← 普鲁塔克

论月轮中显现的面容

§21#1

月食中的月色与月亮的致密土性

在琉喀奥斯之后,法尔纳克以月食时的炭红色为由主张月亮是火性星辰,阿波罗尼德则否认天上有阴影;叙述者驳斥了词句之争,指出炭红色反而证明月亮具有致密实体,且月食时多样的颜色变化表明其固有本色实为黑暗而土性的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21#1

εἰπόντος δὲ τοῦτο τοῦ Λευκίου, συνεξέδραμον ἅμα πως τῷ λόγῳ ὅ τε Φαρνάκης καὶ ὁ Ἀπολλωνίδης εἶτα, τοῦ Ἀπολλωνίδου παρέντος, ὁ Φαρνάκης εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν· οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυράν, ἥτις ἴδιός ἐστιν αὐτῆς. ὁ δʼ Ἀπολλωνίδης ἐνέστη περὶ τῆς σκιᾶς ἀεὶ γὰρ οὕτως ὀνομάζειν τοὺς μαθηματικοὺς τὸν ἀλαμπῆ τόπον σκιάν τε μὴ δέχεσθαι τὸν οὐρανόν. ἐγὼ δὲ τοῦτο μὲν ἔφην πρὸς τοὔνομα μᾶλλον ἐριστικῶς ἢ πρὸς τὸ πρᾶγμα φυσικῶς καὶ μαθηματικῶς ἐνισταμένου·1 τὸν γὰρ ἀντιφραττόμενον ὑπὸ τῆς γῆς τόπον εἰ μὴ σκιάν τις ἐθέλοι καλεῖν ἀλλʼ ἀφεγγὲς χωρίον, ὅμως ἀναγκαῖον ἐν αὐτῷ τὴν σελήνην γενομένην. καὶ ὅλως ἔφην εὔηθές ἐστιν ἐκεῖ μὴ φάναι τῆς γῆς ἐξικνεῖσθαι τὴν σκιάν, ὅπου ἡ σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῇ ὄψει καὶ διήκουσα πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖ.2 πρὸς σὲ δέ, ὦ Φαρνάκη, τρέψομαι· τὸ γὰρ ἀνθρακῶδες ἐκεῖνο καὶ διακαὲς χρῶμα τῆς σελήνης, ὃ φῂς ἴδιον αὐτῆς εἶναι, σώματός ἐστι πυκνότητα καὶ βάθος ἔχοντος· οὐδὲν γὰρ ἐθέλει τοῖς ἀραιοῖς ὑπόλειμμα φλογὸς οὐδʼ ἴχνος ἐμμένειν οὐδʼ ἔστιν ἄνθρακος γένεσις, οὗ μὴ στερέμνιον σῶμα, δεξάμενον διὰ βάθους τὴν πύρωσιν καὶ σῷζον· ὥς που καὶ Ὅμηρος εἴρηκεν "αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλὸξ ἀνθρακιὴν στορέσασα" ὁ γὰρ ἄνθραξ ἔοικεν οὐ πῦρ ἀλλὰ σῶμα πεπυρωμένον εἶναι καὶ πεπονθὸς ὑπὸ πυρός, στερεῷ καὶ ῥίζαν ἔχοντι προσμένοντος ὄγκῳ καὶ προσδιατρίβοντος· αἱ δὲ φλόγες ἀραιᾶς εἰσιν ἔξαψις καὶ ῥεύματα τροφῆς καὶ ὕλης, ταχὺ διʼ ἀσθένειαν ἀναλυομένης· ὥστʼ οὐδὲν ἂν ὑπῆρχε τοῦ γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐναργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ ἀνθρακῶδες.3 ἀλλʼ οὐκ ἔστιν, ὦ φίλε Φαρνάκη· πολλὰς γὰρ ἐκλείπουσα χρόας ἀμείβει καὶ διαιροῦσιν αὐτὰς οὕτως οἱ μαθηματικοὶ κατὰ χρόνον καὶ ὥραν ἀφορίζοντες ἂν ἀφʼ ἑσπέρας ἐκλείπῃ, φαίνεται μέλαινα δεινῶς ἄχρι τρίτης ὥρας καὶ ἡμισείας· ἂν δὲ μέσῃ, τοῦτο δὴ τὸ ἐπιφοινίσσον ἵησι καὶ πυρωπόν· ἀπὸ δʼ ἑβδόμης ὥρας καὶ ἡμισείας ἀνίσταται τὸ ἐρύθημα· καὶ τέλος ἤδη πρὸς ἕω λαμβάνει χρόαν κυανοειδῆ καὶ χαροπήν, ἀφʼ ἧς δὴ καὶ μάλιστα γλαυκῶπιν αὐτὴν οἱ ποιηταὶ καὶ Ἐμπεδοκλῆς ἀνακαλοῦνται. τοσαύτας οὖν χρόας ἐν τῇ σκιᾷ τὴν σελήνην λαμβάνουσαν ὁρῶντες οὐκ ὀρθῶς ἐπὶ μόνον καταφέρονται τὸ ἀνθρακῶδες, ὃ μάλιστα φήσαι τις ἂν ἀλλότριον αὐτῆς εἶναι καὶ μᾶλλον ὑπόμιγμα καὶ λεῖμμα τοῦ φωτὸς διὰ τῆς σκιᾶς περιλάμποντος· ἴδιον δὲ τὸ μέλαν καὶ γεῶδες.

