← 普鲁塔克

论月轮中显现的面容

§14-15

宇宙作为生命体与各部分的自然秩序

论者指出,部分的自然位置与运动并非取决于其孤立的轻重属性,而是由其对整体的功用所决定的;若将宇宙比作生命体,星辰(眼睛)、太阳(心脏)、月亮(肝脏)与大地海洋(腹部与膀胱)乃是依据至善的理性而非机械必然性被协调安顿的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

οὐ μὴν ἀλλʼ εἴ γε δεῖ τὰς καταδεδουλωμένας ἕξει δόξας ἀφέντας ἤδη τὸ φαινόμενον ἀδεῶς λέγειν,1 οὐδὲν ἔοικεν ὅλου μέρος αὐτὸ καθʼ ἑαυτὸ τάξιν ἢ θέσιν ἢ κίνησιν ἰδίαν ἔχειν, ἣν ἄν τις ἁπλῶς κατὰ φύσιν προσαγορεύσειεν. ἀλλʼ ὅταν ἕκαστον, οὗ χάριν γέγονε καὶ πρὸς ὃ πέφυκεν ἢ πεποίηται, τούτῳ παρέχῃ χρησίμως καὶ οἰκείως κινούμενον, ἑαυτὸ καὶ πάσχον ἢ ποιοῦν ἢ διακείμενον,2 ὡς ἐκείνῳ πρὸς σωτηρίαν ἢ κάλλος ἢ δύναμιν ἐπιτήδειόν ἐστι, τότε δοκεῖ τὴν κατὰ φύσιν χώραν ἔχειν καὶ κίνησιν καὶ διάθεσιν. ὁ γοῦν ἄνθρωπος, ὡς εἴ τι τῶν ὄντων ἕτερον κατὰ φύσιν γεγονώς, ἄνω μὲν ἔχει τὰ ἐμβριθῆ καὶ γεώδη μάλιστα περὶ τὴν κεφαλήν, ἐν δὲ τοῖς μέσοις τὰ θερμὰ καὶ πυρώδη· τῶν δʼ ὀδόντων οἱ μὲν ἄνωθεν οἱ δὲ κάτωθεν ἐκφύονται, καὶ οὐδέτεροι παρὰ φύσιν ἔχουσιν· οὐδὲ τοῦ πυρὸς τὸ μὲν ἄνω περὶ τὰ ὄμματα ἀποστίλβον κατὰ φύσιν ἐστὶ τὸ δʼ ἐν κοιλίᾳ καὶ καρδίᾳ παρὰ φύσιν, ἀλλʼ ἕκαστον οἰκείως καὶ χρησίμως τέτακται "ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε" καὶ παντὸς ὀστρέου φύσιν, ὥς φησιν ὁ Ἐμπεδοκλῆς, καταμανθάνων "ἔνθʼ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν" καὶ οὐ πιέζει τὸ λιθῶδες οὐδὲ καταθλίβει τὴν ἕξιν ἐπικείμενον, οὐδέ γε πάλιν τὸ θερμὸν ὑπὸ κουφότητος εἰς τὴν ἄνω χώραν ἀποπτάμενον οἴχεται· μέμικται δέ πως πρὸς ἄλληλα καὶ συντέτακται κατὰ τὴν ἑκάστου φύσιν·

然而,如果我们应当摆脱受习惯奴役的成见,如今无所畏惧地说出显而易见的事实,那么整体的任何一个部分,单凭其自身,似乎都不具有某种人们可以简单地称之为“合乎本性”的私己秩序、位置或运动。相反,每当各个部分为了其生成之所为的目的、向着其天然适宜或被造就的指向,以一种适宜于该整体之维系、美观或力量的方式,使自身处于有用且恰当的运动、受动、施动或状态时,它才被认为拥有了合乎本性的处所、运动与状态。无论如何,人与任何现存事物一样都是合乎本性地生成的,但人却把最沉重且最具泥土性质的部分置于最上方,即头部周围,而把温热且具火性的部分置于中间;牙齿也是一部分从上方长出,一部分从下方长出,但哪一部分都不是违背本性的;火也不是在眼部周围闪烁于上方的就合乎本性、在腹部和心脏中的就违背本性,相反,每一部分都是恰当且有用地被安排妥当的: “确实,对于石肤的贝类与海龟,”以及一切有壳生物的本性,正如恩培多克勒所说,如果你去考察它: “在那里你将看见泥土寄居在肌肉的最上层。” 然而这石头般的硬壳覆于其上,既没有压迫也没有压垮身体的体质,热性成分也没有因其轻盈而飞遁逸向高处;相反,它们在某种程度上彼此混合,并依照各自的本性协调在一起。

