← 普鲁塔克

论月轮中显现的面容

§20

月食的天文论据与月亮的不透光性

琉喀奥斯详细阐述了日月食的几何与天文证据(阴影的圆锥形、初亏方位的相反、远地点与近地点食延长的差异),并运用归谬法指出,若月亮是火性的星辰天体,便应在阴影中闪亮,以此证明月亮是不透光的土性实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

ἀλλὰ τί δή ἔφη μετὰ τοῦτο τῶν τεκμηρίων ἐλέχθη; κἀγώ τὴν αὐτήν ἔφην ἐλάμβανεν ἡ σελήνη ἔκλειψιν. ὀρθῶς εἶπεν ὑπέμνησας ἀλλὰ δὴ πότερον ὡς πεπεισμένων ὑμῶν καὶ τιθέντων1 ἐκλείπειν τὴν σελήνην ὑπὸ τοῦ σκιάσματος ἁλισκομένην ἤδη τρέπωμαι πρὸς τὸν λόγον, ἢ βούλεσθε μελέτην ποιήσωμαι καὶ ἀπόδειξιν ὑμῖν τῶν ἐπιχειρημάτων ἕκαστον ἀπαριθμήσας; νὴ Δίʼ εἶπεν ὁ Θέων τούτοις καὶ ἐμμελέτησον· ἐγὼ δὲ καὶ, πειθοῦς τινος δέομαι, ταύτῃ μόνον ἀκηκοὼς, ὡς ἐπὶ μίαν εὐθεῖαν τῶν τριῶν σωμάτων γιγνομένων, γῆς καὶ ἡλίου καὶ σελήνης, αἱ ἐκλείψεις συντυγχάνουσιν ἡ γὰρ γῆ τῆς σελήνης ἢ πάλιν ἡ σελήνη τῆς γῆς ἀφαιρεῖται τὸν ἥλιον· ἐκλείπει γὰρ οὗτος μὲν σελήνης σελήνη δὲ γῆς ἐν μέσῳ τῶν τριῶν ἱσταμένης· ὧν γίγνεται τὸ μὲν ἐν συνόδῳ τὸ δʼ ἐν διχομηνίᾳ καὶ ὁ Λεύκιος ἔφη σχεδὸν μέντοι τῶν λεγομένων κυριώτατα ταῦτʼ ἐστί· πρόσλαβε δὲ πρῶτον, εἰ βούλει, τὸν ἀπὸ τοῦ σχήματος τῆς σκιᾶς λόγον· ἔστι γὰρ κῶνος, ἅτε καὶ μεγάλου πυρὸς ἢ φωτὸς σφαιροειδοῦς ἐλάττονα σφαιροειδῆ δὲ περιβάλλοντος ὄγκον· ὅθεν ἐν ταῖς ἐκλείψεσι τῆς σελήνης αἱ περιγραφαὶ τῶν μελαινομένων πρὸς τὰ λαμπρὰ τὰς ἀποτομὰς περιφερεῖς ἴσχουσιν· ἃς γὰρ ἂν στρογγύλῳ στρογγύλῳ προσμῖξαν ἢ δέξηται τομὰς ἢ παράσχῃ,2 πανταχόσε χωροῦσαι διʼ ὁμοιότητα γίγνονται κυκλοτερεῖς; δεύτερον οἶμαί σε γιγνώσκειν, ὅτι σελήνης μὲν ἐκλείπει πρῶτα μέρη τὰ πρὸς ἀπηλιώτην, ἡλίου δὲ τὰ πρὸς δύσιν, κινεῖται δʼ ἡ μὲν σκιὰ τῆς γῆς ἐπὶ τὴν ἑσπέραν ἀπὸ τῶν ἀνατολῶν, ἥλιος δὲ καὶ σελήνη τοὐναντίον ἐπὶ τὰς ἀνατολάς. ταῦτα γὰρ ἰδεῖν τε παρέχει τῇ αἰσθήσει τὰ φαινόμενα κἀκ λόγων οὐ πάνυ τι μακρῶν μαθεῖν ἔστιν· ἐκ δὲ τούτων ἡ αἰτία βεβαιοῦται τῆς ἐκλείψεως. ἐπεὶ γὰρ ἥλιος μὲν ἐκλείπει καταλαμβανόμενος, σελήνη δʼ ἀπαντῶσα τῷ ποιοῦντι τὴν ἔκλειψιν, εἰκότως μᾶλλον δʼ ἀναγκαίως ὁ μὲν ὄπισθεν ἁλίσκεται πρῶτον ἡ δʼ ἔμπροσθεν3 ἄρχεται γὰρ ἐκεῖθεν ἡ ἐπιπρόσθησις, ὅθεν πρῶτον ἐπιβάλλει τὸ ἐπιπροσθοῦν ἐπιβάλλει δʼ ἐκείνῳ μὲν ἀφʼ ἑσπέρας ἡ σελήνη πρὸς αὐτὸν ἁμιλλωμένη, ταύτῃ δʼ ἀπὸ τῶν ἀνατολῶν, ὡς πρὸς τοὐναντίον ὑποφερομένη. τρίτον τοίνυν ἔτι τὸ τοῦ χρόνου λάβε καὶ τὸ τοῦ μεγέθους τῶν ἐκλείψεων αὐτῆς. ὑψηλὴ μὲν ἐκλείπουσα καὶ ἀπόγειος ὀλίγον ἀποκρύπτεται χρόνον, πρόσγειος δὲ καὶ ταπεινὴ αὐτὸ τοῦτο παθοῦσα σφόδρα πιέζεται καὶ βραδέως ἐκ τῆς σκιᾶς ἄπεισι· καίτοι ταπεινὴ μὲν οὖσα τοῖς μεγίστοις χρῆται κινήμασιν, ὑψηλὴ δὲ τοῖς ἐλαχίστοις. ἀλλὰ τὸ αἴτιον ἐν τῇ σκιᾷ τῆς διαφορᾶς ἔστιν· εὐρυτάτη γὰρ οὖσα περὶ τὴν βάσιν, ὥσπερ οἱ κῶνοι, συστελλομένη τε κατὰ μικρὸν εἰς ὀξὺ τῇ κορυφῇ καὶ λεπτὸν ἀπολήγει πέρας. ὅθεν ἡ σελήνη ταπεινὴ μὲν ἐμπεσοῦσα τοῖς μεγίστοις λαμβάνεται κύκλοις ὑπʼ αὐτῆς καὶ διαπερᾷ τὸ βύθιον καὶ σκοτωδέστατον ἄνω δʼ οἷον ἐν τενάγει διὰ λεπτότητα τοῦ σκιεροῦ χρανθεῖσα ταχέως ἀπαλλάττεται. παρίημι δʼ ὅσα χωρὶς ἰδίᾳ πρὸς τὰς βάσεις καὶ τὰς διαφορήσεις ἐλέχθη· καὶ γὰρ ἐκεῖναι μέχρι γε τοῦ ἐνδεχομένου προσίενται τὴν αἰτίαν· ἀλλʼ ἐπανάγω πρὸς τὸν ὑποκείμενον λόγον ἀρχὴν ἔχοντα τὴν αἴσθησιν. ὁρῶμεν γὰρ ὅτι πῦρ ἐκ τόπου σκιεροῦ διαφαίνεται καὶ διαλάμπει μᾶλλον εἴτε παχύτητι τοῦ σκοτώδους ἀέρος, οὐ δεχομένου τὰς ἀπορρεύσεις καὶ διαχύσεις ἀλλὰ συνέχοντος ἐν ταὐτῷ τὴν οὐσίαν καὶ σφίγγοντος· εἴτε τῆς αἰσθήσεως τοῦτο πάθος ἐστίν, ὡς τὰ θερμὰ παρὰ τὰ ψυχρὰ θερμότερα καὶ τὰς ἡδονὰς παρὰ τοὺς πόνους σφοδροτέρας, οὕτω τὰ λαμπρὰ φαίνεσθαι παρὰ τὰ σκοτεινὰ φανερά, τοῖς διαφόροις πάθεσιν ἀντεπιτείνοντα τὴν φαντασίαν. ἔοικε δὲ πιθανώτερον εἶναι τὸ πρότερον· ἐν γὰρ ἡλίῳ πᾶσα πυρὸς φύσις οὐ μόνον τὸ λαμπρὸν ἀπόλλυσιν, ἀλλὰ τῷ εἴκειν γίγνεται δύσεργος καὶ ἀμβλυτέρα· σκίδνησι γὰρ ἡ θερμότης καὶ διαχεῖ τὴν δύναμιν. εἴπερ οὖν ἡ σελήνη πυρὸς εἴληχε βληχροῦ καὶ ἀδρανοῦς, ἄστρον οὖσα θολερώτερον, ὥσπερ αὐτοὶ λέγουσιν, οὐδὲν ὧν πάσχουσα φαίνεται νῦν, ἀλλὰ τἀναντία πάντα πάσχειν αὐτὴν προσῆκόν ἐστι,4 φαίνεσθαι μὲν ὅτε κρύπτεται, κρύπτεσθαι δʼ ὁπηνίκα φαίνεται· τουτέστι κρύπτεσθαι μὲν τὸν ἄλλον χρόνον ὑπὸ τοῦ περιέχοντος αἰθέρος ἀμαυρουμένην, ἐκλάμπειν δὲ καὶ γίγνεσθαι καταφανῆ διʼ ἓξ μηνῶν καὶ πάλιν διὰ πέντε τῇ σκιᾷ τῆς γῆς ὑποδυομένην. αἱ γὰρ πέντε καὶ ἑξήκοντα καὶ τετρακόσιαι περίοδοι τῶν ἐκλειπτικῶν πανσελήνων τὰς τέσσαρας καὶ τετρακοσίας ἑξαμήνους ἔχουσι τὰς δʼ ἄλλας πενταμήνους. ἔδει τοίνυν διὰ τοσούτων χρόνων φαίνεσθαι τὴν σελήνην ἐν τῇ σκιᾷ λαμπρυνομένην· ἡ δʼ ἐν τῇ σκιᾷ μὲν ἐκλείπει καὶ ἀπόλλυσι τὸ φῶς, ἀναλαμβάνει δʼ αὖθις, ὅταν ἐκφύγῃ τὴν σκιάν, καὶ φαίνεταί γε πολλάκις ἡμέρας, ὡς πάντα μᾶλλον ἢ πύρινον οὖσα σῶμα καὶ ἀστεροειδές.

