὐγαῖς ἐν αὐτῇ καὶ σύγκρασιν, ᾗ συνεκπέττει τε τὰς ἀπὸ τῆς γῆς ἀναθυμιάσεις, ἅμα τε καὶ τοῦ ἡλίου τὸ ἔμπυρον ἄγαν καὶ σκληρὸν ἀνίησι. καὶ πού τι καὶ παλαιᾷ φήμῃ διδόντες Ἄρτεμιν αὐτὴν νομισθῆναι φήσομεν ὡς παρθένον καὶ ἄγονον, ἄλλως δὲ βοηθητικὴν καὶ ὠφέλιμον. ἔπειτα τῶν γʼ εἰρημένων οὐδέν, ὦ φίλε Θέων, ἀδύνατον δείκνυσι τὴν λεγομένην ἐπʼ αὐτῆς οἴκησιν· ἥ τε γὰρ δίνη πολλὴν ἔχουσα πραότητα καὶ γαλήνην ἐπιλεαίνει τὸν ἀέρα καὶ διανέμει συγκατακοσμούμενον, ὥστε μηδὲν εἶναι δέος ἐκπεσεῖν καὶ ἀποσφαλῆναι τοὺς ἐκεῖ βεβιωκότας· ἥ τε μεταλλαγὴ καὶ τὸ ποικίλον τοῦτο τῆς φορᾶς καὶ πεπλανημένον οὐκ ἀνωμαλίας οὐδὲ ταραχῆς ἐστιν, ἀλλὰ θαυμαστὴν ἐπιδείκνυνται τάξιν ἐν τούτοις καὶ πορείαν οἱ ἀστρολόγοι, κύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττομένοις συνάγοντες αὐτὴν3 οἱ μὲν ἀτρεμοῦσαν, οἱ δὲ λείως καὶ ὁμαλῶς ἀεὶ τάχεσι τοῖς αὐτοῖς ἀνθυποφερομένην· αὗται γὰρ αἱ τῶν κύκλων ἐπιβάσεις καὶ περιαγωγαὶ καὶ σχέσεις πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς τὰ φαινόμενα τῆς κινήσεως ὕψη καὶ βάθη καὶ τὰς κατὰ πλάτος παραλλάξεις ἅμα ταῖς κατὰ μῆκος αὐτῆς περιόδοις ἐμμελέστατα συμπεραίνουσι. τὴν δὲ πολλὴν θερμότητα καὶ συνεχῆ πύρωσιν ὑφʼ ἡλίου παύσῃ φοβούμενος, ἂν πρῶτον μὲν ἀντιθῇς ταῖς ἕνδεκα θεριναῖς συνόδοις τὰς πανσελήνους· εἴσῃ δὲ τὸ συνεχὲς τῆς μεταβολῆς ταῖς ὑπερβολαῖς χρόνον οὐκ ἐχούσαις πολὺν ἐμποιεῖν κρᾶσιν οἰκείαν καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρεῖν, ἀμέσου δὲ τούτων, ὡς εἰκός, ὥραν ἔαρι προσφορωτάτην ἔχουσιν. ἔπειτα πρὸς μὲν ἡμᾶς καθίησι διʼ ἀέρος θολεροῦ καὶ συνεπερείδοντος θερμότητα ταῖς ἀναθυμιάσεσι τρεφομένην· ἐκεῖ δὲ λεπτὸς ὢν καὶ διαυγὴς ὁ ἀὴρ σκίδνησι καὶ διαχεῖ τὴν αὐγήν, ὑπέκκαυμα καὶ σῶμα μηδὲν ἔχουσαν. ὕλην δὲ καὶ καρποὺς αὐτοῦ μὲν ὄμβροι τρέφουσιν, ἑτέρωθι δέ, ὥσπερ ἄνω περὶ Θήβας παρʼ ὑμῖν καὶ Συήνην, οὐκ ὄμβριον ὕδωρ ἀλλὰ γηγενὲς ἡ γῆ πίνουσα καὶ χρωμένη πνεύμασι καὶ δρόσοις οὐκ ἂν ἐθελήσειεν, οἶμαι, τῇ πλεῖστον ὑομένῃ πολυκαρπία συμφέρεσθαι4 διʼ ἀρετήν τινα καὶ κρᾶσιν. τὰ δʼ αὐτὰ φυτὰ τῷ γένει παρʼ ἡμῖν μέν, ἐὰν σφόδρα πιεσθῇ χειμῶσιν, ἐκφέρει πολὺν καὶ καλὸν καρπόν ἐν δὲ Λιβύῃ καὶ παρʼ ὑμῖν ἐν Αἰγύπτῳ δύσριγα κομιδῇ καὶ δειλὰ πρὸς χειμῶνάς ἐστι. τῆς δὲ Γεδρωσίας καὶ Τρωγλοδύτιδος, ἣ καθήκει πρὸς τὸν ὠκεανόν ἀφόρου διὰ ξηρότητα καὶ ἀδένδρου παντάπασιν οὔσης, ἐν τῇ παρακειμένῃ καὶ περικεχυμένῃ θαλάττῃ θαυμαστὰ μεγέθη φυτῶν τρέφεται καὶ κατὰ βυθοῦ τέθηλεν· ὧν τὰ μὲν ἐλαίας τὰ δὲ δάφνας τὰ δʼ Ἴσιδος τρίχας καλοῦσιν. οἱ δʼ ἀνακαμψέρωτες οὗτοι προσαγορευόμενοι, τῆς γῆς ἐξαιρεθέντες, οὐ μόνον ζῶσι κρεμάμενοι χρόνον ὅσον βούλεταί τις ἀλλὰ βλαστάνουσιν.
