← 普鲁塔克

论月轮中显现的面容

§23

驳无太阳镜像论与维护月光反射说

叙述者针对那些因月亮不反映太阳镜像而否定月光反射说的观点进行驳斥,通过指出反射光角颠倒、月表粗糙以及视线在极长距离中的微弱与衰减,论证了月亮反射说的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

ἀλλʼ ἐκεῖνο μᾶλλον ἔφην ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι1 τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφʼ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄψις ἐν αὐτῷ τῷ πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τὴν τʼ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἥλιον αὐτόν, ἀφʼ οὗ τὸ φῶς τῷ ὕδατι προσπίπτον ἀνακέκλασται. τούτων δʼ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθʼ ἡμέραν, ὅταν ἀνάκλασις ἀπʼ αὐτοῦ γένηται· μὴ φαινομένου δὲ τούτου, κατʼ ἄλλον οἴονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσθαι τὸν φωτισμόν· εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην. τί οὖν ἔφη πρὸς αὐτοὺς λεκτέον ὁ Ἀπολλωνίδης; κοινὰ γὰρ ἔοικε καὶ πρὸς ἡμᾶς εἶναι τὰ τῆς ἀνακλάσεως. ἀμέλει τρόπον τινά ἔφην ἐγώ κοινά, τρόπον δʼ ἄλλον οὐδὲ κοινά· πρῶτον δʼ ὅρα τὰ τῆς εἰκόνος ὡς ἄνω ποταμῶν καὶ τραπέμπαλιν λαμβάνουσιν. ἐπὶ γῆς γάρ ἐστι καὶ κάτω τὸ ὕδωρ, ὑπὲρ γῆς δὲ σελήνη καὶ μετέωρος ὅθεν ἀντίστροφον αἱ κεκλασμέναι τὸ σχῆμα τῆς γωνίας ποιοῦσι, τῆς μὲν ἄνω πρὸς τῇ σελήνῃ τῆς δὲ κάτω πρὸς τῇ γῇ τὴν κορυφὴν ἐχούσης·2 μὴ ἅπασαν οὖν ἰδέαν κατόπτρων μηδʼ ἐκ πάσης ἀποστάσεως ὁμοίαν ἀνάκλασιν ποιεῖν ἀξιούτωσαν, ἐπεὶ μάχονται πρὸς τὴν ἐνάργειαν. οἱ δὲ σῶμα μὴ λεπτὸν μηδὲ λεῖον, ὥσπερ ἐστὶ τὸ ὕδωρ, ἀποφαίνοντες τὴν σελήνην, ἀλλʼ ἐμβριθὲς καὶ γεῶδες, οὐκ οἶδʼ ὅπως ἀπαιτοῦνται τοῦ ἡλίου τὴν ἔμφασιν ἐν αὐτῇ πρὸς τὴν ὄψιν οὐδὲ γὰρ τὸ γάλα τοὺς τοιούτους ἐσοπτρισμοὺς ἀποδίδωσιν οὐδὲ ποιεῖ τῆς ὄψεως ἀνακλάσεις διὰ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν μορίων· πόθεν γε τὴν σελήνην δυνατόν ἐστιν ἀναπέμπειν ἀφʼ ἑαυτῆς τὴν ὄψιν, ὥσπερ ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων; καίτοι καὶ ταῦτα δήπουθεν, ἐὰν ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης καταλάβῃ τὸ σημεῖον, ἀφʼ οὗ πέφυκεν ἡ ὄψις ἀνακλᾶσθαι, τυφλοῦται καὶ βλέπεται μὲν αὐτά, τὴν δʼ ἀνταύγειαν οὐκ ἀποδίδωσιν. ὁ δʼ ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφʼ ἡμᾶς ἀνακλᾶν ἀφʼ ἑαυτῆς τὴν σελήνην3 ἡδύς ἐστι. τὸν ὀφθαλμὸν ἥλιον ἀξιῶν εἶναι φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν ἄνθρωπον. τοῦ μὲν γὰρ ἡλίου διʼ εὐτονίαν καὶ λαμπρότητα πρὸς τῇ σελήνῃ γιγνομένην μετὰ πληγῆς τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς εἰκός ἐστιν· ἡ δʼ ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλιγοστή, τί θαυμαστὸν εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ μήτʼ ἀφαλλομένη τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται καὶ ἀπολείπει, πλῆθος οὐκ ἔχουσα φωτὸς ὥστε μὴ διασπᾶσθαι περὶ τὰς ἀνωμαλίας καὶ τραχύτητας; ἀπὸ μὲν γὰρ ὕδατος καὶ τῶν ἄλλων ἐσόπτρων ἰσχύουσαν ἔτι τῆς ἀρχῆς ἐγγὺς οὖσαν ἐπὶ τὸν ἥλιον ἅλλεσθαι τὴν ἀνάκλασιν οὐκ ἀδύνατόν ἐστιν· ἀπὸ δὲ τῆς σελήνης, κἂν γίγνωνταί τινες ὀλισθήσεις αὐτῆς, ἀσθενεῖς ἔσονται καὶ ἀμυδραὶ καὶ προαπολείπουσαι διὰ τὸ μῆκος τῆς ἀποστάσεως, καὶ γὰρ ἄλλως τὰ μὲν κοῖλα τῶν ἐσόπτρων εὐτονωτέραν ποιεῖ τῆς προηγουμένης αὐγῆς τὴν ἀνακλωμένην, ὥστε καὶ φλόγας ἀναπέμπειν πολλάκις· τὰ δὲ κυρτὰ καὶ τὰ σφαιροειδῆ τῷ μὴ πανταχόθεν ἀντερείδειν ἀσθενῆ καὶ ἀμαυράν. ὁρᾶτε δήπουθεν, ὅταν ἴριδες δύο φανῶσι, νέφους νέφος ἐμπεριέχοντος, ἀμαυράν ποιοῦσαν καὶ ἀσαφῆ τὰ χρώματα τὴν περιέχουσαν τὸ γὰρ ἐκτὸς νέφος ἀπωτέρω τῆς ὄψεως κείμενον οὐκ εὔτονον οὐδʼ ἰσχυρὰν τὴν ἀνάκλασιν ἀποδίδωσι. καὶ τί δεῖ πλείονα λέγειν; ὅπου γὰρ τὸ τοῦ ἡλίου φῶς ἀνακλώμενον ἀπὸ τῆς σελήνης τὴν μὲν θερμότητα πᾶσαν ἀποβάλλει, τῆς δὲ λαμπρότητος αὐτοῦ λεπτὸν ἀφικνεῖται μόλις πρὸς ἡμᾶς καὶ ἀδρανὲς λείψανον· ἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι4 πρὸς τὸν ἥλιον ἀπὸ τῆς σελήνης; ἐγὼ μὲν οὐκ οἶμαι. σκοπεῖτε δʼ εἶπον καὶ ὑμεῖς· εἰ ταὐτὰ πρὸς τὸ ὕδωρ καὶ τὴν σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον, οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων· εἰ δʼ οὐ γίγνονται πρὸς ταῦτα τῆς ὄψεως ἀνακλάσεις διʼ ἀσθένειαν αὐτῆς ἢ τραχύτητα τῆς σελήνης, μηδὲ πρὸς τὸν ἥλιον ἀπαιτῶμεν.

