← 普鲁塔克

论月轮中显现的面容

§16

反驳第五元素说与月光反射日光论

亚里士多德提出星辰由第五元素构成的学说以求化解争论,但卢基乌斯指出月亮的不规则与受动性使其无法算作纯粹天体,进而确立了恩培多克勒关于月亮因反射日光而发光的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

λεχθέντων δὲ τούτων κἀμοῦ τῷ Λευκίῳ τὸν λόγον παραδιδόντος, ἐπὶ τὰς ἀποδείξεις βαδίζοντος τοῦ δόγματος, Ἀριστοτέλης μειδιάσας μαρτύρομαι εἶπεν ὅτι τὴν πᾶσαν ἀντιλογίαν πεποίησαι πρὸς τοὺς αὐτὴν ὴν μὲν, ἡμίπυρον εἶναι τὴν σελήνην ὑποτιθεμένους, κοινῇ δὲ τῶν σωμάτων τὰ μὲν ἄνω τὰ δὲ κάτω ῥέπειν ἐξ ἑαυτῶν φάσκοντας· εἰ δʼ ἔστι τις ὁ λέγων, κύκλῳ τε κινεῖσθαι κατὰ φύσιν τὰ ἄστρα καὶ πολὺ παρηλλαγμένης οὐσίας εἶναι τῶν τεττάρων, οὐδʼ ἀπὸ τύχης ἦλθεν ἐπὶ μνήμην ἡμῖν, ὥστʼ ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ σέ, ὦ Λεύκιε καὶ ὁ Λεύκιος ἥκιστα, ὠγαθέ εἶπεν ἀλλὰ τἄλλα μὲν ἴσως ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν1 ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν. ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει2 τὴν ἀπάθειαν ἐν αὐτῇ καὶ τὸ κάλλος ἐκεῖνο τοῦ σώματος ἀλλʼ ἵνα τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει πως ἑτέρας ἐπιγέγονε· πάσχει δέ τι καὶ τὸ μιγνύμενον· ἀποβάλλει γὰρ τὸ εἰλικρινές, βίᾳ τοῦ χείρονος ἀναπιμπλάμενον. αὐτῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ᾧ κατὰ τὸν Ἴωνα "μέλας οὐ πεπαίνεται βότρυς," εἰς τί θησόμεθα πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος, εἰ πάθους ἀιδίῳ σώματι καὶ ὀλυμπίῳ μέτεστιν; ὅλως γάρ, ὦ φίλε Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον· ὡς δʼ ἄστρον ἢ φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον, δέδια μὴ ἄμορφος καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυμίαν εἴ γε τῶν ἐν οὐρανῷ τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι κατὰ Παρμενίδην "αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο" ὁ μὲν οὖν ἑταῖρος ἐν τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνὺς ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν εὐδοκίμησεν· ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρʼ ὑμῶν· ἢ μεθʼ ὑμῶν ἔμαθον, ἑκὼν δὲ πρὸς τὰ λοιπὰ βαδιοῦμαι. φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν· οὐδʼ αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾷδες αὐξομένου τοῦ φωτός· οὕτω γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος· ἡμῖν, εἰ μὴ στέγει μηδʼ ἀντιφράττει τὸν ἥλιον ἀλλὰ διίησιν ὑπὸ μανότητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει; καὶ συνεξάπτει περὶ αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδʼ ἀποστροφὰς αὐτῆς, ὥσπερ ὅταν ᾖ διχότομος καὶ ἀμφίκυρτος ἢ μηνοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον ἀλλὰ κατὰ στάθμην, φησὶ Δημόκριτος, ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον· ὥστʼ αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν· αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις "ἀπεσκέδασεν δὲ οἱ αὐγάς" ὥσπερ φησιν Ἐμπεδοκλῆς "ἐς γαῖαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης τόσσον, ὅσον τʼ εὖρος γλαυκώπιδος ἔπλετο μήνης," καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἕτερον τοῦ φωτὸς ἐμπεσόντος. ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται διʼ αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς. ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίγνεσθαι3 τὸν ἐνταῦθα φωτισμὸν ἀπʼ αὐτῆς;. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκός, ἐξάψεως καὶ μίξεως φώτων γεγενημένης. ἀλλʼ οἷον αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βελῶν μαλακώτεραι προσπίπτουσιν· "ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν" ἀσθενῆ καὶ ἀμυδρὰν ἀνάρροιαν ἴσχει πρὸς ἡμᾶς, διὰ τὴν κλάσιν ἐκλυομένης τῆς δυνάμεως.

