← 普鲁塔克

论月轮中显现的面容

§19

从日食与日落的相似性看月与地的同性

琉喀奥斯通过日食与日落的相似性展开第二个比拟,论证月亮同大地造成黑夜一样造成日食,从而二者具有相同本性。他进一步通过二者体积的差异解释了食的持续时间与黑暗程度的差别,并反驳了星体自身能够投射阴影的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

ἐπεὶ δὲ πάντες ἐπῄνεσαν τὸν Λεύκιον, εὖ γʼ ἔφην ὅτι καλῷ λόγῳ καλὴν ἀναλογίαν προσέθηκας· οὐ γὰρ ἀποστερητέον σε τῶν ἰδίων κἀκεῖνος ἐπιμειδιάσας οὐκοῦν ἔφη καὶ δεύτερον ἀναλογίᾳ προσχρηστέον, ὅπως μὴ τῷ ταὐτὰ πάσχειν ὑπὸ ταὑτοῦ μόνον ἀλλὰ καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σελήνην προσεοικυῖαν.1 ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ τὸν ἥλιον γιγνομένων ὅμοιόν ἐστιν, ὡς ἔκλειψις ἡλίου δύσει, δότε μοι, ταύτης ἔναγχος τῆς συνόδου μνησθέντες, ἣ πολλὰ μὲν ἄστρα πολλαχόθεν τοῦ οὐρανοῦ διέφηνεν εὐθὺς ἐκ μεσημβρίας ἀρξαμένη, κρᾶσιν δʼ οἵαν τὸ λυκαυγὲς τῷ ἀέρι παρέσχεν· εἰ δὲ μή,2 Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τούτοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον, ἐν ταῖς ἐκλείψεσιν ὀλοφυρομένους ἄστρον φανερώτατον κλεπτόμενον καί μέσῳ ἄματι νύκτα γινομένην καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου σκότου ἀτραπὸν φάσκοντας· ἐπὶ πᾶσι δὲ τὸν Ὅμηρον νυκτὶ καὶ ζόφῳ τὰ πρόσωπα κατέχεσθαι τῶν ἀνθρώπων λέγοντα καὶ τὸν ἥλιον ἐξαπολωλέναι τοῦ οὐρανοῦ περὶ τὴν σελήνην καὶ τοῦτο γίγνεσθαι πέφυκε τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δʼ ἱσταμένοιο. τὰ λοιπὰ δʼ οἶμαι ταῖς μαθηματικαῖς ἀκριβείαις εἰς τὸν ἐξῆχθαι καὶ βέβαιον, ὡς ἥ γε νύξ ἐστι σκιὰ γῆς, ἡ δʼ ἔκλειψις τοῦ ἡλίου σκιὰ σελήνης, ὅταν ἡ ὄψις ἐν αὐτῇ γένηται. δυόμενος γὰρ ὑπὸ τῆς γῆς ἀντιφράττεται πρὸς τὴν ὄψιν, ἐκλιπὼν δʼ ὑπὸ τῆς σελήνης· ἀμφότεραι δʼ εἰσὶν ἐπισκοτήσεις, ἀλλʼ ἡ μὲν δυτικὴ τῆς γῆς ἡ δʼ ἐκλειπτικὴ τῆς σελήνης, τῇ σκιᾷ καταλαμβανούσης τὴν ὄψιν.3 ἐκ δὲ τούτων εὐθεώρητον τὸ γιγνόμενον. εἰ γὰρ ὅμοιον τὸ πάθος, ὅμοια τὰ ποιοῦντα· τῷ γὰρ αὐτῷ ταὐτὰ συμβαίνειν ὑπὸ τῶν αὐτῶν ἀναγκαῖόν ἐστιν. εἰ δʼ οὐχ οὕτω τὸ περὶ τὰς ἐκλείψεις σκότος βύθιόν ἐστιν οὐδʼ ὁμοίως τῇ νυκτὶ πιέζει τὸν ἀέρα, μὴ θαυμάζωμεν· οὐσία μὲν γὰρ ἡ αὐτὴ τοῦ τὴν νύκτα ποιοῦντος καὶ τοῦ τὴν ἔκλειψιν σώματος, μέγεθος δʼ οὐκ ἴσον· ἀλλʼ Αἰγυπτίους μὲν ἑβδομηκοστόδυον οἶμαι φάναι μόριον εἶναι τὴν σελήνην, Ἀναξαγόραν δʼ ὅση Πελοπόννησος. Ἀρίσταρχος δὲ τὴν διάμετρον τῆς γῆς πρὸς τὴν διάμετρον τῆς σελήνης λόγον ἔχουσαν ἀποδείκνυσιν, ὃς ἐλάττων μὲν ἢ ἑξήκοντα πρὸς δεκαεννέα, μείζων δʼ ἢ ὡς ἑκατὸν ὀκτὼ πρὸς τεσσαράκοντα τρίʼ ἐστίν. ὅθεν ἡ μὲν γῆ παντάπασι τῆς ὄψεως τὸν ἥλιον ἀφαιρεῖται διὰ μέγεθος· μεγάλη γὰρ ἡ ἐπιπρόσθησις καὶ χρόνον ἔχουσα τὸν τῆς νυκτός· ἡ δὲ σελήνη κἂν ὅλον ποτὲ κρύψῃ τὸν ἥλιον, οὐκ ἔχει χρόνον οὐδὲ πλάτος ἡ ἔκλειψις, ἀλλὰ περιφαίνεταί τις αὐγὴ περὶ τὴν ἴτυν, οὐκ ἐῶσα βαθεῖαν γενέσθαι τὴν σκιὰν καὶ ἄκρατον. Ἀριστοτέλης δʼ ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν σελήνην ἐκλείπουσαν ἢ τὸν ἥλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν· ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ. ὁ δὲ Ποσειδώνιος ὁρισάμενος οὕτω τόδε τὸ πάθος ἔκλειψίς ἐστιν ἡλίου σύνοδος σκιᾶς σελήνης, ἧς τὴν ἔκλειψιν ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξαι πρὸς τὸν ἥλιον· ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς, οὐκ οἶδʼ ὅ τι λέγειν ἑαυτῷ καταλέλοιπεν ἄστρου δὲ σκιὰν ἀδύνατον γενέσθαι· τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλʼ ἀναιρεῖν πέφυκεν.

