- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
众人结束散步安坐之后,狄翁在苏拉开始叙述前提出质疑,从公转运动、极端温度和缺乏大气水文条件等角度探究月球是否适宜生命居住。
ἡμεῖς μὲν οὖν ἔφην ὅσα μὴ διαπέφευγε τὴν μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν ὥρα δὲ καὶ Σύλλαν παρακαλεῖν, μᾶλλον δʼ ἀπαιτεῖν τὴν διήγησιν, οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον·1 ὥστε, εἰ δοκεῖ, καταπαύσαντες τὸν περίπατον, καὶ καθίσαντες ἐπὶ τῶν βάθρων ἑδραῖον αὐτῷ παράσχωμεν ἀκροατήριον. ἔδοξε δὴ ταῦτα, καὶ καθισάντων ἡμῶν, ὁ Θέων ἐγώ τοι, ὦ Λαμπρία εἶπεν ἐπιθυμῶ μὲν οὐδενὸς ἧττον ὑμῶν ἀκοῦσαι τὰ λεχθησόμενα, πρότερον δʼ ἂν ἡδέως ἀκούσαιμι περὶ τῶν οἰκεῖν λεγομένων ἐπὶ τῆς σελήνης, οὐκ εἰ κατοικοῦσί τινες ἀλλʼ εἰ δυνατὸν ἐκεῖ κατοικεῖν· εἰ γὰρ οὐ δυνατόν, ἄλογον καὶ τὸ γῆν εἶναι τὴν σελήνην δόξει γὰρ πρὸς οὐδὲν ἀλλὰ μάτην γεγονέναι μήτε καρποὺς ἐκφέρουσα μήτε ἀνθρώποις τισὶν ἕδραν παρέχουσα καὶ γένεσιν καὶ δίαιταν ὧν ἕνεκα καὶ ταύτην γεγονέναι φαμὲν κατὰ Πλάτωνα "τροφὸν ἡμετέραν ἡμέρας τε καὶ νυκτὸς" ἀτρεκῆ "φύλακα καὶ δημιουργόν." ὁρᾷς δʼ ὅτι πολλὰ λέγεται καὶ σὺν γέλωτι καὶ μετὰ σπουδῆς περὶ τούτων. τοῖς μὲν γὰρ ὑπὸ τὴν σελήνην οἰκοῦσιν ὥσπερ Ταντάλοις ὑπὲρ κεφαλῆς ἐκκρέμασθαί φασι, τοὺς δʼ οἰκοῦντας αὖ πάλιν ἐπʼ αὐτῆς ὥσπερ Ἰξίονας ἐνδεδεμένους, ῥύμῃ τόση2 καίτοι μίαν οὐ κινεῖται κίνησιν, ἀλλʼ, ὥς που καὶ λέγεται, Τριοδῖτίς ἐστιν, ἅμα μῆκος ἐπὶ τοῦ ζῳδιακοῦ καὶ πλάτος ἐπιφερομένη καὶ βάθος· ὧν τὴν μὲν περιδρομὴν τὴν δʼ ἕλικα τὴν δʼ οὐκ οἶδα πῶς ἀνωμαλίαν ὀνομάζουσιν οἱ μαθηματικοί, καίπερ οὐδὲν ἀνώμαλον οὐδὲ τεταραγμένον ταῖς ἀποκαταστάσεσιν ὁρῶντες ἔχουσαν. οὔκουν εἰ λέων τις ἔπεσεν ὑπὸ ῥύμης εἰς Πελοπόννησον, ἄξιόν ἐστι θαυμάζειν· ἀλλʼ ὅπως οὐ μυρίʼ ὁρῶμεν ἀεὶ3 "πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὺς βίων" ἐκεῖθεν οἷον ἐκκυβιστώντων Καὶ περιτρεπόντων. καὶ μὴν γελοῖον περὶ μονῆς τῶν ἐκεῖ διαπορεῖν, εἰ μὴ γένεσιν μηδὲ σύστασιν ἔχειν δύνανται. ὅπου γὰρ Αἰγύπτιοι καὶ Τρωγλοδῦται, οἷς ἡμέρας μιᾶς ἀκαρὲς ἵσταται κατὰ κορυφὴν ὁ ἥλιος ἐν τροπαῖς εἶτʼ ἄπεισιν, ὀλίγον ἀπέχουσι τοῦ κατακεκαῦσθαι ξηρότητι τοῦ περιέχοντος· ἦπου τοὺς ἐπὶ τῆς σελήνης εἰκός ἐστι δώδεκα θερείας ὑπομένειν ἔτους ἑκάστου, κατὰ μῆνα τοῦ ἡλίου πρὸς κάθετον αὐτοῖς ἐφισταμένου καὶ στηρίζοντος, ὅταν πανσέληνος;4 πνεύματά γε μὴν καὶ νέφη καὶ ὄμβρους, ὧν χωρὶς οὔτε γένεσις φυτῶν ἔστιν οὔτε σωτηρία γενομένοις, ἀμήχανον ἐκεῖ διανοηθῆναι