← 普鲁塔克

论月轮中显现的面容

§21#2

月食色彩变化与作为天上大地的月球

叙述者援引大地上的色彩现象与荷马的诗句,论证月食期间多样的色彩并不意味着月亮是火,反而表明它是古代苏格拉底所描述的那种具有宏伟起伏与秀美风貌的天上大地,并阐明其神圣地位以及月面斑纹所对应的深渊构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21#2

ὅπου δὲ πορφυρίσιν ἐνταῦθα καὶ φοινικίσι λίμναις τε καὶ ποταμοῖς1 δεχομένοις ἥλιον ἐπίσκια χωρία γειτνιῶντα συγχρῴζεται καὶ περιλάμπεται, διὰ τὰς ἀνακλάσεις ἀποδιδόντα πολλοὺς καὶ διαφόρους ἀπαυγασμούς, τί θαυμαστὸν εἰ ῥεῦμα πολὺ σκιᾶς ἐμβάλλον ὥσπερ εἰς πέλαγος οὐράνιον οὐ σταθεροῦ φωτὸς οὐδʼ ἠρεμοῦντος ἀλλὰ μυρίοις ἄστροις ἐλαυνομένου μίξεις τε παντοδαπὰς καὶ μεταβολὰς λαμβάνοντος, ἄλλην ἄλλοτε χρόαν ἐκματτόμενον ἀπὸ τῆς σελήνης ἐνταῦθʼ ἀποδίδωσιν; ἄστρον μὲν γὰρ ἢ πῦρ οὐκ ἂν ἐν σκιᾷ διαφανείη μέλαν ἢ γλαυκὸν ἢ κυανοειδές· ὄρεσι δὲ καὶ πεδίοις καὶ θαλάσσαις πολλαὶ μὲν ἀφʼ ἡλίου μορφαὶ χρωμάτων ἐπιτρέχουσι καὶ σκιαῖς καὶ ὁμίχλαις, οἵας φαρμάκοις γραφικοῖς μιγνύμενον ἐπάγει βαφὰς τὸ λαμπρόν· ὧν τὰ μὲν τῆς θαλάττης ἐπικεχείρηκεν ἁμωσγέπως ἐξονομάζειν Ὅμηρος ἰοειδέα καλῶν καὶ οἴνοπα πόντον, αὖθις δέ πορφύρεον κῦμα γλαυκήν τʼ ἄλλως θάλασσαν καὶ λευκὴν γαλήνην τὰς δὲ περὶ τὴν γῆν διαφορὰς τῶν ἄλλοτʼ ἄλλως ἐπιφαινομένων χρωμάτων παρῆκεν, ὡς ἀπείρους τὸ πλῆθος οὔσας. τὴν δὲ σελήνην οὐκ εἰκὸς ὥσπερ τὴν θάλασσαν μίαν ἔχειν ἐπιφάνειαν, ἀλλʼ ἐοικέναι μάλιστα τῇ γῇ τὴν φύσιν, ἣν ἐμυθολόγει Σωκράτης ὁ παλαιός, εἴτε δὴ ταύτην αἰνιττόμενος εἴτε δὴ ἄλλην τινὰ διηγούμενος οὐ γὰρ ἄπιστον οὐδὲ θαυμαστόν, εἰ μηδὲν ἔχουσα διεφθορὸς ἐν ἑαυτῇ μηδʼ ἰλυῶδες, ἀλλὰ φῶς τε καρπουμένη καθαρὸν ἐξ οὐρανοῦ καὶ θερμότητος οὐ διακαοῦς οὐδὲ μανικοῦ πυρὸς ἀλλὰ νοτεροῦ καὶ ἀβλαβοῦς καὶ κατὰ φύσιν ἔχοντος οὖσα πλήρης, κάλλη τε θαυμαστὰ κέκτηται τόπων ὄρη τε φλογοειδῆ καὶ ζώνας ἁλουργοὺς ἔχει χρυσόν τε καὶ ἄργυρον οὐκ ἐν βάθει διεσπαρμένον, ἀλλὰ πρὸς τοῖς πεδίοις ἐξανθοῦντα πολὺν ἢ πρὸς ὕψεσι λείοις περιφερόμενον· εἰ δὲ τούτων ὄψις ἀφικνεῖται διὰ τῆς σκιᾶς ἄλλοτʼ ἄλλη πρὸς ἡμᾶς ἐξαλλαγῇ καὶ διαφορᾷ τινι τοῦ περιέχοντος, τό γε μὴν τίμιον οὐκ ἀπόλλυσι τῆς δόξης οὐδὲ τὸ θεῖον ἡ σελήνη, ἥτις ἱερὰ πρὸς ἀνθρώπων νομιζομένη μᾶλλον ἢ πῦρ θολερόν, ὥσπερ οἱ Στωικοὶ λέγουσι, καὶ τρυγῶδες. πῦρ μέν γε παρὰ Μήδοις καὶ Ἀσσυρίοις βαρβαρικὰς ἔχει τιμάς, οἳ φόβῳ τὰ βλάπτοντα θεραπεύουσι πρὸ τῶν σεμνῶν ἀφοσιούμενοι· τὸ δὲ γῆς ὄνομα παντί που φίλον Ἕλληνι καὶ τίμιον, καὶ πατρῷον ἡμῖν ὥσπερ ἄλλον τινὰ θεὸν σέβεσθαι. πολλοῦ δὲ δέομεν ἄνθρωποι τὴν σελήνην, γῆν οὖσαν ὀλυμπίαν, ἄψυχον ἡγεῖσθαι σῶμα2 καὶ ἄνουν καὶ ἄμοιρον ὧν θεοῖς ἀπάρχεσθαι προσήκει, νόμῳ τε τῶν ἀγαθῶν ἀμοιβὰς τίνοντας καὶ κατὰ φύσιν σεβομένους τὸ κρεῖττον ἀρετῇ καὶ δυνάμει καὶ τιμιώτερον. ὥστε μηδὲν οἰώμεθα πλημμελεῖν γῆν αὐτὴν θέμενοι, τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς,3 ὥσπερ ἡ παρʼ ἡμῖν ἔχει γῆ κόλπους τινὰς μεγάλους, οὕτως ἐκείνην ἀνεπτύχθαι βάθεσι μεγάλοις καὶ ῥήξεσιν ὕδωρ ἢ ζοφερὸν ἀέρα περιέχουσιν, ὧν ἐντὸς οὐ καθίησιν οὐδʼ ἐπιψαύει τὸ τοῦ ἡλίου φῶς, ἀλλʼ ἐκλείπει καὶ διεσπασμένην ἐνταῦθα τὴν ἀνάκλασιν ἀποδίδωσιν.