当众人都赞扬琉喀奥斯时,“好极了,”我说,“你为绝妙的论述加上了绝妙的比拟;因为绝不可剥夺属于你自己的功绩。” 他也微微一笑: “那么,”他说, “我们还必须采用第二个比拟,好让我们不仅通过它们受制于同一种东西承受相同的作用,而且通过它们对相同对象造成相同的作用,来证明月亮酷似大地。请你们回想最近的那次日月相合——它自正午开始,立刻使许多星辰从天穹各处显现出来,并给空气带来宛如微光黄昏般的混融——并准许我提出:在有关太阳的一切现象中,没有什么能像日食与日落那样相似;否则,我们这里的西翁就要引出米姆涅尔摩斯、屈狄亚斯和阿尔基罗科斯,此外还有斯忒西科罗斯和平达,他们在日食时哀叹 ‘最显赫的星辰被偷走’, 以及 ‘正午时分成了黑夜’, 并声称太阳的光线是‘黑暗的蹊径’;而在所有人之上,他还要引出荷马, 荷马说‘人们的面孔被黑夜与幽暗笼罩,太阳已从天穹中殒灭’, 并且这自然发生在月亮周围, ‘当前月将尽而后月伊始之际’。 至于其余的道理,我认为通过数学上的严密论证已被带入确凿之境,即:黑夜是大地的阴影,而日食则是视线落入其中时月亮的阴影。因为当太阳下落时,它被大地阻隔于视线之外;而当日食发生时,则被月亮阻隔。两者都是遮蔽,但日落的遮蔽属于大地,日食的遮蔽则属于月亮,由其阴影截断视线。由此,所发生的事便容易明了。因为如果所受的作用相似,施加作用者亦相似;因为相同的作用必然由相同性质的造因发生于相同的事物之上。如果日食时的黑暗不像黑夜那样深沉,也不像黑夜那样压迫空气,我们切莫感到惊异;因为造成黑夜的形体与造成日食的形体本性相同,但体积并不均等。我想埃及人曾说月亮是大地的七十二分之一,阿那克萨哥拉则说它有伯罗奔尼撒半岛那么大。而阿里斯塔克证明,大地的直径与月亮的直径之比,小于六十比十九,但大于一百零八比四十三。因此,大地由于其巨大而在视线中将太阳完全抹除——因为遮挡面巨大且具有黑夜的长久持续时间;然而月亮即使有时遮蔽了整个太阳,日食也缺乏持续时间与广度,反倒有一圈光辉显现在轮缘周围,不容许阴影变得深沉而纯粹。古人亚里士多德在其他几条原因之外,亦以此作为月食被观察到的次数多于日食的原因:因为太阳由于月亮的阻挡而发生食,而月亮则由于[大地的阻挡]。而波塞冬尼奥斯将这种现象定义如下: ‘日食是月亮阴影的相合’,因为日食仅对那些视线被月亮的阴影截断从而与太阳阻隔的人而言才成立;但他既然承认月亮的阴影投向我们,我便不知他还给自己留下了什么可以说的话;因为星辰的阴影是绝不可能产生的。因为那未被照亮之物才被称为阴影,而光并不产生阴影,它生来就是消除阴影的。”

语法注3 条
  1. 931dὅπως μὴ τῷ ταὐτὰ πάσχειν ὑπὸ ταὑτοῦ μόνον ἀλλὰ καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σελήνην προσεοικυῖαν

    带冠词的不定式 τῷ ... πάσχειν 和 τῷ ... ποιεῖν 作表示手段或原因的与格。动词 ἀποδείξωμεν 支配宾格 τὴν σελήνην 作为直接宾语,完成时分词 προσεοικυῖαν 作其宾语补足语(即 ἀποδείκνυμι 搭配宾格加分词的结构)。宾格 ταὐτόν 作副词性修饰或内宾语,指“对于同一对象造成相同作用”,整句构成目的从句。

  2. 931eεἰ δὲ μή

    习惯性省略条件句,意为“否则/如果不这样的话”。它承接前文的祈使语气 δότε μοι(“请准许我……”):若听众不承认这一前提,主句便以将来时直陈语气(Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει...)幽默地表示同座的西翁将会搬出古典诗人们的诗句作为权威证据来反驳。

  3. 932aτῇ σκιᾷ καταλαμβανούσης τὴν ὄψιν

    表示伴随状况的分词结构。现在时分词 καταλαμβανούσης(阴性单数属格)直接与前文的属格 τῆς σελήνης 保持性、数、格一致;τῇ σκιᾷ 是表示手段的与格(“用其阴影”),修饰分词动作“截断视线”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:19