§15

ὥσπερ εἰκὸς ἔχειν καὶ τὸν κόσμον, εἴ γε δὴ ζῷόν ἐστι, πολλαχοῦ γῆν ἔχοντα, πολλαχοῦ δὲ πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, οὐκ ἐξ ἀνάγκης ἀποτεθλιμμένον ἀλλὰ λόγῳ διακεκοσμημένον. οὐδὲ γὰρ ὀφθαλμὸς ἐνταῦθα τοῦ σώματός ἐστιν ὑπὸ κουφότητος ἐκπιεσθείς, οὐδʼ ἡ καρδία τῷ βάρει ὀλισθοῦσα πέπτωκεν εἰς τὸ στῆθος, ἀλλʼ ὅτι βέλτιον ἦν οὕτως ἑκάτερον τετάχθαι. μὴ τοίνυν μηδὲ τῶν τοῦ κόσμου μερῶν νομίζωμεν μήτε γῆν ἐνταῦθα κεῖσθαι συμπεσοῦσαν διὰ βάρος μήτε τὸν ἥλιον, ὡς ᾤετο Μητρόδωρος ὁ Χῖος, εἰς τὴν ἄνω χώραν ἀσκοῦ δίκην ὑπὸ κουφότητος ἐκτεθλῖφθαι, μήτε τοὺς ἄλλους ἀστέρας ὥσπερ ἐν ζυγοστάθμου διαφορᾷ ῥέψαντας, ἐν οἷς εἰσι, γεγονέναι τόποις· ἀλλὰ τοῦ κατὰ λόγον κρατοῦντος, οἱ μὲν ὥσπερ ὄμματα φωσφόρα τῷ προσώπῳ τοῦ παντὸς ἐνδεδεμένοι περιπολοῦσιν, ἥλιος δὲ καρδίας ἔχων δύναμιν ὥσπερ αἷμα καὶ πνεῦμα διαπέμπει καὶ διασκεδάννυσιν ἐξ ἑαυτοῦ θερμότητα καὶ φῶς· γῇ δὲ καὶ θαλάσσῃ χρῆται κατὰ φύσιν ὁ κόσμος ὅσα κοιλίᾳ καὶ κύστει ζῷον. σελήνη δʼ ἡλίου μεταξὺ καὶ γῆς, ὥσπερ καρδίας καὶ κοιλίας ἧπαρ ἤ τι μαλθακὸν ἄλλο σπλάγχνον ἐγκειμένη τὴν τʼ ἄνωθεν ἀλέαν ἐνταῦθα διαπέμπει καὶ τὰς ἐντεῦθεν ἀναθυμιάσεις πέψει τινὶ καὶ καθάρσει λεπτύνουσα περὶ ἑαυτὴν ἀναδίδωσιν εἰ δὲ καὶ πρὸς ἄλλα τὸ γεῶδες αὐτῆς καὶ στερέμνιον ἔχει τινὰ πρόσφορον χρείαν, ἄδηλον ἡμῖν. ἐν παντὶ δὲ κρατεῖ τὸ βέλτιον τοῦ κατηναγκασμένου. τί γὰρ οὕτω λάβωμεν, ἐξ ὧν ἐκεῖνοι λέγουσι, τὸ εἰκός; λέγουσι δὲ τοῦ αἰθέρος τὸ μὲν αὐγοειδὲς καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυκνωθὲν καὶ συνειληθὲν ἄστρα· τούτων δὲ τὸ νωθρότατον εἶναι τὴν σελήνην καὶ θολερώτατον. ἀλλʼ ὅμως ὁρᾶν πάρεστιν οὐκ ἀποκεκριμένην τοῦ αἰθέρος τὴν σελήνην, ἀλλʼ ἔτι πολλῷ μὲν τῷ περὶ αὐτὴν ἐμφερομένην, πολλὴν δʼ ὑφʼ ἑαυτὴν ἔχουσαν ἀνέμων δινεῖσθαι καὶ κομήτας.3 οὕτως οὐ ταῖς ῥοπαῖς σεσήκωται κατὰ βάρος καὶ κουφότητα τῶν σωμάτων ἕκαστον, ἀλλʼ ἑτέρῳ λόγῳ κεκόσμηται.