在说完这些话,我正把话头转交给卢基乌斯,让他进而提出该学说的论证时,亚里士多德微笑着说: “我提出抗辩,你整个反驳所针对的,全都是那些假定月亮是半火性、并普遍宣称物体凭自身向天或向地倾斜的人。但若有人主张星辰按本性作圆周运动,且属于大大异于四元素的一种实体,这种看法甚至完全未曾偶然闪现在我们的脑海中,从而让我和你,卢基乌斯啊,得以免除麻烦。” 卢基乌斯说: “绝非如此,我的好朋友!然而,关于你们把其他星辰和整个天界归入某种纯粹、无杂质且免于受动性变化的本性,并让它们处于永恒且无止境的周转之圆中,尽管存在无数疑难,目前也许还没有人会同你们争辩。但是,当论证如此降下来触及月亮时,就再也无法保持其受动的不在以及那具形体的美善了。姑且撇开其他的不规则与差异不谈,单是这显现出来的面容本身,就是由于其实体的某种受动、或是以某种方式混入了另一实体而生成的;凡被混合之物都会承受某种被动影响,因为它失去了纯粹性,强行被较劣之物所充满。而月亮自身的迟缓、速度的迟钝、以及微弱暗淡的热力——依扬的话说: ‘黑葡萄无法成熟’—— 若永恒且天界的形体真能分有受动,我们除了将其归结为她的软弱与受动,还能归入什么呢?总而言之,亲爱的亚里士多德,月亮若作为大地,显现为极美丽、崇高而井然有序之物;但若作为星辰、光明或某种神圣的天体,我担心她是残缺的、不体面的,玷污了那美好的名号——假如在天界如此众多的星体中,唯独她巡行时需要外来的光,正如巴门尼德所言: ‘总是顾盼着太阳的光辉。’ 我们的同伴在讲论中通过论证这阿那克萨哥拉的学说——即太阳赋予月亮光辉——赢得了赞赏;而我不会重复那些从你们那里或同你们一起学到的东西,我很乐意走向其余的部分。因此,月亮像玻璃或水晶那样由于太阳的照透与透光而被照亮,是不可信的;同样,它亦非通过某种汇光与共曜,如同火把使光芒增强那般被照亮。因为照那样看来,如果月亮并不遮蔽也不阻挡太阳,而是凭其稀疏加以穿透,或者〔太阳〕通过混融照入其中并在它周围共同燃起光亮,那么在新月之时,它对我们而言就应当丝毫不亚于在月中时呈现为满月。因为在朔望相合之时,人们无法将其归咎于月亮的倾斜或背转,如同它处于半月、凸月或蛾眉月时那样;相反,正如德谟克利特所说,它立于发光者的直线上,承受并接纳太阳,因此理当自身显现并让太阳透射出来。然而它绝非如此:因为届时它自身既不可见,又屡屡将太阳遮蔽隐藏, ‘驱散了太阳向着大地 自上而下的光芒,并使大地上蒙上阴翳, 其范围恰如那灰眸之月的广度,’ 正如恩培多克勒所说,就好像光芒落入了黑夜与黑暗之中,而非落入另一颗星辰。至于波塞多尼奥斯所说‘由于月亮的厚度,太阳的光未穿透它到达我们这里’,这一说法显然被驳倒了。因为空气广袤无垠,其厚度数倍于月亮,却完全被阳光普照,被光线彻底照亮。因此,剩下的便只有恩培多克勒的主张,即我们此处来自月亮的光照,是通过太阳向月亮的某种反射而生成的。正因如此,既没有热量也没有耀眼的光芒——如发生了光的点燃与混合时理应有的那样——到达我们这里;相反,正如同回声中的声音呈现为更微弱的话音,弹回的飞箭冲击得更为柔和: ‘犹如光芒击中月亮的宽阔圆环,’ 朝着我们只保留了微弱而朦胧的反向流束,其力量因反射而消散。”

语法注3 条
  1. 928eτιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν

    与格分词 τιθεμένοις 与 ἄγουσιν 与 ὑμῖν 一致,充当后续 οὐκ ἄν τις ... διαμάχοιτο 的对象或利益/判断与格,构成“对于主张……并使之作圆周运动的你们,大概没人会争辩”的句式。

  2. 928eὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει

    主句动词 φυλάττει 的主语由时间从句中的 ὁ λόγος 延续充当,构成了拟人化的表达:“当论点触及月亮时,它(该论点)便不再保留……”。

  3. 929dἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίγνεσθαι

    非人称/不及物动词 ἀπολείπεται(“剩下”)以定冠词短语 τὸ τοῦ Ἐμπεδοκλέους(“恩培多克勒的观点”)为主语,后接不定式短语 ἀνακλάσει ... γίγνεσθαι 作为同位成分说明其具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:16