- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙拉提出若按等角反射定律半月之光理应无法照至大地的几何学疑难,卢基乌斯则借由光学镜面反例、月球表面粗糙不平及光的散射效应予以反驳。
ὑπολαβὼν δʼ ὁ Σύλλας ἀμέλει ταῦτʼ εἶπεν ἔχει τινὰς πιθανότητας· ὃ δʼ ἰσχυρότατόν ἐστι τῶν ἀντιπιπτόντων, πότερον ἔτυχέ τινος παραμυθίας ἢ παρῆλθεν ἡμῶν τὸν ἑταῖρον; τί τοῦτο λέγεις ἔφη ὁ Λεύκιος ἢ τὸ πρὸς τὴν διχότομον ἀπορούμενον; πάνυ μὲν οὖν ὁ Σύλλας εἶπεν· ἔχει γάρ τινα λόγον τό, πάσης ἐν ἴσαις γωνίαις γιγνομένης ἀνακλάσεως, ὅταν ἡ σελήνη διχότομος οὖσα μεσουρανῇ, μὴ φέρεσθαι τὸ φῶς ἐπὶ γῆς1 ἀπʼ αὐτῆς ἀλλʼ ὀλισθάνειν ἐπέκεινα τῆς γῆς· ὁ γὰρ ἥλιος ἐπὶ τοῦ ὁρίζοντος ὢν ἅπτεται τῇ ἀκτῖνι τῆς σελήνης· διὸ καὶ κλασθεῖσα πρὸς ἴσας ἐπὶ θάτερον ἐκπεσεῖται πέρας καὶ οὐκ ἀφήσει δεῦρο τὴν αὐγήν· ἢ διαστροφὴ μεγάλη καὶ παράλλαξις ἔσται τῆς γωνίας, ὅπερ ἀδύνατόν ἐστιν. ἀλλὰ νὴ Δίʼ εἶπεν ὁ Λεύκιος καὶ τοῦτʼ ἐρρήθη καὶ πρός γε Μενέλαον ἀποβλέψας ἐν τῷ διαλέγεσθαι τὸν μαθηματικὸν αἰσχύνομαι μέν ἔφη σοῦ παρόντος, ὦ φίλε Μενέλαε, θέσιν ἀναιρεῖν μαθηματικήν, ὥσπερ θεμέλιον τοῖς κατοπτρικοῖς ὑποκειμένην πράγμασιν· ἀνάγκη δʼ εἰπεῖν ὅτι τὸ πρὸς τὰς ἴσας γίγνεσθαι γωνίας ἀνάκλασιν πᾶσαν, οὔτε φαινόμενον αὐτόθεν οὔθʼ ὁμολογούμενόν ἐστιν· ἀλλὰ διαβάλλεται μὲν ἐπὶ τῶν κυρτῶν κατόπτρων, ὅταν ἐμφάσεις ποιῇ μείζονας ἑαυτῶν πρὸς ἓν τὸ τῆς ὄψεως σημεῖον,2 διαβάλλεται δὲ τοῖς διπτύχοις κατόπτροις, ὧν ἐπικλιθέντων πρὸς ἄλληλα καὶ γωνίας ἐντὸς γενομένης, ἑκάτερον τῶν ἐπιπέδων διττὴν ἔμφασιν ἀποδίδωσι καὶ ποιεῖ τέτταρας εἰκόνας ἀφʼ ἑνὸς προσώπου, δύο μὲν ἀντιστρόφους ἐν τοῖς ἔξωθεν μέρεσι, δύο δὲ δεξιοφανεῖς ἀμαυρὰς ἐν βάθει τῶν κατόπτρων. ὧν τῆς γενέσεως τὴν αἰτίαν Πλάτων ἀποδίδωσιν. εἴρηκε γὰρ ὅτι, τοῦ κατόπτρου ἔνθεν καὶ ἔνθεν ὕψος λαβόντος, ὑπαλλάττουσιν αἱ ὄψεις τὴν ἀνάκλασιν ἀπὸ τῶν ἑτέρων ἐπὶ θάτερα μεταπίπτουσαν. εἴπερ οὖν τῶν ὄψεων αἱ μὲν εὐθὺς πρὸς ἡμᾶς ἀνατρέχουσιν, αἱ δʼ ἐπὶ θάτερα μέρη τῶν κατόπτρων ὀλισθάνουσαι πάλιν ἐκεῖθεν ἀναφέρονται πρὸς ἡμᾶς, οὐ δυνατὸν ἐστιν ἐν ἴσαις γωνίαις γίγνεσθαι πάσας ἀνακλάσεις, ὅσας ὁμόσε χωροῦντες ἀξιοῦσιν αὑτοῖς τοῖς ἀπὸ τῆς σελήνης ἐπὶ γῆν φερομένοις ῥεύμασι τὴν ἰσότητα τῶν γωνιῶν ἀναιρεῖν, πολλῷ τοῦτʼ ἐκείνου πιθανώτερον εἶναι νομίζοντες. οὐ μὴν ἀλλʼ εἰ δεῖ τοῦτο χαρίζεσθαι τῇ πολλὰ δὴ φίλῃ γεωμετρίᾳ καὶ δοῦναι, πρῶτον μὲν ἀπὸ τῶν ἠκριβωμένων ταῖς λειότησι συμπίπτειν ἐσόπτρων εἰκός ἐστιν· ἡ δὲ σελήνη πολλὰς ἀνωμαλίας ἔχει καὶ τραχύτητας, ὥστε τὰς αὐγὰς ἀπὸ σώματος μεγάλου προσφερομένας ὕψεσιν ἀξιολόγοις, ἀντιλάμψεις καὶ διαδόσεις ἀπʼ ἀλλήλων λαμβάνουσιν, ἀνακλᾶσθαί τε παντοδαπῶς καὶ περιπλέκεσθαι καὶ συνάπτειν αὐτὴν ἑαυτῇ τὴν ἀνταύγειαν, οἷον ἀπὸ πολλῶν φερομένην πρὸς ἡμᾶς κατόπτρων. ἔπειτα κἂν πρὸς αὐτῇ τῇ σελήνῃ τὰς ἀντανακλάσεις ἐν ἴσαις γωνίαις ποιῶμεν, οὐκ ἀδύνατον φερομένας ἐν διαστήματι τοσούτῳ τὰς αὐγὰς κλάσεις ἴσχειν καὶ περιολισθήσεις, ὡς συγχεῖσθαι καὶ λάμπειν τὸ φῶς. ἔνιοι δὲ καὶ δεικνύουσι γράφοντες, ὅτι πολλὰ τῶν φώτων αὐγὴν ἀφίησι κατὰ γραμμὴν ὑπὸ τὴν κεκλιμένην ὑποταθεῖσαν·3 σκευωρεῖσθαι δʼ ἅμα λέγοντι, διάγραμμα, καὶ ταῦτα πρὸς πολλούς, οὐκ ἐνῆν.
