← 普鲁塔克

论月轮中显现的面容

§18

从月相分界与反射论证月亮的坚硬实体

卢基乌斯根据月相的明暗分界以及光的反射现象论证:月亮不可能是易于渗透融合的以太或火焰实体,而必然具有如同大地一般致密且反射光芒的坚实体质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

τὸ δʼ ὅλον ἔφη θαυμάζω πῶς τὴν διχότομον ἐφʼ ἡμᾶς κινοῦσιν, ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ τῆς μηνοειδοῦς.1 εἰ γὰρ αἰθέριον ὄγκον ἢ πύρινον ὄντα τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐτῆς σκιερὸν ἀεὶ καὶ ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθησιν, ἀλλʼ εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιιών, ὅλην ἀναπίμπλασθαι καὶ διʼ ὅλης τρέπεσθαι τῷ φωτὶ πανταχόσε χωροῦντι διʼ εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος ὕδατος θιγὼν κατὰ πέρας, καὶ σταγὼν αἵματος εἰς ὑγρὸν ἐμπεσόντος, ἀνέχρωσε πᾶν ἅμα φοινιχθέν· αὐτὸν δὲ τὸν ἀέρα λέγουσιν οὐκ ἀπορροαῖς τισὶν οὐδʼ ἀκτῖσι μεμιγμέναις ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι· πῶς ἄστρον ἄστρου καὶ φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι, μηδὲ σύγχυσιν ποιεῖν διʼ ὅλου καὶ μεταβολὴν ἀλλʼ ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν;2 ὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην,3 νῦν μὲν ἐπιπίπτοντα τῷ διορίζοντι τὸ ὁρατὸν αὐτῆς καὶ τὸ ἀόρατον, νῦν δʼ ἀνιστάμενον πρὸς ὀρθὰς, ὥστε τέμνειν ἐκείνου ὑπʼ ἐκείνου τε τέμνεσθαι, καὶ ἄλλαις κλίσεσι καὶ σχέσεσι τοῦ λαμπροῦ πρὸς τὸ σκιερὸν ἀμφικύρτους καὶ μηνοειδεῖς ἀποδιδόντα μορφὰς ἐν αὐτῇ, παντὸς μᾶλλον ἐπιδείκνυσιν οὐ σύγκρασιν ἀλλʼ ἐπαφήν, οὐδὲ σύλλαμψιν ἀλλὰ περίλαμψιν αὐτῆς ὄντα τὸν φωτισμόν. ἐπεὶ δʼ οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο τῆς αὐγῆς ἀναπέμπει τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυρίσασθαι τῷ λόγῳ περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνακλάσεις γίγνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδʼ ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον νοῆσαι ῥᾴδιον· ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ καὶ κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ καὶ ἀπʼ αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδʼ ἀντερείδων, ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων πολλὰς ἀντιλάμψεις καὶ περιλάμψεις ἀποδίδωσιν. οὕτω δὲ καὶ τὴν γῆν ὁρῶμεν ὑπʼ αὐτοῦ φωτιζομένην· οὐ γὰρ εἰς βάθος ὥσπερ ὕδωρ οὐδὲ διʼ ὅλης ὥσπερ ἀὴρ διίησι τὴν αὐγήν· ἀλλʼ οἷος τὴν σελήνην περιστείχει κύκλος αὐτοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος ἕτερος περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολείπων ἕτερον ἀφώτιστον· ἡμισφαιρίου γὰρ ὀλίγῳ δοκεῖ μεῖζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν, ὡς εἰ, τριῶν ὄντων οἷς τὸ ἀφʼ ἡλίου φῶς πλησιάζει, γῆς σελήνης; ἀέρος, ὁρῶμεν οὐχ ὡς ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν.4

“总的来说,”他说,“我很奇怪他们为何要用半月来诘难我们,其实半月与凸月、残月同属一种情形。因为,如果太阳所照亮的月亮形体是某种以太或火焰般的实体,它就绝不会在感官所及的范围内始终留出一个阴暗无光的半球;相反,即使巡游的太阳只是轻微地触及它,也理应由于光芒毫不费力地通行于各处而使整个月亮充满光亮,并在其整体中发生转变。既然酒触及水的外沿、一滴血落入液体,便能立即使全部液体染成绯红;而且人们声称空气本身并不是通过某种流溢物或掺杂的光线,而是通过来自光线的轻触或触碰所引起的转向与转变而接受阳光的充盈;那么,他们怎能认为当星体触及星体、光芒触及光芒时,不相互混合,不在整体中造成融合与转变,而仅仅照亮其表面所接触的部分呢?因为太阳巡游时在月亮周围所划定并旋转的圆圈,时而与划分月亮可见部分与不可见部分的界圈重合,时而垂直竖立以至于切分彼圈同时被彼圈所切分,并通过明亮与阴暗部分的不同倾角与对应关系在月亮上呈现出凸月与残月的形态——这一圆圈比任何事物都更能证明,月亮的光照并非一种交融,而是一种接触,亦非内在的共发光,而只是表面上的外缘照亮。而且,既然月亮不仅自身被照亮,还将光辉的影像投回我们这里,这就为论证其形体本质提供了更为有力的依据。因为反射绝不会在任何稀薄或细微的物质上发生,我们也绝难想象光从光、火从火中反弹跳开;相反,能造成阻抗与折射的物体必须沉重而致密,以便使冲撞投向它并从它那里产生弹回之势。无论如何,空气容许同样的阳光穿过,既不提供阻碍亦不形成抗拒;然而置于光线下的木石与衣物,却能反射出许多反光与周遭光辉。我们亦看到大地同样被太阳照亮;因为大地既不像水那样将光辉透入深处,也不像空气那样将光芒贯穿全体;而是正如〔太阳〕有那样一个圆圈环绕月亮并切下其相应的部分,另有一个对应的圆圈同样环绕大地,始终照亮同等大小的部分并留下另一部分不被照亮——因为两者被环绕照亮的部分似乎都比半球略大一些。那么,请允许我按照几何比例来表述:如果太阳光所接近的三种物体即大地、月亮和空气中,我们看到月亮被照亮的方式不像空气,倒更像大地,那么生来从同一事物承受相同作用的事物,必然具有相似的自然本性。”

语法注4 条
  1. 18ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ τῆς μηνοειδοῦς

    分词 ἐμπίπτουσαν 与宾语 τὴν διχότομον 一致,作伴随或原因状语,意为半月“与凸月、残月一同归入同一种原理/范畴之中”。

  2. 18ὅλου καὶ μεταβολὴν ἀλλʼ ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν;

    不定式 φωτίζειν 与前面的 μὴ κεράννυσθαι 和 μηδὲ ... ποιεῖν 同受 οἴονται 支配。代词 ἐκεῖνα 作 φωτίζειν 的直接宾语并充当关系从句 ὧν ἅπτεται(动词 ἅπτομαι 支配属格)的先行词。

  3. 931aὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην

    先行词 κύκλον 融入到引导的关系分句 ὃν ... κύκλον 中,整个名词短语后接分词群(ἐπιπίπτοντα, ἀνιστάμενον, ἀποδιδόντα)作为主句动词 ἐπιδείκνυσιν 的主语。主句宾语则由补足分词结构 οὐ σύγκρασιν ... ὄντα τὸν φωτισμόν 充当。

  4. 931cἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν

    在非人称表达式 ἀνάγκη [ἐστί] 之后引导的宾格不定式结构。逻辑主语是省略先行词的关系从句 ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν(“由同一主体承受相同作用的事物”),支配不定式 φύσιν ἔχειν 及其宾语同位/修饰语 ὁμοίαν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:18