“那么,”他说,“在此之后又提出了哪些证据呢?” 我便说: “月亮受到同样的食。” “说得完全正确,”他说,“你提醒了我。但是,我是应当把你们视为已被说服并承认月亮因陷入阴影而发生食、从而直接转向论述呢,还是你们希望我将各个论证一一列举,为你们作一番演习和证明?” “凭宙斯起誓,”西翁说,“就请你把这些也好好演习一番吧;因为我也需要某种说服,我此前只听说过:当大地、太阳和月亮这三个形体处于同一直线时,食便会发生;因为大地使月亮失去太阳,抑或月亮使大地失去太阳;太阳在月亮立于三者之中时发生食,而月亮在大地立于其中时发生食;其中前者发生在朔时,后者发生在望时。” 琉喀奥斯说: “然而这些差不多就是所论之事中最根本的了。不过,若你愿意,请先接受来自阴影形状的论证:阴影呈圆锥形,因为一个巨大的球状火体或光源环绕着一个较小的球状实体;因此在月食中,变黑部分对照于明亮部分的轮廓截线始终保持为圆弧形;因为无论一个球体与另一个球体相交时承受还是造成截面,由于相似性,向各处伸展的截线都会成为圆形。第二,我想你也知道,月亮最先发生食的是偏东的部分,而太阳最先发生食的是偏西的部分;并且大地的阴影从东方移向黄昏(西方),而太阳和月亮则相反,朝向东方移动。这些现象既向感官提供了直观,又可以通过并不冗长的论述获知;由这些现象,食的原因便得到了确证。因为太阳是因被追及而发生食,月亮则是因迎面遇到造成食的物体而发生食,因此前者必然且合乎情理地最先从后方被捕获,而后者则从前方被截住;因为遮蔽始于遮蔽物最先接触的一侧;月亮是在与太阳竞争中从西方接触太阳,而阴影则是在月亮朝相反方向运行时从东方接触月亮。第三,请再考虑关于其食的持续时间与幅度:当月亮处于高位且在远地点发生食时,它被遮蔽的时间很短;但当它处于低位且在近地点遭受这同一作用时,它受到强烈的压迫并缓慢地走出阴影——尽管它处于低位时运动速度最大,处于高位时速度最小。但这差异的原因存在于阴影之中:因为阴影如同圆锥一样,在其底面周围最宽,逐渐收缩,而在顶点终结为尖锐而纤细的末梢。因此,月亮处于低位时落入其中,被其最大的圆圈所捕获,并穿过其最深沉幽暗之处;但在高处时,仅因阴影区域的纤薄而如同在浅滩中沾染片刻,便迅速摆脱出来。我略去分别针对底面和扩散所说的那些话,因为它们也在可能范围内承认了这一原因。但我回到以感官为出发点的既定论述上:因为我们看到,火从有阴影的地方透出并闪耀得更加明亮,这要么是由于幽暗空气的稠密,它不接受散逸和扩散,而是将其实体凝聚并禁锢在同一处;要么是感官所受的作用,正如温热之物在寒冷之物旁显得更热、快乐在痛苦之旁显得更强烈一样,明亮之物在黑暗之物旁显得清晰分明,以截然相反的作用强化了表象。前者似乎更具说服力;因为在日光之下,一切火的本性不仅失去光泽,而且因屈服而变得迟钝无力;因为热量驱散并稀释了其力量。因此,如果月亮分得了微弱无力的火,如他们自己所说的是一颗较为混浊的星辰,那么它绝不应遭受它现在显出遭受的任何现象,反而应当遭受完全相反的现象:在被隐藏时显现,而在显现时被隐藏;换言之,其余时间它应当被周围的以太所掩盖而隐匿,而每隔六个月、有时每隔五个月在钻入大地的阴影之下时,它才应当闪耀并变得明晰可见。因为在月食满月的四百六十五个周期中,有四百零四个是六个月间隔,其余则是五个月间隔。因此,本应隔着这样的时间,月亮在阴影中显出变得更加明亮;然而实际上它在阴影中遭受食并失去光芒,一旦脱离阴影便重新恢复光芒,并且经常在白昼显现,这表明它绝非任何火性与星状的形体。”