“然而倒是那一点,”我说,“似乎反驳了所谓从月亮而来的反射,那就是:站在反射光芒中的人,不仅能看到被照亮之物,还能看到施照之物。因为每当光芒从水面跃向墙壁,视线处于因反射而被照亮的那同一地点时,它便能看清三样东西:反射的光芒、产生反射的水,以及那自身之光射向水面而被反射的太阳本身。既然这些事实是公认而显见的,他们便要求那些主张大地受月亮反射照亮的人指出:在夜间月亮中映现出太阳,正如白昼从水面产生反射时太阳映现在水中一样;而倘若这并未显现,他们便认为照亮是以另一种方式发生,并非通过反射;如果不是这样,月亮甚至就不是大地。” “那么,”阿波罗尼德斯说,“对他们当说些什么呢? 因为反射的问题似乎对我们也是共通的。” “诚然,在某种意义上,”我说,“是共通的,但在另一种意义上则全然不共通。首先请看,他们是如何本末倒置、逆水行舟般理解这个比拟的。因为水在地上且在下方,而月亮在地上方且在高处;因此折射的光线所形成的角的形状是颠倒的,其顶点一者在上方月亮处,另一者在下方大地处。所以,切勿要求各种形式的镜子、也不要要求从任意距离都产生同样的反射,因为他们是在违抗显明的事实。再者,那些指明月亮并非如水那般细腻平滑、而是沉重且具大地性质之物体的人,不知为何竟被要求在月亮中向视线显出太阳的映像。须知即使是牛奶,由于其微粒的不规则与粗糙,也不会提供此类镜影,也不会引起视线的反射;那么月亮又怎能像更光滑的镜子那样,将视线从自身发射回去呢?然而即便是这些镜子,倘若有任何划痕、污垢或粗糙占据了视线原本自然反射的点,镜面就会失效,镜子本身虽能被看见,却不再回射光辉。 而那要求月亮若非也将我们的视线从自身反射到太阳、便连太阳也不从自身反射到我们这里的人,实是过于天真,竟要求眼睛是太阳、视线是光、人是上天。因为就太阳而言,由于其强劲与辉煌,在月亮处产生的反射带着冲击传至我们这里是合情合理的;但视线既是微弱、纤细而少量的,若它既不能产生回击的冲撞,跃出时也不能保持其连续性,反而破碎、衰竭,缺乏足以避免在不平与粗糙处四散分裂的光量,又何足为奇呢?因为从水面和其他镜子出发,反射光在靠近发源处仍有力量时跳跃至太阳并非不可能;但从月亮出发,即使视线发生若干滑脱,由于距离遥远,也必将是微弱、暗淡并预先衰竭的。况且在其他方面,凹面镜能使反射光比入射光更为强劲,以至于屡屡喷出火焰;而凸面镜与球面镜因不能从各个方向抗衡支撑,便使反射光微弱而暗淡。你们想必见过,每当双虹显现、云层包裹着另一云层时,包裹在外的那道〔虹〕使其色彩暗淡而模糊;因为外层的云距离视线更远,无法产生强劲有力的反射。又何须多言?因为太阳的光从月亮反射时已丧失了全部热量,其明亮中只有微细而乏力的残余勉强到达我们这里;那么,沿着同等往返双程行进的视线,难道还可能有哪怕一点点微末的残余从月亮到达太阳吗?我反正不以为然。你们自己也审视一下吧,”我说,“如果视线对于水和月亮承受着同样的感受,那么满月就理应像其余镜子那样映现出大地、植物、人类和星辰的形象;但倘若由于视线本身的微弱或月亮的粗糙,对这些事物的反射并未发生,我们也不当对太阳强求反射。”