συνιστάμενα διὰ θερμότητα καὶ λεπτότητα τοῦ περιέχοντος· οὐδὲ γὰρ ἐνταῦθα τῶν ὀρῶν τὰ ὑψηλὰ δέχεται τοὺς ἀγρίους καὶ ἐναντίους χειμῶνας· ἀλλʼ ἤδη καὶ σάλον ἔχων ὑπὸ κουφότητος ὁ ἀὴρ ἐκφεύγει τὴν σύστασιν ταύτην καὶ πύκνωσιν εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένῳ τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας, ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς. τὴν μὲν γὰρ Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς μήτʼ ἐσθίοντας μήτε πίνοντας ἀλλʼ εὐστόμους ὄντας ὑποτύφειν καὶ θυμιᾶν καὶ τρέφεσθαι τῇ ὀσμῇ, πόθεν ἄν τις ἐκεῖ φυομένην λάβοι, μὴ βρεχομένης τῆς σελήνης;
“那么对于我们而言,”我说,“凡在彼处所言而未脱出记忆的,都已汇报完毕;现在正当邀请苏拉,或者不如说向他索取其叙述,因为他是在约定条件下成为听众的。因此,如果诸位赞成,我们不妨停下漫步,坐在石凳上,为他提供一处安坐的听讲之所。” 大家赞成这一提议。当我们坐定之后,狄翁说:“兰普里亚斯,我渴望听取即将讲述的事情,并不亚于你们中的任何人;但在那之前,我更乐意听一听关于传说中居住在月亮上的人的事情——不是探究是否真有人居住于彼,而是彼处是否可能有人居住。因为如果是不可能的,那么月亮是一片大地的主张便也是不合情理的;因为月亮若既不结出果实,又不为任何人类提供居所、产生与生存之资,似乎便是徒然且无端生成的,而按照柏拉图的说法,我们断言正是为了这些目的,大地才生成为‘我们的抚育者,以及白昼与黑夜坚实可靠的守护者和创造者’。 你也看到,对此人们或嬉笑或庄重地讲了许多话。他们说,对于住在月亮下方的人而言,月亮如坦塔罗斯之石般悬在头顶;而对于住在月亮之上的人,又宛如伊克西翁般被如此巨大的冲力捆缚其上——然而月亮并非作单一的运动,而是如俗话所说乃是‘三岔路之神’,沿着黄道带同时兼具长、宽、深三个维度的运行;数学家们将其中一种称为回旋,另一种称为螺旋,还有一种不知为何称为不规则运动,尽管他们看到月亮在复位运行中并无任何不规则或紊乱。由此看来,哪怕有一头狮子受冲力跌落到伯罗奔尼撒,也不足为奇;相反,令人奇怪的倒是,我们为何竟不曾时时看到从彼处翻滚跌落的万千‘人之倾坠与生命的抛掷’。 再说,如果那里的存在根本无法产生与存形,去费心讨论他们的留存便是荒唐的。因为在埃及人和穴居人那里,太阳于至点时仅在一天之中短暂停留于头顶即行离去,他们便已因周围空气的干燥而几近烤灼殆尽;那么月亮上的人每年承受十二个酷暑,且每月满月之时太阳都垂直临照其上并长久驻留,这又怎可能合乎情理呢?再者,说到风、云与雨露,若没有它们,既无植物的产生,已生者亦无法存续,但由于周围大气的燥热与稀薄,断不可能设想这些现象能在彼处凝结。因为即便在我们这里,高山之巅也不接纳狂暴逆反的风暴,而是那空气因其轻浮早已处于震荡之中,逃逸了此种凝结与增稠。除非对天发誓我们竟要宣称:犹如雅典娜在阿喀琉斯不进饮食时将琼浆玉液注入其体内一样,那被称为且实为雅典娜的月亮,亦向那些人每天提供甘露以养育之,正如古人费雷库德斯认为诸神借此取食一般。至于美伽斯忒涅斯所说的那种印度之根——那些既不饮亦不食、仅有口窍的人借着慢火煨烤、焚熏以吸食其气味为生——在月亮毫无雨露润泽的情形下,又有谁能从彼处取得其生长之物呢?”
- 24οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον
带有介词成语 ἐπὶ ῥητοῖς(在约定条件之下)的分词短语。表明苏拉此前担任听众是建立在明确契约之上的,即他听完前论后须投桃报李、讲述自己的故事。
- 937eτοὺς δʼ οἰκοῦντας αὖ πάλιν ἐπʼ αὐτῆς ὥσπερ Ἰξίονας ἐνδεδεμένους, ῥύμῃ τόσῃ
由前文 φασί 所支配的“对格加不定词”结构的一部分。与前一句中的与格结构(τοῖς μὲν ... ἐκκρέμασθαι)相对照,此处转为了对格(τοὺς δʼ οἰκοῦντας ... ἐνδεδεμένους)。ῥύμῃ τόσῃ 为表示手段或伴随情况的与格(“以如此剧烈的冲力/动量”)。
- 937eἀλλʼ ὅπως οὐ μυρίʼ ὁρῶμεν ἀεὶ
承接前句 οὔκουν ... ἄξιόν ἐστι θαυμάζειν(……并不值得惊奇)的省略句。此处的 ὅπως 引导从句,省略了主句谓语 θαυμάζειν ἄξιόν ἐστιν,意为“(真正值得奇怪的)倒是我们为何不曾看见……”。
- 938aὅταν πανσέληνος
由 ὅταν 引导的时间从句,省略了系动词 ᾖ 或 γένηται(“当满月之时”)。指就地球而言的满月时刻,在月球表面恰好是太阳垂直当头直射的正午。