叙拉接过话头说: “诚然,这些话有几分道理;但在所有反对意见中最为有力的一点,是得到了某种澄清,还是被我们的同伴忽略了呢?” “你说的是什么?”卢基乌斯问,“难道是指关于半月所提出的疑难吗?” “正是如此,”叙拉说,“因为确有理由主张,如果一切反射都在相等角中发生,那么当月亮呈半月而处于中天时,来自月亮的光便不会落在地上,而是滑落到大地的彼端。因为太阳在地平线上以光线触及月亮;因此,以等角反射的光线将落向另一端,而不会把光辉投向这里;否则角度就会发生极大的歪曲与偏差,而这是不可能的。” “然而凭宙斯起誓,”卢基乌斯说,“这一点也被谈到了!” 他在言谈中望着数学家梅涅劳斯说: “亲爱的梅涅劳斯,在您面前推翻作为反射光学基石的数学命题,我深感惭愧;但我必须说明,一切反射都以等角进行,这一命题既非显而易见,亦未成公论。相反,在凸面镜上,当它相对于视线的一个单一点产生大于自身的像时,这一定律就遭到了驳难;在对折镜中同样遭到驳难:当两面镜子相互倾斜而在内侧形成夹角时,每一个平面都会映出双重的像,从一张面孔产生四个影像——在外部是两个反转的像,在镜子深处则是两个微弱的正向像。柏拉图给出了它们产生的原因;因为他说过,当镜子在两侧升起高度时,视线调换了从这一部分转落至另一部分的反射。因此,如果有些视线直接折回我们眼中,而另一些视线滑向镜子的另一侧并从那里再次反射向我们,那么一切反射就不可能都以等角发生——那些迎难而上的人正是根据从月亮投向大地的光流本身要求否定角之相等,认为这比前一说法要可信得多。话虽如此,如果我们必须对我们所深爱的几何学作出让步并承认这一点:首先,这种情况理当发生在光洁度达到极致的镜面上;然而月亮拥有许多不规则与粗糙之处,以致来自庞大形体的光线投射在接收彼此反光和传递的显著高地上,以各种各样的方式反射并交织在一起,将反光自身连接起来,犹如从许多面镜子投向我们一般。其次,即便我们在月亮表面假定反射是以等角发生的,光线穿过如此遥远的距离时产生偏折与弥散,从而使光芒汇聚而闪耀,也绝非不可能。此外,还有些人通过作图证明,许多光源沿着倾斜线下方所对的直线发射光芒;然而在说话的同时还要绘制几何图形,况且是在这么多人面前,是无法做到的。”
- 17ἔχει γάρ τινα λόγον τό, πάσης ἐν ἴσαις γωνίαις γιγνομένης ἀνακλάσεως, ὅταν ἡ σελήνη διχότομος οὖσα μεσουρανῇ, μὴ φέρεσθαι τὸ φῶς ἐπὶ γῆς ἀπʼ αὐτῆς ἀλλʼ ὀλισθάνειν ἐπέκεινα τῆς γῆς
中性冠词 τό 将接下来的不定词从句 μὴ φέρεσθαι ... ἀλλʼ ὀλισθάνειν 整体名词化,作为谓语动词短语 ἔχει τινα λόγον(“……确有其道理”)的主语。在这一句式内部,嵌套了属格绝对结构 πάσης ... γιγνομένης ἀνακλάσεως(表条件)以及时间状语从句 ὅταν ... μεσουρανῇ。
- 930bδιαβάλλεται μὲν ἐπὶ τῶν κυρτῶν κατόπτρων, ὅταν ἐμφάσεις ποιῇ μείζονας ἑαυτῶν πρὸς ἓν τὸ τῆς ὄψεως σημεῖον
动词 ποιῇ 的主语可从前文复数 τῶν κυρτῶν κατόπτρων 中引出单数概念(泛指凸面镜 τὸ κάτοπτρον)。代词 ἑαυτῶν 是比较级 μείζονας 所要求的比较属格(“大于镜面自身”),说明凸面镜针对单一视点成放大虚像的几何反例。
- 930eκατὰ γραμμὴν ὑπὸ τὴν κεκλιμένην ὑποταθεῖσαν
几何学专业术语。分词 ὑποταθεῖσαν(源自 ὑποτείνω,“在下方对引/张弦”)意为“在下方所张的线”,指在 τὴν κεκλιμένην(“倾斜线/斜边”)下方所对的直线(如底边或弦),用以说明几何作图中光线所沿循的路径。