同样合理的是,宇宙若真是一个活生生的生命体,它在多处拥有大地,在多处拥有火、水和气,并不是出于必然性被压挤出来的,而是依照理性被整饬安排的。因为眼睛并非由于轻盈被挤压到身体的这个部位,心脏也未曾因其重力而滑落跌入胸膛,而是因为每一部分如此排列是更为完善的。因此,关于宇宙的诸部分,我们既不可认为大地是由于重力坍落而置于此处,亦不可像希俄斯的墨特罗多洛所认为的那样,以为太阳是由于轻盈如同皮囊一般被挤压到上层区域,更不可以为其他星辰是像在天秤的不平衡倾斜中落入它们所在的处所;相反,在理性的统摄下,星辰宛如发光的眼睛嵌合在万有的面容上运转巡行;太阳拥有心脏的机能,如血液与气息般从自身输送并播散温暖与光明;而宇宙对大地和海洋的合乎本性的使用,正如生命体对腹部与膀胱的使用一般。月亮居于太阳与大地之间,犹如心脏与腹部之间的肝脏或其他柔软内脏,既把来自上方的温暖传送至此处,又通过某种消化和净化将来自此处的蒸腾之气化为细腻,散布于自身周围。至于它那泥土般坚固的质地对于其他事物是否亦有某种合宜的用途,对我们而言则是未知的。在一切事物中,较优者总是胜过受强迫者。因为按照他们所说,我们又怎能把握其中的合理性呢?他们声称以太中明亮而微细的部分因稀薄而成为天穹,凝聚纠结的部分成了星辰,而在这些星辰中月亮最为迟钝和浑浊。然而人们依然可以看见,月亮并未被彻底隔绝在以太之外,而是仍在其周围的大量以太中运行,其下方更有许多旋风与彗星在回转。因此,各个物体绝非依据轻重倾向而被秤量分配,而是依照另一种理性被整饬安顿的。

语法注3 条
  1. 14τὰς καταδεδουλωμένας ἕξει δόξας ἀφέντας ἤδη τὸ φαινόμενον ἀδεῶς λέγειν

    ἀφέντας 是阳性复数宾格不定过去时分词,与非人称动词 δεῖ 所支配的不定词 λέγειν 的逻辑主语(泛指的“我们”)保持一致。δόξας 为 ἀφέντας 的直接宾语,修饰它的定语分词 καταδεδουλωμένας 带与格 ἕξει,意为“被习惯所奴役的意见/成见”。

  2. 927eτούτῳ παρέχῃ χρησίμως καὶ οἰκείως κινούμενον, ἑαυτὸ καὶ πάσχον ἢ ποιοῦν ἢ διακείμενον

    核心结构为反身表达 παρέχῃ ἑαυτό(“使自身处于/奉献自身”),其中 ἑαυτό 是直接宾语。τούτῳ 是与格指示代词,指代前文关系从句所表述的对象(οὗ χάριν... πρὸς ὃ...)。分词 κινούμενον、πάσχον、ποιοῦν 及 διακείμενον 皆为主格中性单数,与从句主语 ἕκαστον 一致。

  3. 928dπολλὴν δʼ ὑφʼ ἑαυτὴν ἔχουσαν ἀνέμων δινεῖσθαι καὶ κομήτας

    ἔχουσαν 是阴性单数宾格现在分词,修饰前面的 σελήνην。不定词 δινεῖσθαι 表运动,与宾格 κομήτας 及属格 ἀνέμων 一同作 ἔχουσαν 的补足语或宾语从属结构(原文可能含有省略或文本讹误,理解为“在其下方拥有诸多回旋的风与彗星运转”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg126.humanitext-grc2:14-15