既然在我们这里,临近紫色与深红色织物、或是临近接纳阳光的湖泊与河流的阴凉之处,会染上色彩、周遭被照亮,因反光而回射出多种多样的光辉,那么,当庞大的阴影之流倾泻入那并非静止、亦非平息、而是被无数星辰驱策并经历各种混合与变化的苍穹光海之中时,若它从月亮上印取不同的色泽并时常变换着回射于此,又有什么可惊奇的呢?因为若是星辰或火,绝不会在阴影中透出黑、灰或青蓝的色泽;而在山峦、原野与海洋上,以及在阴影与薄雾之中,阳光会掠过多种多样的色彩形态,正如光亮与画家颜料混合时所赋予的色泽一样。荷马曾试图勉强称呼海的那些色彩,称其为“紫罗兰色的”和“酒色的大海”,又称其为“紫色的波浪”、“青灰的大海”和“白色的平静”;然而对于大地上时而呈现的不同色彩之差异,他却未加详述,因为其数量是无穷的。月亮也不大可能像大海那样拥有单一的表面,反而其自然本性极可能与古代苏格拉底所神话叙述的那片大地相似——不论他当时是在暗指这月亮,还是在讲述某种别的大地。因为,若月亮自身之中并无任何腐败或淤泥之物,而是从天上领受纯净的光,并充盈着并非炽烈狂暴、而是温润、无害且合乎自然的火之热度,那么它便拥有令人赞叹的秀丽居所,拥有如火之山峦与深红色的地带,且金银并非散布于深处,而是在原野上繁茂显露,或环绕于平滑的高处,这绝非难以置信,亦非怪异之事。若这些景象透过阴影,因周围介质的某种变化和差异而时时变换着传达到我们眼中,月亮也绝不会丧失其尊严的声誉或神性,因为人们视其为圣洁之物,而非如斯多亚派所说的那种浑浊而充满沉渣的火。火在米底人和亚述人那里确实享有野蛮的崇敬,他们出于恐惧,在庄严之物之前先行赎罪般地讨好那些有害之物;然而对于大地之名,想必对每一位希腊人来说都是亲切而尊贵的,我们世代将其作为神灵之一加以崇敬。作为人类,我们绝不至于将月亮——这天上的大地——视为无灵无心之躯,亦不至于认为它无份享有适于向神灵献作初熟祭之物,而我们本就依习俗报答善意,依天性崇敬在德行与力量上更优越、更尊贵之物。因此,当我们假定月亮乃是大地时,切莫以为犯了任何过失;至于它这显现出来的面庞,正如我们这里的大地拥有若干巨大的海湾一样,它亦被巨大的深渊与裂隙所敞开,其中容纳着水或幽暗的空气,阳光既无法降临其内,亦无法触及,而是衰竭散失,并在那里折射出破碎的反光。

语法注3 条
  1. 21ὅπου δὲ πορφυρίσιν ἐνταῦθα καὶ φοινικίσι λίμναις τε καὶ ποταμοῖς

    表前提的连词 ὅπου(“既然在……之处”)与副词 ἐνταῦθα(“在我们这里的地上”)构成了前提句,与后文的修辞性疑问句 τί θαυμαστὸν εἰ...(“……又有什么可惊奇的呢?”)相呼应,将地上织物及水体反射光线的经验事实类比到月食时的天体光影现象上。

  2. 935cπολλοῦ δὲ δέομεν ἄνθρωποι τὴν σελήνην... ἄψυχον ἡγεῖσθαι σῶμα

    惯用成语 πολλοῦ δέω 接不定词,意为“远未做到某事/绝不至于做某事”。主语是 ἄνθρωποι(“我们作为人类”)。其后的宾格分词 τίνοντας 和 σεβομένους 作不定词 ἡγεῖσθαι 的逻辑主语的同位成分(或与动作主体的人格相呼应),表明人类依规矩报答恩惠并崇奉神明的前提背景。

  3. 935cὥστε μηδὲν οἰώμεθα πλημμελεῖν γῆν αὐτὴν θέμενοι, τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς

    ὥστε 引导劝勉虚拟语气 οἰώμεθα(“因此让我们认为……”)。随后句式转向依赖该动词的“宾格加不定词”结构(ἐκείνην ἀνεπτύχθαι,“那月亮已被……敞开”)。短语 τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς 则作为前置的话题化成分,引出 ὥσπερ ... οὕτως(正如……同样地……)所构成的海湾与深渊的类比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:21#2