- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼德斯通过几何测算指出月球阴影面积过于巨大,以此质疑峡谷说;讲述者则通过光源距离拉长阴影的原理解释满月时的阴影放大现象,从而予以反驳。
ὑπολαβὼν δʼ ὁ Ἀπολλωνίδης εἶτʼ, ὦ πρὸς αὐτῆς ἔφη τῆς Σελήνης, δυνατὸν εἶναι δοκεῖ ὑμῖν ῥηγμάτων τινῶν ἢ φαράγγων εἶναι σκιὰς κἀκεῖθεν ἀφικνεῖσθαι δεῦρο πρὸς τὴν ὄψιν, ἢ τὸ συμβαῖνον οὐ λογίζεσθε κἀγὼ τουτὶ εἴπω; ἀκούοιτε δὲ καίπερ οὐκ ἀγνοοῦντες. ἡ μὲν διάμετρος τῆς σελήνης δυοκαίδεκα δακτύλους ἔχει τὸ φαινόμενον ἐν τοῖς μέσοις ἀποστήμασι μέγεθος.1 τῶν δὲ μελάνων καὶ σκιερῶν ἕκαστον ἡμιδακτυλίου φαίνεται μεῖζον, ὥστε τῆς διαμέτρου μεῖζον ἢ εἰκοστοτέταρτον εἶναι. καὶ μήν, εἰ μόνων ὑποθοίμεθα τὴν περίμετρον τῆς σελήνης τρισμυρίων σταδίων μυρίων δὲ τὴν διάμετρον, κατὰ τὸ ὑποκείμενον οὐκ ἔλαττον ἂν εἴη πεντακοσίων σταδίων ἐν αὐτῇ τῶν σκιερῶν ἕκαστον. ὅρα δὴ πρῶτον, ἂν δυνατὸν τῇ σελήνῃ τηλικαῦτα βάθη καὶ τηλικαύτας εἶναι τραχύτητας, ὥστε σκιὰν ποιεῖν τοσαύτην ἔπειτα πῶς οὖσαι τηλικαῦται τὸ μέγεθος ὑφʼ ἡμῶν οὐχ ὁρῶνται κἀγὼ μειδιάσας πρὸς αὐτὸν εὖγʼ ἔφην ὅτι τοιαύτην ἐξεύρηκας ἀπόδειξιν, ὦ Ἀπολλωνίδη, διʼ ἧς κἀμὲ καὶ σαυτὸν ἀποδείξεις τῶν Ἀλωαδῶν ἐκείνων εἶναι μείζονας οὐκ ἐν ἅπαντι μέντοι χρόνῳ τῆς ἡμέρας ἀλλὰ πρωῒ μάλιστα καὶ δείλης, εἰ οἴει, τὰς σκιὰς ἡμῶν τοῦ ἡλίου ποιοῦντος ἠλιβάτους, τὸν καλὸν τοῦτʼ αἰσθήσει παρέχειν συλλογισμόν, ὡς, εἰ μέγα τὸ σκιαζόμενον, ὑπερμέγεθες τὸ σκιάζον. ἐν Λήμνῳ μὲν οὐδέτερος ἡμῶν εὖ οἶδʼ ὅτι γέγονε, τουτὶ μέντοι τὸ τεθρυλημένον ἰαμβεῖον ἀμφότεροι πολλάκις ἀκηκόαμεν "Ἄθως καλύψει πλευρὰ Λημνίας βοός·" ἐπιβάλλει γὰρ ἡ σκιὰ τοῦ ὄρους, ὡς ἔοικε, χαλκῷ τινι βοιδίῳ, μῆκος ἀποτείνουσα διὰ τῆς θαλάττης οὐκ ἔλαττον ἑπτακοσίων σταδίων, τὸ κατασκιάζον ὕψος εἶναι διὰ τὴν αἰτίαν ὅτι2 πολλαπλασίους αἱ τοῦ φωτὸς ἀποστάσεις τῶν σωμάτων τὰς σκιὰς ποιοῦσι. δεῦρο δὴ θεῶ καὶ τῆς σελήνης, ὅτε πάμμηνός ἐστι καὶ μάλιστα τὴν ἰδέαν ἔναρθρον τοῦ προσώπου βαθύτητι τῆς σκιᾶς ἀποδίδωσι, τὸ μέγιστον ἀπέχοντα διάστημα τὸν ἥλιον3 ἡ γὰρ ἀπόστασις τοῦ φωτὸς αὕτη τὴν σκιὰν μεγάλην, οὐ τὰ μεγέθη τῶν ὑπὲρ τὴν σελήνην ἀνωμαλιῶν, πεποίηκε. καὶ μὴν οὐδὲ τῶν ὀρῶν τὰς ὑπεροχὰς ἐῶσι μεθʼ ἡμέραν αἱ περιαυγαὶ τοῦ ἡλίου καθορᾶσθαι, τὰ μέντοι βαθέα καὶ κοῖλα φαίνεται καὶ σκιώδη πόρρωθεν. οὐδὲν οὖν ἄτοπον, εἰ καὶ τῆς σελήνης τὴν ἀντίληψιν καὶ τὸν ἐπιφωτισμὸν οὐκ ἔστι καθορᾶν ἀκριβῶς, αἱ δὲ τῶν σκιερῶν παραθέσεις παρὰ τὰ λαμπρὰ τῇ διαφορᾷ τὴν ὄψιν οὐ λανθάνουσιν.