在狄翁讲完这些之后,我说:“你用谈话中的诙谐极其巧妙、极其出色地舒展了我们的眉毛,以至于我们心中也生出了作答的勇气,因为我们预料这绝不会是一场严苛辛辣的审问。事实上,那些对此类说法深恶痛绝、全无信任的人,与那些对此深信不疑的人并无二致,他们都不愿平心静气地审视可能与可行的事物。那么首先,即便人类并不居住在月亮上,月亮也并非必然是无端且徒然生成的。因为即便我们眼前的这片大地,我们也没看到它处处生机勃勃或有人定居,反而只是其中很小一部分宛如从深渊中隆起的岬角或半岛,孕育着动物与植物;其余的部分,有的因严冬或干旱而荒芜不毛,大部分则沉没在汪洋大海之下。而你一向珍视并赞赏阿里斯塔库斯,并不去听克拉特斯这样朗读: ‘大洋乃是为人类与诸神 创造的万物之源,它漫流于大地绝大部分之上。’ 然而这些绝非徒然生成。因为大海升腾起温和的蒸气,而在盛夏时分,从那无人居住且冰封的区域,积雪缓缓消融,释放并播撒出最怡人的微风;而大地按照柏拉图的说法,乃是坚定地屹立于中央的、昼夜的‘守护者与创造者’。因此,完全没有什么能妨碍月亮虽然没有动物生存,却能为弥漫在其周围的光芒提供反射,并在自身中汇聚和交融群星的光辉,借此共同调熟大地的蒸气,同时又缓解太阳过分炽烈与酷烈的暴晒。或许我们还可以顺应古老的传说宣称,人们将月亮视作阿耳忒弥斯,正因她虽是童贞不育的,却在其他方面具有助益与功效。再者,亲爱的狄翁,所列举的各项理由,没有一条能证明人们所说的月上居住是不可能的。因为那旋转蕴含着极大的温和与宁静,使空气平滑流转,并在共同被梳理规整中均匀分布,从而居住在彼处的人根本无须畏惧被抛落或跌滑。此外,运动的变化、复杂以及这种看似的漫游,并不是不规则或混乱的体现;天文学家在这些现象中展示出了一种令人惊叹的秩序与轨迹,他们将月亮契合于一些围绕着其他圆周展开的圆周之中,有人设想其保持静止,有人则设想其以平稳、均匀且始终如一的速度向相反方向运行。正是这些圆周的叠加、回旋以及它们彼此之间乃至与我们之间的关系,极其和谐地构成了月亮运动中可见的高低起伏、横向的偏移以及纵向的运行周期。至于太阳所造成的过盛燥热与持续焦烤,如果你首先将满月与十一次夏季的合相相对置,便不会再对此感到恐惧;你将会明白,由于极端状态持续时间不长,这种不断的更迭促成了恰当的气候调和,消除了各自的过激之处,并且很自然地在两者之间拥有最接近春季的气象。其次,太阳射向我们这里的热量,是通过混浊而紧密推挤的大气,由蒸气所滋养的;但在那里,稀薄而透彻的空气驱散并播洒了光芒,这光芒毫无助燃之物或实体的支撑。再说到树木与果实,在我们这里是雨水滋润它们,但在别处,例如你们那里底比斯上游与西埃涅一带,大地饮用的不是雨水而是从自身内部涌出的水源,并借助风与露水;我想,由于某种特质与气候调和,它不会愿意在丰产多实上与降雨最多的地方等量齐观。同一种类的植物,在我们这里若受严冬的逼迫,便会结出丰富而美好的果实;但在利比亚以及你们埃及,却极为畏寒,对严冬恐惧脆弱。在濒临大洋的盖德罗西亚与穴居人之地,陆地虽因干燥而完全荒芜无树,然而在毗邻环绕的海洋之中,深渊里却滋养着尺寸惊人的植物且生机盎然;人们有的称之为橄榄,有的称之为月桂,有的称之为伊西斯之发。而那些被称为安纳坎普塞罗斯的植物,即使从土壤中拔出,不仅能在悬空状态下想活多久就活多久,甚至还能抽芽吐绿。”
- 25τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα διαφέρουσιν οὐδὲν οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς καὶ διαπιστοῦντες
动词 διαφέρουσιν 支配表示比较的属格 τῶν σφόδρα πεπεισμένων。主语为 οἱ σφόδρα δυσκολαίνοντες... καὶ διαπιστοῦντες:“对诸如此类的说法深恶痛绝且全无信任的人,与那些对此深信不疑的人毫无二致”。
- 938dΚράτητος ἀναγιγνώσκοντος
知觉动词 ἀκούεις 支配“人名+分词”的属格结构 Κράτητος ἀναγιγνώσκοντος(“听克拉特斯朗读”)。随后的诗句是对荷马史诗(如《伊利亚特》卷十四第246行)的改写引用。
- 939aκύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττομένοις συνάγοντες αὐτὴν
基于希腊化时期天文学(本轮-均轮理论)的表述。与格 κύκλοις τισὶ 表示方式或手段,分词 συνάγοντες 意为“统合/拟合(月亮的运行)”,指通过围绕均轮展开的本轮等圆周模型,在几何学上解释月球复杂的运动。
- 939cτῇ πλεῖστον ὑομένῃ πολυκαρπία συμφέρεσθαι
中动态/被动态不定词 συμφέρεσθαι 连用与格 τῇ πλεῖστον ὑομένῃ(降雨最多的大地),意为“与……相匹敌/并驾齐驱”。与格 πολυκαρπία 为限制/方面与格(“在丰产方面”)。