琉喀奥斯说完这话之后,法尔纳克和阿波罗尼德几乎同时就这番话争相发言;随后阿波罗尼德退让,法尔纳克便说,正是这一点极好地证明了月亮是一颗星辰或火体;因为月亮在食期间并非完全不可见,而是隐隐透出某种炭火般森严的色泽,那是它所独有的。但阿波罗尼德对阴影提出了异议,说数学家们总是把无光的地方称为阴影,而天空并不接受阴影。我便说: “这更多是针对名称所作的争辩性发难,而非针对事物本身所作的自然学与数学反驳;因为大地所阻挡的区域,即便有人不愿称之为阴影而宁愿称为无光之地,然而一旦月亮进入其中,结果仍是必然的。而且总的说来,”我说, “当月亮的阴影落在我们的视线上并延伸至大地、从而造成日食之时,若说大地的阴影达不到那里,是极其愚蠢的。然而法尔纳克啊,我要转向你:因为月亮那炭火般灼热的色泽——你说是其所独有的——乃是属于具有密度和深度的形体;因为在稀薄之物中,绝不会存留任何火焰的残余或痕迹,若没有一个能够深入接受炽热并将其保存的坚实体,就绝不会有木炭的产生;正如荷马在某处所言: ‘然而当火之精华飞逝,火焰 铺开炭火而平息之时……’ 因为木炭似乎并不是火,而是一个被点燃并受火作用的形体,火停驻并流连于一个坚固而有根底的块体之中;而火焰则是稀薄燃料与质料的引燃和流淌,由于其脆弱而迅速消散。因此,若那炭火般的色泽确是月亮固有的颜色,便再没有其他证据能如此清晰地证明月亮是土性且致密的了。但事实并非如此,亲爱的法尔纳克;因为月亮在食期间会变换许多颜色,数学家们根据时间和时辰将其区分如下:若在黄昏发生食,直到第三时辰半它都显得极为黑暗;若在子夜,它便释放出这种泛红而如火的色泽;从第七时辰半起红晕消退;最终临近拂晓时,它呈现出青蓝而明亮的灰色,诗人们和恩培多克勒正是因这颜色而最常称它为‘目光明亮者’。因此,眼见月亮在阴影中呈现如此多的色泽,人们却单单抓住那炭火般的颜色是不恰当的,人们大可以说那炭色其实与它最不相干,倒不如说是透过阴影环绕四周照射之光的掺杂与残留;而月亮自身固有的颜色乃是黑暗和土性的。”

语法注3 条
  1. 934aἐνισταμένου

    属格分词 ἐνισταμένου 与省略的系动词 ἐστίν 构成表特征的谓语属格(τοῦτο μέν [ἐστιν] ἐνισταμένου),意为“这是(像阿波罗尼德那样)提出异议之人的说法”。

  2. 934aὅπου ἡ σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῇ ὄψει καὶ διήκουσα πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖ

    关系副词 ὅπου 在此不仅表示空间地点(“在……之处”),还带有对比与让步性的语境含义(“既然……/在……的情况下”),用以突显否定地球阴影能够达到的荒谬性,因为月影恰恰能延伸至地表形成日食。

  3. 934cὥστʼ οὐδὲν ἂν ὑπῆρχε τοῦ γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐναργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ ἀνθρακῶδες.

    由主句的 ἄν + 未完成过去时直陈式(ὑπῆρχε)和从句的 εἴπερ + 未完成过去时直陈式(ἦν)构成的与事实相反的虚拟条件句(contrary-to-fact condition),表达“如果炭红色确为月球固有,便不会有其他证据如此明显……(但实际上并非固有)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:21#1