阿波罗尼德斯插话道:“那么,以月亮女神本身的名义,你们真的认为这些斑纹可能是某些裂缝或峡谷的阴影,并且能从那里一直传达到我们这里的视线中吗?抑或是你们并未计算其实际发生的情况,而需要由我来说明?请听一听,尽管你们并非不知。在平均距离下,月亮的直径表现为十二指的视大小。其中每一个幽暗而阴蔽的部分看起来都大于半指,因此大于直径的二十四分之一。此外,即使我们假定月亮的周长仅有三万斯塔德,直径为一万斯塔德,按照这个前提,其上每一个阴蔽的部分也不会少于五百斯塔德。那么请首先审视,月亮上是否可能存在如此之大的深渊与险峻,以至于能投下这般巨大的阴影;其次,它们既有如此巨大的尺寸,为何竟未被我们看见?” 我微笑着对他说:“妙极了,阿波罗尼德斯,你竟找出了这样的证明,借此你将证明你我二人比传说中的阿罗阿代兄弟还要高大——当然并非在一天的所有时间,而尤其是在清晨和傍晚,如果你认为,当太阳把我们的影子拉得如高山般耸立时,这能为感官提供那般精妙的推论:‘若被遮蔽之物庞大,则投下阴影之物必极度宏大。’我们二人谁也没去过利姆诺斯岛,这一点我很清楚;然而这句流传甚广的短长格诗句,我们却都听过无数次: ‘阿索斯山将遮蔽利姆诺斯雌牛的肋腹。’ 因为那座山的影子正如传闻那样落在一头青铜小母牛身上,横跨大海延伸出不少于七百斯塔德的长度,而投下阴影的高度之所以并非如此巨大,原因就在于光源的距离使物体的阴影成倍放大。那么,请同样观察月亮,当它处于望月、因阴影的深邃而最清晰地显现面容的轮廓时,太阳与它的距离是最遥远的;正是光源的这一距离造成了巨大的阴影,而非月表凹凸本身的尺寸所致。况且在白天,太阳四射的强光并不允许人们看清山脉的突起,然而深邃、凹陷和幽暗之处却能从远处显现。因此,即使在月亮上人们无法精确辨识受光面和光照,而幽暗部分置于明亮部分之旁的并列却因对比而未逃过视线,也绝非任何怪异之事。”
- 935dτὸ φαινόμενον ἐν τοῖς μέσοις ἀποστήμασι μέγεθος
作为ἔχει支配的宾语或与δυοκαίδεκα δακτύλους同位的同位对格或范围对格,表达天文学专业概念“视大小”。其结构意为月球直径在平均距离下“依其表观大小拥有十二指”。
- 936aτὸ κατασκιάζον ὕψος εἶναι διὰ τὴν αἰτίαν ὅτι
此处理解为引申出逻辑推论的“对格加不定词”结构,上下文省略了如οὐ τοσοῦτον这类的谓语形容词。其结构表明:尽管阴影越海延伸达七百斯塔德,但“投下阴影的高峰本身(并非如此巨大),其原因在于”光源的距离放大了物体的影子。
- 936aτὸ μέγιστον ἀπέχοντα διάστημα τὸν ἥλιον
由祈使语气动词θεῶ(源自θεάομαι)所支配的“对格+分词”知觉宾语结构。τὸ μέγιστον διάστημα作表示程度的内宾格(状语性对格),前面的属格τῆς σελήνης则是分词ἀπέχοντα的起点(分离属格),整个骨架意为“请观察太阳与月亮隔着最大的距离”。