语法注4 条
  1. 932dὡς πεπεισμένων ὑμῶν καὶ τιθέντων

    由 ὡς 引导的属格独立结构(genitive absolute),表示说话者假定或主观认定的前提(“假定你们已被说服并承认”),在句中作修饰深思熟虑虚拟语气 τρέπωμαι 的状语。

  2. 932eἃς γὰρ ἂν στρογγύλῳ στρογγύλῳ προσμῖξαν ἢ δέξηται τομὰς ἢ παράσχῃ

    重复出现的与格 στρογγύλῳ 意指“一个球体与另一个球体”(即球体相互接触)。中性分词 προσμῖξαν 与省略的主语(球形物体)相一致,关系代词结构 ἃς ... τομάς 充当 δέξηται 与 παράσχῃ 的宾语(“无论接受还是造成何种截面”),与主句中变为圆形的切口相呼应。

  3. 933aἐπεὶ γὰρ ἥλιος μὲν ἐκλείπει καταλαμβανόμενος, σελήνη δʼ ἀπαντῶσα τῷ ποιοῦντι τὴν ἔκλειψιν, εἰκότως μᾶλλον δʼ ἀναγκαίως ὁ μὲν ὄπισθεν ἁλίσκεται πρῶτον ἡ δʼ ἔμπροσθεν

    由 ἐπεί 引导的原因状语从句与主句形成的对称对比结构。太阳(ὁ μέν)被更快的月亮从后方追及(καταλαμβανόμενος),故从后方(西侧)先食;月亮(ἡ δέ)则迎面撞上造成食的阴影(ἀπαντῶσα),故从前方(东侧)先食,逻辑主语与方位副词严格对应。

  4. 933dεἴπερ οὖν ἡ σελήνη πυρὸς εἴληχε βληχροῦ καὶ ἀδρανοῦς ... οὐδὲν ὧν πάσχουσα φαίνεται νῦν, ἀλλὰ τἀναντία πάντα πάσχειν αὐτὴν προσῆκόν ἐστι

    针对斯多亚学派观点的反驳性条件句(归谬法)。前件 εἴπερ ... εἴληχε(“如果月亮确实分得了微弱的火”)引出主句的 προσῆκόν ἐστι 加上宾格不定词(αὐτὴν ... πάσχειν),指出月亮理应经历与其显现受到的实际现象(ὧν πάσχουσα φαίνεται νῦν)全然相反的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:20