语法注4 条
  1. 23ἀλλʼ ἐκεῖνο μᾶλλον ... ἐλέγχειν δοκεῖ ... ὅτι

    指示代词 ἐκεῖνο 预先指代了其后 ὅτι 引导的从句(“处于反射光中的人亦能看到光源”),该 ὅτι 从句在句法上充当 ἐκεῖνο 的同位语。

  2. 936dτῆς μὲν ἄνω πρὸς τῇ σελήνῃ τῆς δὲ κάτω πρὸς τῇ γῇ τὴν κορυφὴν ἐχούσης

    独立属格结构。承接前文的 γωνίας,以 μὲν ... δέ 对比两个“角”,分别阐述了反向的光学几何结构:“一个角顶点(κορυφή)在上方对着月亮,另一个在下方对着大地”。

  3. 936eὁ δʼ ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφʼ ἡμᾶς ἀνακλᾶν ἀφʼ ἑαυτῆς τὴν σελήνην

    主语为分词短语 ὁ ἀξιῶν,支配一个带不定词的宾格结构(不定词 ἀνακλᾶν,逻辑主语为 τὴν σελήνην)。相关连词 ἢ ... ἢ 并列了不定词的两个宾语及方向状语:“将我们的视线反射至太阳(τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον)”或“甚至根本不将太阳反射至我们这里(μηδὲ τὸν ἥλιον ἐφʼ ἡμᾶς)”。

  4. 937bἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι

    小词 ἦπου 表达强烈的反问或怀疑语气(“难道……还可能吗?”即不可能)。τῆς ὄψεως ... φερομένης 为独立属格,δίαυλον 作同族或状语性宾格,表示往返的双程跑道。非人称动词 ἐνδέχεται 支配不定词 ἐξικέσθαι,其逻辑主语为 μόριον ὁτιοῦν λείψανον(“哪怕极微小的残余”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:23